← 哈尔伯克拉提昂

十演说家词汇集

§i.idian-i.hipparchos

从个人的到希帕耳科斯的词条

本节收录以希腊字母iota开头的词条:个人的、伊德里欧斯、希厄拉克司、圣道、圣三段帆船、圣日、圣使、秘仪传授官、希厄罗纽摩斯、立阴之歌、伊卡里亚村民、请愿之枝、爱奥尼亚海、烤炉及希帕耳科斯,考订了演说家作品中的用例、历史人物与词义来源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§i.idian

ἸΔΙΑΝ ἀντὶ τοῦ ἰδιωτικήν Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ἐλέγετο δὲ τὸ ἴδιον καὶ ἰδιωτικὸν, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Ζηνόθεμιν.

私人的 德摩斯梯尼在《对科农》中用作“平民的、个人的”之意。中性形式亦用作“私事”,正如同一位演说家在《对芝诺忒弥斯》中所述。

§i.idrieus

ἸΔΡΙΕΥΣ Ἰσοκράτης Φιλίππῳ. δυνάστης ἦν οὗτος ἐν Καρίᾳ, υἱὸς Ἑκατόμνω, ἀδελφὸς δὲ Μαυσώλου καὶ Ἀρτεμισίας.

伊德里欧斯 伊索克拉底《腓力演说》。此人是卡里亚的统治者,赫卡托谟诺斯之子,摩索拉斯与阿尔忒弥西亚的兄弟。

§i.hierax

ἹΕΡΑΞ Δημοσθένης ἐν α Φιλιππικῶν. ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ’ Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γ Φιλιππικῶν.

希厄拉克司 德摩斯梯尼《腓力演说》第一卷。在安菲波利斯人意欲将城邦和领土一并交付给雅典人时,希厄拉克司是他们派往雅典的使节之一,忒奥庞普斯在《腓力史》第三卷中已言及此事。

§i.hiera_odos

ἹΕΡΑ ΟΔΟΣ Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἀπολογίᾳ. Ἱερὰ ὁδός ἐστιν ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος ἐπ’ Ἐλευσῖνα. βιβλίον οὖν ὅλον Πολέμωνι γέγραπται περὶ τῆς Ἱερᾶς ὁδοῦ. μνημονεύει δ’ αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν.

圣道 伊萨奥斯《对狄奥芳涅斯的抗辩》。秘仪入教者从城内前往厄琉息斯的道路即为圣道。因此波勒蒙撰写了整整一部论述圣道的著作。克拉提诺斯在《逃亡的妇女们》中亦提及了它。

§i.hiera_trieres

ἹΕΡΑ ΤΡΙΗΡΗΣ Δημοσθένης ἐν δ Φιλιππικῶν καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετο ἔχων τριήρη. λέγοι ἂν τὴν Πάραλον, ὡς συνιδεῖν ἔστιν ἔκ τε τῆς Φιλοχόρου καὶ ἐκ τῆς Ἀνδροτίωνος ὁμοίως ς.

圣三列桨战船 德摩斯梯尼《腓力演说》第四卷: “并且从这个国家带着圣三列桨战船离去。” 他当指帕拉洛斯号,正如从菲洛霍罗斯第六卷和安德罗提翁同为第六卷中所能推知的那样。

§i.hieromenia

ἹΕΡΟΜΗΝΙΑ Δημοσθένης κατὰ Τιμοκράτους. αἱ ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται.

圣日(节日)德摩斯梯尼《对提摩克拉忒斯》。节日诸天被称为圣日。

§i.hieromnemones

ἹΕΡΟΜΝΗΜΟΝΕΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῇ λ.

圣使(近邻同盟代表)德摩斯梯尼《为客忒西丰辩护》。从参与近邻同盟议事的各个城邦派往同盟议事会的代表被称为圣使,正如忒奥庞普斯在第三十卷中阐明的那样。

§i.hierofantes

ἹΕΡΟΦΑΝΤΗΣ Ὑπερείδης φησί που ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱεροφάντου. Δείναρχος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἐπανιόντα τὰ ἱερά.1 περὶ δὲ τοῦ γένους τῶν ἱεροφαντῶν δεδήλωκεν Ἑλλάνικος ἐν β Ἀτθίδος.

圣仪展示者(秘仪传授官)绪珀里得斯在某处称: “我既没有持火炬者的女儿,也没有圣仪传授官的女儿。” 得纳耳科斯在《克罗科斯后人的析产裁决》中称,最先被称为圣仪传授官的人,是在从战争归来后开示展示圣物的人。关于圣仪传授官的家族,赫拉尼科斯在《阿提卡史》第二卷中已作阐明。

§i.hieronumos

ἹΕΡΩΝΥΜΟΣ Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιη καὶ ἐν τῇ ιθ. ἕτερος δ᾽ ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ να.

希厄罗纽摩斯 吕西亚斯《对希波忒耳塞斯》。担任过雅典将军的希厄罗纽摩斯,其他人曾提及他,厄福罗斯在第十八卷和第十九卷中亦提及了他。另有一位墨伽洛波利斯的希厄罗纽摩斯,德摩斯梯尼在《对埃斯基涅斯》中提及了他;关于此人属于极力附从马其顿者之列,忒奥庞普斯在第五十一卷中亦已述及。

§i.ithufalloi

ἸΘΥΦΑΛΛΟΙ Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις.

立阴之歌(伊梯法洛斯)绪珀里得斯《对阿耳凯斯特拉提得斯》: “在乐池中跳伊梯法洛斯舞的人。” 为男根赞颂而唱的某些诗作被称为此名,正如吕恩刻乌斯在书信中所言;但德摩斯梯尼在《对科农》中将其用于嬉闹中加给某些人的外号。不过本义上,伊梯法洛斯指勃起的阴茎,正如克拉提诺斯在《阿耳基罗科斯们》中所言。

§i.ikarieus

ἸΚΑΡΙΕΥΣ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος.

伊卡里亚村民 伊萨奥斯《对埃尔帕戈拉斯》。这是埃盖伊斯部落的一个村社,正如狄奥多罗斯所述。

§i.hiketeria

ἹΚΕΤΗΡΙΑ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος στέμματι ἐστεμμένος.

请愿之枝 埃斯基涅斯《出使抗辩》。缠绕着羊毛带的橄榄枝被称为请愿之枝。

§i.ionios

ἸΟΝΙΟΣ Λυσίας ἐν Ὀλυμπιακῷ. τὸν Ἀδρίαν καλούμενον οὕτως ὠνόμαζον ἐνίοτε οἱ παλαιοί. Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον Θουκυδίδης α.

爱奥尼亚海 吕西亚斯《奥林匹亚演说》。古人有时将被称为亚得里亚海的水域如此称呼:“埃庇达谟诺斯是一座城邦,位于驶入爱奥尼亚湾者的右侧”(修昔底德第一卷)。

§i.ipnos

ἸΠΝΟΣ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος α. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον· ἔστι γοῦν δρᾶμα Φερεκράτους Ἰπνὸς ἢ Παννυχίς, ἐν ᾧ δηλοῦται τοῦτο, ὅτι μέρος ἐστὶ τῆς οἰκίας. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος, ὅθεν καὶ ἰπνοπλάθους τινὰς ὀνομάζουσιν.

烤炉(或厨房)吕库尔戈斯《对吕科弗隆》第一卷。房屋的某个部分如此得名,即我们所说的厨房;无论如何,费瑞克拉忒斯有一部剧作《烤炉,或彻夜节》,其中表明了这一点,即它是房屋的一个部分。但本义上烤炉指熔炉或烘炉,由此某些人亦被称为造炉匠。

§i.hipparchos

ἽΠΠΑΡΧΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ’ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ β φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν.2 ἄλλος δ’ ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ’ Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ’ ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

骑兵长官/希帕耳科斯德摩斯梯尼《为客忒西丰辩护》。此人是埃雷特里亚的僭主。另有一位希帕耳科斯,吕库尔戈斯在《对吕科弗隆》中提及了他,即珀西斯特剌托斯之子希帕耳科斯。还有另一位希帕耳科斯是卡耳摩斯之子,正如吕库尔戈斯在《对莱奥克拉忒斯》中所述;关于此人,安德罗提翁在第二卷中称他是僭主珀西斯特剌托斯的亲属,并且是在当时因对珀西斯特剌托斯党羽的怀疑而初次确立陶片放逐法时,第一位被陶片放逐的人,因为珀西斯特剌托斯虽身为民政领袖和将军却建立了僭主统治。另有一位希帕耳科斯是演员,如果作品确为真作,德摩斯梯尼在《对涅埃拉》中提及了他。此外,在雅典人中,骑兵的统领亦被称为骑兵长官;这样的人共有两位,正如德摩斯梯尼在《腓力演说》第四卷中所言,亚里士多德在《雅典政制》中亦如是述及。

语法注2 条
  1. i.hierofantesτὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἐπανιόντα τὰ ἱερά

    实质化的第一不定过去时分词 τὸν ἀποφήναντα 统辖宾语 τὰ ἱερά。现在分词 ἐπανιόντα(阳性单数宾格)与 ἀποφήναντα 的主语一致,表示时间背景与伴随情况,意为“在从战争归来之际开示圣物的人”。

  2. i.hipparchosτοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν

    此句包含了属格绝对结构 τοῦ ... νόμου ... τεθέντος(当法律被制定时),其内部嵌套了表示原因的介词短语 διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον(由于对珀西斯特剌托斯同党的怀疑),紧接由 ὅτι 引导的说明从句,解释怀疑的内容(即其“身为民政领袖和将军却建立了僭主统治”)。从句动词 ἐτυράννησεν 的主语指珀西斯特剌托斯本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:i.idian-i.hipparchos