- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:h.hegemonia_dikasteriou-h.eion
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁关于雅典法庭审判权、公职制度、度量衡单位、历史地理名词以及阁下演说家特殊用语的词条解释。
ἩΓΕΜΟΝΙΑ ΔΙΚΑΣΤΗΡΙΟΥ Αἰσχίνης κατὰ Κτησιφῶντος. ἄλλαι πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι, τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὐτῆς ἑκάστη νόμον1 εἰσῆγον εἰς δικαστήριον ἡγουμένη καὶ προεστῶσα, οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας, πρὸς δὲ τὸν πολέμαρχον τοῦ ἀποστασίου τε καὶ ἀπροστασίου, πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων.
法庭主持权 埃斯基涅斯《对客忒西丰》。不同的诉讼交由不同的执政官审理,各官职按照各自的法律将呈递至己处的诉讼引入法庭,并担任主持和领导;例如,送交执政官的是关于孤儿和女嗣继承人的诉讼,送交巴西琉斯(王官)的是关于不敬神的诉讼,送交波勒马尔霍斯(战事执政官)的是关于被释奴隶违规与无庇护人的诉讼,送交司法官们的是关于非法僭籍、贿得公民权、诬告、受贿、虚假登记、侮辱、通奸、谋害图谋及其他罪名的诉讼。
ἩΓΕΜΩΝ ΣΥΜΜΟΡΙΑΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου.
税组组长 德摩斯梯尼《为客忒西丰辩护》。在财产上居首、因而承担起领导他人之责的人被称为税组组长,正如绪珀里得斯在《对波吕厄克托斯》中所提示的。
ἩΓΗΜΩΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δὲ ἦν τῶν μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων.
赫革蒙 德摩斯梯尼《为客忒西丰辩护》。他是亲马其顿派且因受贿而身败名裂者之一。
ἩΓΗΣΙΠΠΟΣ Δημοσθένης Φιλιππικῷ. οὗτος δ’ ἐστὶν ὁ Κρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τισὶν εἶναι ὁ ζ Φιλιππικὸς ἐπιγραφόμενος Δημοσθένους.
赫革西普斯 德摩斯梯尼《腓力演说》。此人即绰号“髻发者”的人,有人认为署名德摩斯梯尼的《第七腓力演说》实出其手。
ἩΔΥΛΕΙΟΝ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κε φησίν. Ἤ ΕΝ ΟΔΩΙ ΚΑΘΕΛΩΝ·2 ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.
赫狄莱翁 德摩斯梯尼《对埃斯基涅斯》。赫狄莱翁是维奥蒂亚的一座山,正如忒奥庞普斯在第二十五卷中所言。 “或在路上剪除”用以代替“擒获埋伏者”,即“借由某种埋伏而击倒”;德摩斯梯尼《对阿里斯托克拉忒斯》。
ἨΕΤΙΩΝΕΙΑ Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν η.
埃厄提俄涅亚 安提丰《论政变》。佩赖埃乌斯(比雷埃夫斯)的另一座岬角因获得该土地的埃厄提翁而得名,正如菲洛霍罗斯在《致代蒙辩驳书》中所述。修昔底德在第八卷中亦提及埃厄提俄涅亚。
ἨΚΡΩΤΗΡΙΑΣΜΕΝΟΙ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας3 ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες.
被残害者 德摩斯梯尼《为客忒西丰辩护》: “各自残害了他们自己的祖国”用以代替“毁损者”;因为毁损他人者往往截断其四肢末端,正如索福克勒斯在《波吕克塞娜》中亦然。然而被动态分词“被残害”在此处用作主动态“残害了”之意。
ἩΛΙΑΙΑ ἩΛΙΑΙΑ καὶ ΗΛΙΑΣΙΣ· ἡλιαία μέν ἐστι τὸ μέγιστον δικαστήριον τῶν Ἀθήνησιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων. συνῄεσαν δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων, οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν. ἡλιάζεσθαι δὲ καὶ ἡλίασίς ἐστι τὸ ἐν ἡλιαίᾳ δικάζειν. Λυσίας ἐν μὲν τῷ πρὸς Γλαύκωνα τὴν ἡλιαίαν πολλάκις ὀνομάζει, ἐν δὲ τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, τῷ ἡλιάζεσθαι ἐχρήσατο.
赫利埃亚 赫利埃亚及赫利埃西斯。赫利埃亚是雅典最大的法庭,公案在此由一千或一千五百名审判员集会审理。这一千人由两个法庭合并而成,一千五百人则由三个法庭合并而成。赫利埃泽斯泰(出庭审判)与赫利埃西斯即指在赫利埃亚法庭中进行审判。吕西亚斯在《对格劳孔》中多次提及赫利埃亚,而在《对斐洛尼得斯》(若为真作)中使用了赫利埃泽斯泰这一动词。
ἩΛΙΚΙΑ ΤΗΣ ΠΟΛΕΩΣ ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ’ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς.
城邦之年龄层 用以代替“正当盛年者”,即青年人;吕库尔戈斯《对阿里斯托格同》及德摩斯梯尼《腓力演说》。
ἩΜΙΕΚΤΟΝ ἩΜΙΕΚΤΟΝ καὶ ΗΜΙΜΕΔΙΜΝΟΝ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μη, τὸ χωροῦν κδ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες η, τὸ ἥμισυ.
半赫克透斯 半赫克透斯与半麦狄姆诺斯。戴纳尔科斯《对卡利斯忒涅斯的弹劾案》。麦狄姆诺斯容四十八霍伊尼克斯,容二十四霍伊尼克斯者即为半麦狄姆诺斯,半赫克透斯则是容四霍伊尼克斯之量,为容八霍伊尼克斯的赫克透斯之半。
ἩΜΙΟΛΙΑΣΜΟΣ Ἀντιφῶν Πολιτικῷ διπλασιασμοῦ καὶ ἡμιολιασμοῦ ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ’ ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά.
折半增量 安提丰《政治演说》: “翻倍与折半增量”用以代替在账目中给付一倍半。折半增量数是指包含另一整个数及其半数的数,例如三比之于二。色诺芬在《远征记》中便称,他使士兵们的军饷变为一倍半,以三个“半达里克”代替一个达里克。
ἬΠΕΙΡΟΝ σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ.
大陆 伊索克拉底习惯将处于波斯王统治之下的土地如此称呼,正如在《腓力篇》与《阿基达马斯篇》中那样。
ἩΡΑΚΛΕΙΑ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, νῦν ἂν ὁ Δημοσθένης μνημονεύοι ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει· ταῦτα γὰρ μάλιστα διὰ τιμῆς εἶχον Ἀθηναῖοι.
赫拉克勒斯节 德摩斯梯尼《对埃斯基涅斯》。阿提卡境内虽有许多赫拉克勒斯节,此处德摩斯梯尼所提及的大抵或是马拉松或是库诺萨耳革斯处的节日;因为雅典人对这两处尤为尊崇。
ἩΡΑΙΟΝ ΤΕΙΧΟΣ Δημοσθένης Φιλιππικοῖς. χωρίον ἐστὶν ἐν Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ ᾠκίσθη, ὥς φησι Διονύσιος ἐν ε Κτίσεων.
赫拉堡 德摩斯梯尼《腓力演说》。这是色雷斯境内一处以此命名的要塞,由萨摩斯人殖民建立,正如狄奥尼修斯在《建城记》第五卷中所言。
ἨΡΙΑ Λυκοῦργος ἐν τῷ κατ’ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ̓ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει τὰ οἰκοδομήματα ἔχοντας, ἀλλ’ ὅταν τὰ σώματα εἰς γῆν κατατεθῇ· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν.
埃里亚(墓穴)吕库尔戈斯《对奥托吕科斯》。埃里亚指墓穴,正如演说家本人所表明的那样。有人称通常所有的墓穴都如此称呼,但尤其指那些上部建筑不高、而是将尸体安放在泥土之中的墓穴;且该词派生自表示大地的词。
ἮΣΜΕΝ ἀντὶ τοῦ ᾔδειμεν. Ἀντιφῶν πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ ἡμεῖς μὲν οὖν οὔτε ναυτικὸν ᾖσμεν ὁπόσου δέοι.
知晓 用以代替“知晓”。安提丰《对卡利亚斯检举的抗辩》: “因此我们甚至不知需要多少海军力量。”
ἨΙΤΗΜΕΝΗΝ ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.
借得 用以代替“借得”;德摩斯梯尼《对欧埃耳戈斯》(若为真作)。因为古人将“借”称为“求索”;米南德:“既不乞火,亦不求锅”。
ἩΦΑΙΣΤΙΑ Ὑπερείδης ἐν τῷ ὑπὲρ Ἀκαδήμου. ὅτι δύο πόλεις ἦσαν τῆς Λήμνου, Μύρινά τε καὶ Ἡφαιστία, δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γ Κτίσεων.
赫淮斯提亚 绪珀里得斯《为阿卡得摩斯辩护》。利姆诺斯岛上有两座城邦,即米里纳与赫淮斯提亚,哈尔基斯的狄奥尼修斯在《建城记》第三卷中亦阐明了这一点。
ἨΙΩΝ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ’ ἐν τῇ δ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον.
埃翁 德摩斯梯尼《对阿里斯托克拉忒斯》。埃翁是色雷斯的一座城镇,为门得人的殖民地,正如修昔底德所述;而忒奥庞普斯在第四卷中称,雅典人从埃翁逐出安菲波利斯人后夷平了该地。
- h.hegemonia_dikasteriouκατὰ τὸν αὐτῆς ἑκάστη νόμον
主格阴性单数形容词 ἑκάστη 与复数主语 αἱ ἀρχαί 形成分配性同位语,属格代词 αὐτῆς 起反身作用,分别指代每一官职本身。
- h.heduleionἬ ΕΝ ΟΔΩΙ ΚΑΘΕΛΩΝ
该短语紧接在词条 Ἡδύλειον 之后,作为独立引语或补充词条出现。它以连词 ἤ(或)开头,直接引用演说辞的原文,并用 ἐνεδρεύοντα ἑλών 解释其意。
- h.ekroteriasmenoiἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας
完成时被动分词 ἠκρωτηριασμένοι 如文中所释取主动(或中间态)含义,直接支配宾格直接宾语 τὰς ἑαυτῶν ... πατρίδας;主格 ἕκαστοι 对复数主语构成分配性同位语。
