← 哈尔伯克拉提昂

十演说家词汇集

§p.pentekontarchos-p.peristoichoi

从Pentekontarchos到Peristoichoi的词条

本节辑录并诠释了阿提卡演说家著作中以字母π开头的若干词条,包括五十桨船长、五十分之一税、泛雅典娜节圣袍、阿提卡村区名、青年巡防队之服役期、源于狩猎张网的合围隐喻以及环绕地界成行栽植的橄榄树等用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§p.pentekontarchos

ΠΕΝΤΗΚΟΝΤΑΡΧΟΣ ὁ τῆς πεντηκοντόρου ἄρχων, ὡς δηλοῖ Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ὅτι δὲ πεντηκόντορος ἐκαλεῖτο ἡ ναῦς ἡ ὑπὸ ν ἐρεσσομένη1 πρόδηλον.

五十桨船长(五十桨战船指挥官) 五十桨战船(pentekontoros)的指挥官,正如德摩斯梯尼在《论增任三列桨座战船长》中所阐明的那样。而由五十支桨划行的船被称为五十桨战船,这是显而易见的。

§p.pentekoste

ΠΕΝΤΗΚΟΣΤΗ ΠΕΝΤΗΚΟΣΤΗ καὶ ΠΕΝΤΗΚΟΣΤΕΥΕΣΘΑΙ καὶ ΠΕΝΤΗΚΟΣΤΟΛΟΓΟΙ· πεντηκοστὴ μὲν τέλος τι καὶ πεντηκοστολόγοι οἱ τοῦτο τὸ τέλος ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκοστήν. ταῦτα δ’ ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερείδου ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν.

五十分之一税 “五十分之一税(pentekoste)”、“被征收五十分之一税(pentekosteuesthai)”与“五十分之一税征收官(pentekostologoi)”。五十分之一税是一种捐税,五十分之一税征收官是征收此项税款之人,而“被征收五十分之一税”则是指被课征该项五十分之一税。这些词见于德摩斯梯尼的《控告迈狄亚斯》与《抗辩拉克利托斯》,以及绪珀里得斯的《论欧布洛斯的馈赠》。

§p.peplos

ΠΕΠΛΟΣ Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων· περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τῇ Ἀθηνᾷ τοῖς μεγάλοις Παναθηναίοις οὐ μόνον παρὰ τοῖς ῥήτορσίν ἐστι μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς.

佩普洛斯(大典圣袍) 伊塞奥斯在《论在马其顿之言》中用过。关于在大泛雅典娜节献给雅典娜女神的圣袍(peplos),不仅演说家们有所提及,喜剧诗人们亦曾道及。

§p.pergasethen

ΠΕΡΓΑΣΗΘΕΝ Ἰσαῖος ἐν τῷ κατὰ Θουτίμου. Περγασὴ δῆμος τῆς Ἐρεχθηΐδος· τὸν μέντοι δημότην διχῶς λέγεσθαί φασι, Περγασέα τε καὶ Περγασῆθεν.

来自佩尔加塞(佩尔加塞区民) 伊塞奥斯在《控告图提摩斯》中用过。佩尔加塞是厄瑞克透斯部族的一个村区;然而据说该村区的区民有两种称呼方式,既可称为“佩尔加塞人(Pergaseus)”,亦可称为“来自佩尔加塞者(Pergasethen)”。

§p.periandros

ΠΕΡΙΑΝΔΡΟΣ ὄνομα κύριον.

珀里安得罗斯(人名) 为人名。

§p.peri_tes_en_delfois_skias

ΠΕΡΙ ΤΗΣ ΕΝ ΔΕΛΦΟΙΣ ΣΚΙΑΣ Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς, λέγεσθαι δ’ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις.

关于德尔斐的阴影 德摩斯梯尼在《腓力演说》中用过。狄杜莫斯称,演说家说到“德尔斐的阴影”,乃是对谚语“关于驴的阴影”所作的借用变形,该谚语是针对那些为毫无价值之物而争斗的人所说的。

§p.perithoidai

ΠΕΡΙΘΟΙΔΑΙ Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα. δῆμός ἐστι τῆς Οἰνηΐδος.

佩里透伊代(村区名) 德摩斯梯尼在《控告波利克勒斯》中用过。为俄纽斯部族的一个村区。

§p.perilaos

ΠΕΡΙΛΑΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ ὄνομα κύριον.

佩里拉奥斯(人名) 德摩斯梯尼在《为客忒西丰辩护》中用过。为人名。

§p.periodos

ΠΕΡΙΟΔΟΣ Δημοσθένης Φιλιππικοῖς φησὶν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροῖ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιτεινόμενα, οἷον τριταίους καὶ τεταρταίους· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲν νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι.

周期(病热周期发作) 德摩斯梯尼在《腓力演说》中说: “因为正如热病的周期发作(periodos)或突发那样……” 医生们将那些有规律地缓解又再次加剧的病症称为周期性疾病,例如间日热和三日热;因为在这些病症中,患者在缓解期各天看似全无病痛,而是健康的。

§p.perioikion

ΠΕΡΙΟΙΚΙΟΝ Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον.

外屋(附属房舍/田庄附屋) 伊塞奥斯在《控告墨涅克拉忒斯》中说: “外屋(perioikion)与主宅。” 或许这便是我们所称的田庄附属房屋(epoikion)。

§p.peripolos

ΠΕΡΙΠΟΛΟΣ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό.

巡防队(边防巡逻兵) 埃斯基涅斯在《论使节》中用过。亚里士多德在《雅典政制》中论及青年军人(epheboi)时如此写道: “第二年,在剧场举行公民大会时,他们向人民演练战术操典,从人民手中领得盾与枪,便巡防国土并在各戍所驻留。” 因此应当注意,亚里士多德称青年军人在巡防队中服役一年,而埃斯基涅斯却说是两年;或许演说家之所以提及此事——尽管所有青年军人皆须循例巡防——是因为他本人在巡防队中服役了两年;因此他在作证时亦阐明了这一点。

§p.peristatoi

ΠΕΡΙΣΤΑΤΟΙ Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις2 ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν.

被人围观之物(招引人垣之戏法) 伊索克拉底在《论财产交换》中说: “毫无益处、反被愚蠢之人围成人垣(peristatoi)的杂耍技艺”,意指观众环绕其四周伫立之物。该词亦见于《阿基达穆斯》及欧波利斯的《谄媚者》。

§p.peristasin

ΠΕΡΙΣΤΑΣΙΝ Δείναρχος Τυρρηνικῷ μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου3 καὶ μαρτυρεῖν ἀξιοῦντος καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λέγομενον, ἐν κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τῷ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ ΠΑΡΑΣΤΑΣΙΝ γράφεται.

围聚(团团围住/围成人垣) 狄纳尔科斯在《第勒尼安演说》中说: “此后,在我正准备扬帆起航时,达蒙纠集人手将我团团围住(peristasin poiesamenou)并要求我作证……” 云云。所言之意大概是:他本人与同来者在我四周环绕站立并强迫我作证,以此使其具有“他们使我被围(peristaton me epoiesan)”之意。然而在某些传本中则写作“parastasin”。

§p.peristoichizetai

ΠΕΡΙΣΤΟΙΧΙΖΕΤΑΙ Δημοσθένης Φιλιππικοῖς φησι μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵν’ ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία εἰς τὰ δίκτυα ἐμπέσῃ, ὡς ὑποσημαίνει Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ. ἐν ἐνίοις μέντοι γράφεται ΠΕΡΙΣΤΟΙΧΙΖΕΤΑΙ, ἐν ἄλλοις δὲ καὶ ΠΕΡΙΣΧΟΙΝΙΖΕΤΑΙ.

设网合围(张网围捕) 德摩斯梯尼在《腓力演说》中说: “正趁着我们迟疑延宕、无所作为之际设网合围(peristoichizetai)”,系借自猎人之隐喻。因为猎人沿着野兽的奔逃路径立起直桩,称之为stoichoi或stochoi,在上面张挂围网,以便野兽一旦逃脱,便会落入网中,正如色诺芬在《论狩猎》中所指出的那样。然而在某些传本中写作“peristoichizetai”,而在另一些传本中亦写作“perischoinizetai”。

§p.peristoichoi

ΠΕΡΙΣΤΟΙΧΟΙ Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν. Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκυίας.

周匝成行之橄榄树(环植成列之树) 德摩斯梯尼在《针对尼科斯特拉托斯论阿里图西俄斯的奴隶》中说: “他折断了周匝成行之橄榄树(peristoichoi)的幼株。” 狄杜莫斯将某种橄榄树称为peristoichoi,菲罗科罗斯称其为stoichades。但或许演说家是指环绕田产周围成行栽植的那些橄榄树。

语法注3 条
  1. p.pentekontarchosὑπὸ ν ἐρεσσομένη

    希腊数字ν代表数字50。介词ὑπό后接属格,充当被动分词ἐρεσσομένη的施事/工具,意为“由五十支桨划行”。

  2. p.peristatoiθαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις

    具有被动意义的形容词περίστατος(被围观的、被人团团围住的)与分词γινομέναις连用,并接表示动作主体的介词短语ὑπὸ τῶν ἀνοήτων,整体表达“被愚蠢之人围成人垣/驻足环顾”的被动含义。

  3. p.peristasinπερίστασιν ποιησαμένου

    中动分词ποιησαμένου支配宾格名词περίστασιν构成的成语性表达。词条作者将其阐释为“他本人及同行者将我围成一圈”,即与致使结构περίστατόν με ἐποίησαν(“他们使我被团团围住”)同义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.pentekontarchos-p.peristoichoi