← 哈尔伯克拉提昂

十演说家词汇集

§p.parafruktorein-p.penestai

从Paraphryktorein至Penestai的词条

哈尔波克拉提翁对字母Pi开头的条目(从paraphryktorein至penestai)进行考释,援引演说家与史家文献解释词义、人名、地名以及社会群体(如步兵伙友、佩涅斯特农奴)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§p.parafruktorein

ΠΑΡΑΦΡΥΚΤΩΡΕΙΝ Δείναρχος ἐν τῇ κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν τῷ λόγῳ αὐτὸ ἐξηγήσατο.

放火错报信号(违规举火/为敌举火) 狄纳尔科斯在《针对狄尼亚斯的告发》中用过。不依合宜之法使用烽火(phryktoi),亦即在有利于敌人、有害于友方的情况下使用烽火,人们便作此表达;演说家本人在演说辞中即作此解释。

§p.paregguesen

ΠΑΡΕΓΓΥΗΣΕΝ ΠΑΡΕΓΓΥΗΣΕΝ καὶ ΠΑΡΕΓΓΥΗΘΕΝΤΟΣ· Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἐπιτροπῆς ἀπολογίᾳ φησὶ τὸ μὲν παρὼν, τὸ δὲ παρ’ ἑτέρων μεταλαβεῖν παρεγγύησεν,1 ἀντὶ τοῦ παρέδωκεν ἐντειλάμενος ἑκατέρῳ, τῷ μὲν λαβεῖν, τῷ δὲ δοῦναι. καὶ πάλιν φησὶ τὰ μὲν ἐμοῦ διαλύσαντος, β τάλαντα καὶ λ μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος2 ἀντὶ τοῦ παραλαβόντος.

交付移转(传达移交/接收) “交付(pareggyesen)”与“受托移交/接受(pareggyethentos)”。伊塞奥斯在《针对迪奥法涅斯之后嗣监护辩护辞》中说: “一部分他亲自交付,另一部分则指示由他人接收”,意同“移交(paredoken)”,即向双方分别吩咐,一人负责收取,另一人负责给付。他又说: “一部分由我清偿,计两塔兰同三十谟那,另一部分则由农夫接领”,意同“接领(paralabontos)”。

§p.parelthein

ΠΑΡΕΛΘΕΙΝ ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

胜过(超越/战胜) 意同“战胜(nikesai)”。德摩斯梯尼在《为客忒西丰辩护》中用过。

§p.parousia

ΠΑΡΟΥΣΙΑ ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ περὶ συντάξεως καὶ Δείναρχος ἐν τῷ ὑπὲρ τῆς νεώς. καὶ Κράτης Θηρίοις ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων.

财富资产(丰足/现存财产) 意同“富余(periousia)”或作为致富之由的“产业(ousia)”。德摩斯梯尼在《论军政编制》中、狄纳尔科斯在《为战船辩护》中用过。克拉忒斯在《野兽》中亦言:“过着舒适的生活并拥有充裕的资财(parousia)。”

§p.parrasios

ΠΑΡΡΑΣΙΟΣ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν η περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ’ αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος.

帕拉西俄斯(画家名) 伊索克拉底在《论财产交换》中用过。帕拉西俄斯是一位画家,此事人尽皆知。尤巴在《论画家》第八卷中详述了此人的生平事迹,称其为欧埃诺尔之子兼弟子,按籍贯为以弗所人。

§p.pasinos

ΠΑΣΙΝΟΣ Ἰσοκράτης Αἰγινητικῷ. ὄνομα κύριον.

帕西诺斯(人名) 伊索克拉底在《埃吉那演说》中用过。为人名。

§p.pasion

ΠΑΣΙΩΝ ὄνομα κύριον, τραπεζίτης.

帕西翁(人名) 人名,银行家。

§p.pataikion

ΠΑΤΑΙΚΙΩΝ ὄνομα κύριον, κλέπτης καὶ τοιχωρύχος.

帕泰基翁(人名) 人名,盗贼与凿墙窃贼。

§p.pediaka

ΠΕΔΙΑΚΑ Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς, εἰ γνήσιος ὁ λόγος. ἔστι μοῖρα τῆς Ἀττικῆς, ἣ ἀπὸ τοῦ συμβεβηκότος ἐκαλεῖτο Πεδίον· εἶχε δὲ καὶ προβάτων νομὰς, καὶ τὰ ἐντεῦθεν, ὡς ἔοικεν, ἐκαλεῖτο Πεδιακά. ἔστι δὲ καὶ παρ’ ἄλλοις ῥήτορσι τοὔνομα.

平原区特产(平原牲畜) 若该演说系属真作,吕西亚斯在《针对腓力普斯之监护控告》中用过。阿提卡有一区域,因其地理实况而被称为“平原(Pedion)”;此处亦有羊群牧场,从该地所出产的物品,看来被称为“平原特产(Pediaka)”。该词亦见于其他演说家著作中。

§p.pedaritos

ΠΕΔΑΡΙΤΟΣ Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β Ἑλληνικῶν.

佩达里托斯(人名) 伊索克拉底在《阿基达穆斯》中用过。此人系拉刻代蒙派出者之一,官任军政长官(harmostes),属于品格高尚之人,正如泰奥彭波斯在《希腊史》第二卷中所述。

§p.pezetairoi

ΠΕΖΕΤΑΙΡΟΙ Δημοσθένης Φιλιππικοῖς. Ἀναξιμένης ἐν α Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησὶν ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιῥ??ʼας προθυμότατοι διατελῶσιν ὄντες.3

步兵伙友(步兵禁卫) 德摩斯梯尼在《腓力演说》中用过。阿纳克西梅涅斯在《腓力史》第一卷中论及亚历山大时说: “其后,他令最显赫的人习惯于骑马作战,并称其为‘伙友(hetairoi)’;而将绝大多数人即步兵编为连队、十人队及其他指挥单位,并称其为‘步兵伙友(pezetairoi)’,以便双方皆分享王室伙友之荣衔,从而始终表现出最大的热忱。”

§p.pelanos

ΠΕΛΑΝΟΣ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ’ ὁ Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω. Σαννυρίων δ’ ἐν Γέλωτί φησι πέλανον %2 %2 %2 %2 %2 ἃ καλεῖτε σεμνῶς ἄλφιθ’ ὑμεῖς οἱ βροτοί. Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν ἐκ δ᾽ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ.

祭糕(面糊供品) 吕库尔戈斯在《论女祭司》中用过。此名称在许多古代作家作品中屡见不鲜。阿哈尔奈人阿波罗尼俄斯在《论节日》中如此写道: “同样还有被称为佩拉诺斯(pelanos)之物。据称这是用从打谷场上分出的谷物为诸神制作的某种糕点。” 散尼里翁在《欢笑》中说:“……佩拉诺斯,即你们凡人肃穆地称为大麦粉之物。”狄杜莫斯则称,该词本义指用最精细的麦粉(paipale)做成的面点,糕点即由此制成;抑或源自被摊平(peplatynthai),抑或因其色白——荷马:“正如大雪使田野泛白(epalynen)”——抑或因其发亮(phanon),即白色之意。然而欧里庇得斯在《奥瑞斯特斯》中有一独特用法:“从那悲惨的嘴角拭去泛沫的稠液(pelanos)”,此乃指嘴上的泡沫。

§p.pentakosiomedimnon

ΠΕΝΤΑΚΟΣΙΟΜΕΔΙΜΝΟΝ Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ὅτι δ τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἦσαν καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

五百麦斗级(第一阶层公民) 吕西亚斯在《论奥诺马克勒斯的女儿》中用过。梭伦曾将全体雅典人划分为四个财产等级,五百麦斗级公民(pentakosiomedimnoi)亦位列其中,亚里士多德在《雅典政制》中对此已有阐明。

§p.pepirethos

ΠΕΠΙΡΗΘΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησι καὶ τὴν Πεπαρήθου πόρθησιν. νῆσός ἐστιν αὕτη οὐκ ἄποθεν Εὐβοίας.

佩帕瑞托斯(岛名) 德摩斯梯尼在《为客忒西丰辩护》中说: “以及对佩帕瑞托斯岛的劫掠。” 这是距优卑亚不远的一座岛屿。

§p.peison

ΠΕΙΣΩΝ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. εἷς τῶν λ τῶν παρ’ Ἀθηναίοις τυραννησάντων.

佩松(人名) 吕西亚斯在《控告厄拉托斯梯尼》中用过。在雅典人中实行僭主统治的三十人集团成员之一。

§p.penestai

ΠΕΝΕΣΤΑΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γ Ἑλληνικῶν φησιν ἐπί τινος καὶ τοὺς Πενέστας ὥπλισεν ἐπὶ τοὺς δεσπότας. διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας.

佩涅斯特阶层(色萨利农奴) 德摩斯梯尼在《控告阿里斯托克拉忒斯》中用过。色萨利人中的佩涅斯特阶层(Penestai),即相当于拉刻代蒙人中的黑劳士。至少色诺芬在《希腊史》第三卷中论及某人时说: “并且他将佩涅斯特农奴武装起来反抗其主人。” 斯塔费洛斯在《论色萨利人》第三卷中对他们作了更详尽的论述;他称他们不仅被称为佩涅斯特,还被称为“色萨利奴仆(Thettaliktai)”。

语法注3 条
  1. p.paregguesenτὸ μὲν παρὼν, τὸ δὲ παρ’ ἑτέρων μεταλαβεῖν παρεγγύησεν

    在对此结构中,前项伴随分词 παρών(“亲自在场”,即“亲自”),暗指亲自交付一部分款项;后项则以不定式 μεταλαβεῖν 为补足成分,表示吩咐其从他人处收取其余部分。哈尔波克拉提翁在此解释动词 παρεγγυάω 兼具分别吩咐两方(吩咐一方给付、另一方收取)的双向指示意义。

  2. p.paregguesenτὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος

    属格独立结构。被动语态不定过去时分词 παρεγγυηθέντος 在此作主动/中间语态意义使用,等同于哈尔波克拉提翁释义中的 παραλαβόντος(“接领/接收”),其逻辑主语为 ὁ γεωργός,与前项的属格独立结构 τὰ μὲν ἐμοῦ διαλύσαντος 形成平行对仗。

  3. p.pezetairoiὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιῥ??ʼας προθυμότατοι διατελῶσιν ὄντες

    由 ὅπως 引出的目的从句,接虚拟式 διατελῶσιν。分词 ὄντες 是动词 διατελέω(“始终保持……”)的补充补足分词,与表语形容词 προθυμότατοι(“极度热忱的”)连用。底本中的 ἑταιῥ??ʼας 系OCR识别错误所致的乱码,依阿纳克西梅涅斯文意可确定为 τῆς βασιλικῆς ἑταιρείας(“王室伙友之荣衔”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.parafruktorein-p.penestai