- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.pefasmenes-p.polemarchos
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁引证文献,阐释了阿提卡演说家著作中从“pephasmenes”至“polemarchos”的词汇、地名与官职。
ΠΕΦΑΣΜΕΝΗΣ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης. Λυσίας δ᾽ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος,1 φησὶ τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς.
显现/产生(pephasmenes) 吕库古在《控告吕科普隆》中用以代替“产生(gegenemenes)”。吕西亚斯在《控告提奥姆涅斯托斯》中(若是真作)说: “‘pephasmenos’意为‘公开地(phaneros)’。”
ΠΕΦΟΡΙΩΣΘΑΙ Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ’ Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφοριῶσθαι ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται ΠΕΦΟΡΙΝΩΣΘΑΙ, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ’ ἀνθρώπων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν β Ἀληθείας.
闭合/肥厚(pephoriosthai) 吕西亚斯在《致波利克拉忒斯控告恩佩杜斯书》中(若是真作)说: “要么一只眼睛异常苍白,要么它已闭合(pephoriosthai)”,用于指闭合的眼睛,正如欧福里翁使用该词那样;因为有些眼睛眼睑下垂,宛如闭着。如果写成“pephorinosthai”,则应指“肥厚”,源自兽皮(phorine);因为安提丰在《论真理》卷二中阐明,人们甚至对人也使用phorine一词。
ΠΗΓΑΙ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. Πηγαὶ τόπος ἐν Μεγάροις, ὡς ἐν δ τῆς Ἀτθίδος φησὶν Ἑλλάνικος.
培盖(地名) 安多基得斯在《论和约》中用过(若是真作)。培盖是墨加拉的一处地方,正如赫拉尼科斯在《阿提卡志》第四卷中所说。
ΠΗΛΗΞ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής.
佩勒克斯(村区名) 埃斯基涅斯在《控告客忒西丰》中用过。佩勒克斯(复数Pelekes)是莱昂提斯部族的一个村区,正如地理学家狄奥多罗斯所说。
ΠΙΝΑΚΙΑ τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ’ εἶναι ταῦτα χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγῃ μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα, τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.
木签/抽签铜牌(pinakia) 抽签者投入瓮中用以代替签块之物。这些物件似乎是青铜制的,正如德摩斯梯尼在《论名字》中所暗示的那样。而在《腓力演说》中,当他说: “雅典人啊,这里所有的一切不过是一块小小的、小小的木签(pinakion)”,他大概是指写有针对被弹劾者之控词的案卷板,正如狄纳尔科斯在《为埃斯基涅斯辩护》中所显示的那样。
ΠΙΤΘΕΥΣ δῆμος τῆς Κεκροπίδος ἡ Πιτθός.
皮特透斯(皮托斯区民) 皮托斯是凯克罗普斯部族的一个村区。
ΠΛΕΙΣΤΗΡΙΑΣΑΝΤΕΣ ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην, εἰ γνήσιος. κέχρηται τῷ ὀνόματι καὶ Πλάτων ὁ κωμικὸς ἐν Γρυψίν.
抬高售价(pleisteriasantes) 吕西亚斯在《控告安多基得斯》中(若是真作),用以代替“在出售物品的价格上出价更高”。喜剧诗人柏拉图在《怪鸟传》中亦曾用过该词。
ΠΛΗΡΩΤΗΣ Δημοσθένης κατ’ Ἀριστογείτονος. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτής ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου.
出资清偿人/集资管理人(plerotes) 德摩斯梯尼在《控告阿里斯托格伊顿》中用过。他们将那些把互助集资(eranos)付给抽签中签者或购得该份额者的人称为plerotai。这些人大概就是我们这里所称的集资会首(eranarchai)。plerotes这个词亦见于《控告迈狄亚斯》及狄纳尔科斯的《控告帕特罗克勒斯的儿子们》。
ΠΛΙΝΘΕΙΟΝ ὁ τόπος ἐν ᾧ πλίνθος πλάττεται· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου.
制砖场(plintheion) 制成砖坯的场所;吕西亚斯在《控告吕西提奥斯》中用过。
ΠΛΥΝΤΗΡΙΑ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παρ’ Ἀθηναίοις.
净衣节(plynteria) 吕库古在《论女祭司》中用过。雅典人的一个节日。
ΠΛΩΘΕΥΣ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πλωθειὰ δῆμος τῆς Αἰγηΐδος, ὅθεν ὁ δημότης Πλωθεύς.
普洛透斯(普洛提亚区民) 德摩斯梯尼在《反驳欧布利得斯之上诉》中用过。普洛提亚是埃格伊斯部族的一个村区,因此其区民被称为普洛透斯。
ΠΟΔΟΣΤΡΑΒΗ Ὑπερείδης ἔν τε τῷ κατ’ Ἀθηνογένους καὶ ἐν τῷ κατ’ Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνηγετικῶν καὶ τῆς χρήσεως.
套脚陷阱(podostrabe) 绪珀里得斯在《控告阿忒诺格涅斯》与《控告奥托克勒斯》中皆用过。他们将猎人制作的、野兽踩入其中即被捕获的某些机械装置称为podostrabai。色诺芬在《论狩猎》中论述了其构造与用法。
ΠΟΔΟΚΑΚΚΗ Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ’ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖται τοὔνομα· φησὶ γὰρ ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι.
木枷(podokakke) 德摩斯梯尼在《控告提摩克拉忒斯》中用过。狱中的木枷便如此称呼,要么是插入了另一个kappa,意为“足部摧折(podon kakosis)”,要么正如狄杜莫斯所说,是语音缩合,相当于“束缚双足(podokatoche)”。吕西亚斯在《控告提奥姆涅斯托斯》中(若是真作)解释了该词;他说: “podokakke本身便是如今所谓的‘在木枷中被禁锢’。”
ΠΟΛΙΤΕΙΑ ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας, ὥσπερ Ἰσοκράτης τε ἐν τῷ Πανηγυρικῷ καὶ Δημοσθένης ἐν Φιλιππικοῖς.
政制/民主制(politeia) 演说家们习惯于特意用该词指代民主政体,正如伊索克拉底在《节日集会演说》与德摩斯梯尼在《腓力演说》中那样。
ΠΟΛΕΜΑΡΧΟΣ Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παρ’ Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θ ἀρχόντων. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, πρὸς ταῦτά φησιν αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον·2 ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ α τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν.3
军政官(执政官/人名波勒马科斯) 伊塞奥斯在《针对阿波罗多罗斯关于背弃庇护之辩词》中用过。这是雅典人中一种如此称呼的官职,为九执政官之一。亚里士多德在《雅典政制》中列举了军政官所处理的各项事务后,说: “除这些之外,”他说: “他亲自为外邦居留民(metoikoi)提起有关背弃庇护人、无庇护人、财产继承与女继承人的诉讼,凡执政官为公民所办理的一切其他事务,军政官皆为居留民办理。” 因此,演说家在前述演说中称在军政官面前令阿波罗多罗斯提供担保,乃是顺理成章的;因为阿波罗多罗斯按出身是萨摩斯人,系外邦居留民。而波勒马科斯也是一个人名,即吕西亚斯的兄弟,吕西亚斯本人在《控告厄拉托斯提尼》以及柏拉图在《理想国》卷一与《斐德罗》中皆曾言及。
- p.pefasmenesεἰ γνήσιος
省略系词(ἐστίν)的条件从句,表达学术上的审慎保留:“若是真作的话”。这是辞书编纂者对传世演说真伪持审慎态度时的套用表达。
- p.polemarchosἐγγυῆσαι ... πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον
不定式ἐγγυῆσαι在此具有使役性或法律程序含义,意为“令……提供保证人”,Ἀπολλόδωρον为其直接宾语。介词短语πρὸς τῷ πολεμάρχῳ(在军政官面前)表明该法律担保得以进行的主管官职场所。
- p.polemarchosὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ... φησίν
由主句动词φησίν所统辖的ὅτι从句中出现了语序倒装与词距拆分。ὁ Πολέμαρχος是从句的主语,与τοῦ Λυσίου ἀδελφὸς(吕西亚斯的兄弟)同格,κύριον ὄνομα(专有名词)作为表语名词被前置(“波勒马科斯亦是专有名词,即吕西亚斯的兄弟”)。主句的主语αὐτός τε ὁ Λυσίας ... καὶ Πλάτων则支配末尾的谓语φησίν。
