← 哈尔伯克拉提昂

十演说家词汇集

§p.poliochos-p.probouleuma

从Poliochos到Probouleuma的词条

解释从Poliochos到Probouleuma的词条。内容涉及人名、村区名、节庆游行中的嘲骂与器具、画家波利格诺托斯及同名人物波利斯特拉托斯的考辨、动词proballo的多种用法、名词probole(防御屏障与控告程序)以及议事会初审议案(probouleuma)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§p.poliochos

ΠΟΛΙΟΧΟΣ ΠΟΛΙΟΧΟΣ καὶ ΠΟΛΥΑΛΚΗΣ· ὀνόματα κύρια.

波利奥科斯(Poliochos) 波利奥科斯与波利阿尔克斯:皆为人名。

§p.pompeias

ΠΟΜΠΕΙΑΣ ΠΟΜΠΕΙΑΣ καὶ ΠΟΜΠΕΥΕΙΝ· ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι.

谩骂讥刺(pompeias) “谩骂(pompeias)”与“辱骂(pompeuein)”:德摩斯梯尼在《为客忒西丰辩护》中用以替代“诽谤(loidorias)”与“责骂(loidorein)”。这一比喻转用自狄奥尼索斯节庆巡游中,人们在四轮马车上互相肆意嘲骂的习俗。米南德在《佩林托斯女子》中说:“车上有些恶语(pompeiai),极其恶毒。”

§p.pompeia

ΠΟΜΠΕΙΑ ΠΟΜΠΕΙΑ δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ̓ Ἀνδροτίωνος ὑποσημαίνει. πομπείοις δέ φησι Φιλόχορος πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λ κατασκευασθεῖσιν. ὀψὲ δέ φησι καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν.

巡游祭器(pompeia) 专为巡游典礼(pompe)制作的器皿道具被称为“pompeia”,正如同一位演说家在《控告安德罗提翁》中所指出的那样。斐洛科罗斯说: “早先,雅典人使用的是从三十僭主财产中制作的巡游器皿(pompeia);”他又说: “后来安德罗提翁又制作了另一些。”

§p.porios

ΠΟΡΙΟΣ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος.

波里奥斯(波洛斯区民) 德摩斯梯尼在《反驳欧布利得斯之上诉》中用过。波洛斯是阿卡曼提斯部族的一个村区,其区民为波里奥斯。

§p.porthmos

ΠΟΡΘΜΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας.

波尔特莫斯(地名) 德摩斯梯尼在《为客忒西丰辩护》中用过。是优卑亚岛的一座城镇。

§p.polugnotos

ΠΟΛΥΓΝΩΤΟΣ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς.

波利格诺托斯(画家人名) 吕库古在《论女祭司》中用过。关于画家波利格诺托斯——他出生于萨索斯岛,是阿格劳丰之子兼弟子,获得雅典公民权要么是因为他免费绘制了画廊,要么如其他人所说,是因为绘制了忒修斯神庙和阿纳克神庙中的壁画——阿特蒙在《论画家》中以及尤巴在《论绘画》中同其他学者皆有记载。

§p.polustratos

ΠΟΛΥΣΤΡΑΤΟΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων. ἕτερος δ’ ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπιγραφόμενος ʽὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία.ʼ ἄλλος δ’ ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν1 Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ς τῶν Ἑλληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ’ οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ’ Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύτροπος.

波利斯特拉托斯(人名) 吕西亚斯在《控告色拉叙布洛斯》中用过(若是真作)。波利斯特拉托斯因被控毁损赫尔墨斯神像,被雅典人处决。另有一位波利斯特拉托斯,吕西亚斯名下有一篇题为《为波利斯特拉托斯辩护:反驳颠覆民主制之指控》的演说正是为他所作。还有另一位波利斯特拉托斯,德摩斯梯尼在《腓力演说》中提及,称他曾在科林斯供养一支雇佣军。然而,或许此处应当写成“波利特罗波斯”而非“波利斯特拉托斯”;因为狄杜莫斯说,在任何作家处都未曾发现波利斯特拉托斯统领科林斯雇佣军的记载。至于波利特罗波斯,我确实在色诺芬《希腊史》第六卷中找到了;但色诺芬既未说这支雇佣军是由雅典人供养的,波利特罗波斯本人亦非雅典人。

§p.poseideon

ΠΟΣΕΙΔΕΩΝ Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου. ὁ ς μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται.

波塞狄翁(月份名) 绪珀里得斯在《控告曼提提奥斯》中用过。雅典人的第六个月便如此称呼。

§p.potamos

ΠΟΤΑΜΟΣ Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. Ποταμὸς δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους, ὡς ἄλλοι τε δηλοῦσι καὶ Μένανδρος ἐν Διδύμαις.

波塔莫斯(村区名) 吕西亚斯在《控告尼基得斯怠惰》中用过。波塔莫斯是莱昂提斯部族的一个村区,其区民被称为波塔米奥斯。他们曾因极易接纳非法入籍者而遭到喜剧嘲讽,正如其他人以及米南德在《双生姐妹》中所表明的那样。

§p.proballomenous

ΠΡΟΒΑΛΛΟΜΕΝΟΥΣ ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ’ Αἰσχίνου τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν. ἐν δὲ τῷ κατὰ Μειδίου καὶ προὐβαλόμην φησὶν ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν2 ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων,. ἐν δὲ τοῖς Φιλιππικοῖς φησι προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην.

预作打算/提出/指控/防卫(proballomenous) 用以替代“预先设定(hypotithemenous)”,即在行动之前于心中设想,如德摩斯梯尼在《为客忒西丰辩护》中所用。在《控告埃斯基涅斯》中,他称国策方针是“戒备森严且充满戒心的”(probeblemenen kai apiston),用以替代“谨慎且防备”。在《为客忒西丰辩护》中他说: “如此被提名为宗教代表(probletheis pylagoros),且有三四个人举手表决支持他。” 在《控告迈狄亚斯》中他说: “我提出了公诉(proubalomen),”他说: “控告此人在节庆期间违法,”这是用以替代“我对节庆期间违法者使用了通常且法定的控告程序(probole)”。而在《腓力演说》中他说: “既不懂得也不愿防卫招架(proballesthai)或直视对手,”用以替代如同作战般伸出双手。

§p.probolas

ΠΡΟΒΟΛΑΣ ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ’ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.

防壁/预控指控(probolas) 用以替代由于城邦、城墙或为保障安全与支配权而设立的其他防御力量所产生的“安全防卫(asphaleias)”,德摩斯梯尼在《论与亚历山大的条约》中用过(若是真作)。而在埃斯基涅斯的《论使节职守》中,名词“probole”则源于公开控告某人违法(proballesthai tina adikein)。

§p.probouleuma

ΠΡΟΒΟΥΛΕΥΜΑ τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι·3 Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.

初审议案/预案(probouleuma) 指在提交给民众大会(demos)之前由议事会(boule)表决通过的议案;德摩斯梯尼在《控告埃斯基涅斯》中用过。

语法注3 条
  1. p.polustratosμήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν

    μήποτε连用直陈式现在时δεῖ,表示委婉的推测或建议(“然而或许在此处应当写成……”)。在语境中充当对文本异文或演说提及人物的考订性推测。

  2. p.proballomenousπροὐβαλόμην... ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν

    προβάλλεσθαί τινα ἀδικεῖν 是特有的法律专门句法,意为“提请对某人违法行为提起控告(probole)”。宾格 τοῦτον(不定式的主语)与不定式 ἀδικεῖν 构成中动动词 προὐβαλόμην 的补足语。

  3. p.probouleumaτὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι

    该句由中性定冠词τό与被动过去分词ψηφισθέν构成名词化短语,πρίν从句(连词πρίν+被动不定式εἰσενεχθῆναι)限定表决发生的时间节点:“在被提交至公民大会之前由议事会表决通过之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.poliochos-p.probouleuma