← 哈尔伯克拉提昂

十演说家词汇集

§p.parakataboae-p.parastasis

从保证金到立案费的词汇

哈尔波克拉提翁解释了见于演说家著作中的若干词汇(如保证金、辅佐官、颊囊蛇、行诈欺瞒、舞台侧翼、伪劣、立案费等)的法律定义与语源用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§p.parakataboae

ΠΑΡΑΚΑΤΑΒΟΑΗ ΠΑΡΑΚΑΤΑΒΟΛΗ καὶ ΠΑΡΑΚΑΤΑΒΑΛΛΕΙΝ· οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν· καὶ τούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν.1 ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν ὅτι τὸ ε μέρος τοῦ ἀμφισβητουμένου κατετίθετο. περὶ μὲν οὖν τῶν δημοσίων πολλαχοῦ εἴρηται τῷ Λυσίᾳ, ὥσπερ ἔν τε τῷ πρὸς Ἀλκιβιάδην περὶ οἰκίας καὶ ἐν τῷ πρὸς Ἀσωπόδωρον περὶ οἰκίας, περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δευτέρῳ. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησὶ καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς.

保证金(审判预付款) “诉讼保证金(parakatabole)”与“缴纳保证金(parakataballein)”:那些就某些被没收的财产向城邦提出争议的人,以及就遗产或女继承人向私人进行诉讼的人,都会存入一笔钱;若他们在诉讼中败诉,就必须被没收(丧失)这笔钱。在针对公共财产的争议中,显然要存入所争议金额的五分之一。关于公共诉讼,吕西亚斯在多处提到过,如在《反驳阿尔基比亚德斯论房产》和《反驳阿索波多罗斯论房产》中;关于遗产争议,其他演说家亦曾述及,绪珀里得斯在《论希庇欧斯的遗产之二》中亦有提及。不过,德摩斯梯尼在《反驳潘泰内托斯的异议申辩》中论及某起私人诉讼时说: “此后,他一取回诉讼保证金,便立即再次传唤我应诉。”

§p.parabaloito

ΠΑΡΑΒΑΛΟΙΤΟ ἀντὶ τοῦ παραπέμψαιτο Αἰσχίνης κατὰ Κτησιφῶντος.

委托照料(护送/托付) 意同“护送、遣送(parapempsaito)”。埃斯基涅斯在《控告客忒西丰》中用过。

§p.paredros

ΠΑΡΕΔΡΟΣ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν.

辅佐官(助理官) 吕库尔戈斯在《论女祭司》中用过。此名称在演说家和早期喜剧中屡见不鲜。亚里士多德在《雅典政制》中说: “执政官与战务长亦各选任两名辅佐官(paredroi),任由其意愿挑选;这些人在任职前须在法庭接受资格审查,任满离职时须提交财务审查。”

§p.pareiai_ofeis

ΠΑΡΕΙΑΙ ΟΦΕΙΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου γράφει ταυτί εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν.2

颊囊蛇(帕雷埃蛇) 德摩斯梯尼在《为客忒西丰辩护》中用过。某些蛇因拥有较大的面颊而被称为帕雷埃蛇,正如克拉提诺斯在《特罗福尼俄斯》中所暗示的那样。绪珀里得斯在《控告德马得斯》中写道: “演说家们正如蛇类:因为所有的蛇固然都是令人憎恶的,但蛇类自身之中,蝰蛇伤害人类,而帕雷埃蛇则会吞噬蝰蛇本身。”

§p.parresias

ΠΑΡΡΗΣΙΑΣ ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας Ἰσοκράτης Βουσίριδι.

畅所欲言(放言无忌/诽谤诋毁) 意同“诽谤”与“辱骂”。伊索克拉底在《布西里斯》中用过。

§p.parakrouetai

ΠΑΡΑΚΡΟΥΕΤΑΙ ἀντὶ τοῦ ἐξαπατᾷ. πολὺ δ’ ἐστὶ παρά τε τοῖς ἄλλοις Ἀττικοῖς καὶ παρὰ Δημοσθένει ἐν τοῖς Φιλιππικοῖς. μετῆκται δὲ τοὔνομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν, καὶ ὡς Σοφοκλῆς που ὡς μήτε κρούσῃς μήθ’ ὑπὲρ χεῖλος βάλῃς.

行诈欺瞒(轻敲量器以作弊) 意同“欺骗(exapata)”。此词在其他阿提卡作家以及德摩斯梯尼的《腓力演说》中多见。该词引申自称重或量取物品之人为了多占便宜而敲击量器、摇晃器具;正如索福克勒斯在某处所言:“使你既不敲打量器,亦不使其溢出器沿。”

§p.paraskenia

ΠΑΡΑΣΚΗΝΙΑ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρασκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κ Νόμων ὑποσημαίνει, ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι.

舞台侧翼(副台) 德摩斯梯尼在《控告迈狄亚斯》中用过。正如泰奥弗拉斯托斯在《法律论》第二十卷中所指出的,紧邻舞台(skene)为比赛准备而专门划出的场地似乎被称为副台(paraskenia)。但狄杜莫斯则称,歌舞场两侧的入场通道被称为副台。

§p.parasemos_retor

ΠΑΡΑΣΗΜΟΣ ῬΗΤΩΡ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους.

劣品演说家(伪币般的演说家) 德摩斯梯尼在《为客忒西丰辩护》中用过。此系由钱币引申比喻而来,那些钱币被称为伪币(parasema),或是因为钱币兑换商在下方刻下某种表示其成色恶劣的标记,或是因为它们被伪造刻印。演说家本人在《控告梯摩克拉忒斯》中已表明,“parasemon”一词用于指称钱币。

§p.parastasis

ΠΑΡΑΣΤΑΣΙΣ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησὶν οὕτως εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται,3 ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ’ ὑπωμοσίαν ἑκάστην.

立案呈递费(诉讼费) 伊塞奥斯在《论皮洛斯的遗产》中用过。该词见于许多阿提卡作家,是指私人诉讼当事人存入的一德拉克马钱币。米南德在《厌女者》中说:“而一块双折书写板和一德拉克马的立案费(parastasis)把〔人〕拖去那里。”亚里士多德在《雅典政制》中论及司法官(thesmothetai)时如是说: “在他们面前提起、须缴纳立案费的公诉案件有:冒充公民罪、受贿冒充公民罪(即某人通过行贿免受冒充公民之罪)、公文虚假登记罪、伪造传票罪、谋议罪、未登记债务罪以及通奸罪。” 法勒隆的德米特里俄斯在《论立法》中说,仲裁官们收取德拉克马钱币,一份在起诉立案时收取,称为立案费,另一份则在每次宣誓申请延期审理时收取。

语法注3 条
  1. p.parakataboaeτούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν

    非人称动词 ἐχρῆν(未完成过去时)统辖带宾格的不定式结构(αὐτοὺς στέρεσθαι),动词 στέρεσθαι 支配表示剥夺的属格 τούτου。条件从句 εἰ τὴν δίκην ἡττηθεῖεν 中使用祈愿语气(不定过去时),表示过去反复发生的一般性假设条件(“凡败诉之时”)。

  2. p.pareiai_ofeisτοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν

    属于从属于间接引语(承接 γράφει ταυτί 及 εἶναι)的不定式从句。主语为宾格 τοὺς δὲ παρείας,与不定式 κατεσθίειν 搭配。强调代词 αὐτούς 置于宾语 τοὺς ἔχεις 之前并与之保持一致,表示“那些蝰蛇本身”。

  3. p.parastasisὧν παράστασις τίθεται

    关系代名词 ὧν 的先行词为前文的阴性复数名词 γραφαί(公诉案件)。属格在此充当关联属格(“关于这些诉讼”)或名词 παράστασις 的宾格性属格(“为其缴纳立案费的公诉案件”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.parakataboae-p.parastasis