- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.pandosia-p.parapeptokos
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁对从“潘多西亚”到“屈从迎合者”的诸词条进行阐释,结合演说家辞章及史料考释雅典部族、节日、要塞、公船、法庭及词义用法。
ΠΑΝΔΟΣΙΑ Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίᾳ πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν γ ἱστόρηκεν.
潘多西亚 德摩斯梯尼在《腓力演说》中用过。泰奥彭波斯在第三卷中记载了卡索皮亚境内诸城镇的陷落,潘多西亚即其中之一。
ΠΑΝΔΙΟΝΙΣ Δημοσθένης κατὰ Μειδίου. μία τῶν δέκα φυλῶν παρ’ Ἀθηναίοις ἐστὶ, κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φορμισίου.
潘狄奥尼斯 德摩斯梯尼在《控告迈狄亚斯》中用过。雅典人的十个部落之一,得名于厄里克托尼俄斯之子潘狄翁;正如许多其他人所言,绪珀里得斯在《为福尔米西俄斯申辩》中亦如此记载。
ΠΑΝΑΘΗΝΑΙΑ Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων, ἑκάτερος ἐν α Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γ τῶν Ἀττικῶν.
泛雅典娜节 德摩斯梯尼在《腓力演说》中用过。雅典举行两类泛雅典娜节:一类每年举行,另一类每五年(即每隔四年)举行一次,人们亦称后者为大泛雅典娜节。伊索克拉底在《泛雅典娜节演说》中说: “在大泛雅典娜节前不久。” 赫淮斯托斯之子厄里克托尼俄斯最早创立了该节日,正如赫拉尼科斯和安德罗提翁各自在《阿提卡史》第一卷中所言。在此之前它被称为雅典娜节,正如伊斯忒洛斯在《阿提卡记》第三卷中所指出的那样。
ΠΑΝΑΚΤΟΣ Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ ε, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ.
帕纳克托斯 德摩斯梯尼在《控告科农》中用过。这是位于阿提卡与维奥蒂亚之间的一座城镇,欧里庇得斯在《埃勾斯》中亦提及。修昔底德在别处以及第五卷中用中性(帕纳克顿)称呼此地,但米南德在《畏声者》中则用阳性(帕纳克托斯)。
ΠΑΝΔΡΟΣΟΣ ὄνομα γυναικός.
潘德罗索斯 女子之名。
ΠΑΡΑΓΡΑΦΗ οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν,1 ἀλλ’ ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δ᾽ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου.
反诉(异议申辩/行间标号/限定期限) 演说家们使用此词不仅限于其常见且周知的含义(程序性异议申辩),而且伊索克拉底在《论财产交换》中以特殊含义说: “从旁记标号(paragraphe)处开始朗读,”这指的是直到如今我们仍称为“段落线”(paragraphos)的那种标记;该句的意思即是“从我做旁注处起”,也就是“从我引述处起”。而绪珀里得斯在《控告德摩斯梯尼》中说: “甚至未至期限(paragraphe),”意即甚至未至某个确定的、被标注划定的期限,也就是被限定的时限。
ΠΑΡΑΓΓΕΛΙΑ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ὅση σπουδὴ καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ’ ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει καὶ τὰς ἰδίᾳ παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις.
竞选拉票(串通请求/游说) 德摩斯梯尼在《控告埃斯基涅斯》中说: “关于这场诉讼进行了何等激烈的营求与奔走游说(paraggelia)。” 埃斯基涅斯在《控告客忒西丰》中亦在某种程度上运用了同样的想法: “雅典人啊,你们看到这番准备,这番排兵布阵的声势,以及某些人在市场上所做的恳求。” 狄纳尔科斯在《控告波吕欧克托斯的报告》中说: “以及私下进行的奔走游说与种种恳求。”
ΠΑΡΑΚΛΗΣΙΣ2 ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ’ εὐνοίας ἀκοῦσαί μου μετ’ ὀλίγον φησὶν νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς.
劝勉(呼吁/恳请) 意同“劝诫、激励”。伊索克拉底在《劝勉篇》中说: “故而我们并非拟定劝诫(paraklesis),而是撰写了规诫格言(parainesis)。” 然而它偶尔亦用于替代“恳请”。吕库尔戈斯在《论女祭司》中先是说: “这场诉讼若纯系为了私事,我本会恳请你们怀着善意垂听于我,”随后不久又说: “但如今我认为,即便没有我的恳请(paraklesis),你们自己亦会如此行事。”
ΠΑΡΑΛΟΣ Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ’ Ἀθηναίων πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα Παράλου. οἱ δὲ ἐπιβεβηκότες αὐτῆς3 ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν τέτταράς τε ὀβολοὺς ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος ἐν κα.
帕拉洛斯号 德摩斯梯尼在《腓力演说》中用过。雅典人派往执行公差的三列桨战船之一,得名于某位名为帕拉洛斯的英雄。其登船服役的船员被称为“帕拉洛伊”;由于这项服役,他们领取四俄波洛斯,并且一年中的大部分时间留在家中,城邦还赋予他们若干其他特权,正如绪珀里得斯在《控告阿尔克斯特拉提得斯》中所说。菲拉科斯在第二十一卷中亦提及英雄帕拉洛斯。
ΠΑΡΑΒΥΣΤΟΝ οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ’ αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων,4 τουτέστι παραπληρωμάτων.
旁侧隐蔽所(偏僻法庭/填塞物床铺) 雅典某座法庭的名称,由十一人官主持审判;安提丰在《反驳尼科克勒斯论界石》中用过。其他喜剧诗人们以及梯摩克勒斯在《俄瑞斯忒斯-奥托克利得斯》中亦提及此法庭。此外,新房内的一种床榻亦被称为“填塞床”,绪珀里得斯在《控告帕特罗克勒斯》中曾提及。这些称呼似乎都是由货物中的“填塞物(parabysma)”即充填垫塞材料引申比喻而来的。
ΠΑΡΑΠΕΠΤΩΚΩΣ ἀντὶ τοῦ ὑποπεπτωκώς Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.
屈从迎合者 用于替代“卑躬屈服者(hypopeptokos)”。德摩斯梯尼在《控告斯特法诺斯》中用过。
- p.paragrafeοὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν
“常见且周知的含义”指演说家法庭词章中作为程序性抗辩、阻却诉讼审理的法律异议(paragraphe)。作者以此同后文举出的罕见用法(栏外标记线、规定时限)形成对比。
- p.parakaesisΠΑΡΑΚΛΗΣΙΣ
词头 ΠΑΡΑΚΛΗΣΙΣ(παράκλησις)是由动词 παρακαλέω 派生的 -σις 型动作名词,如词条正文所述,意为“劝勉”(προτροπή),偶尔亦作“恳请”(δέησις)解。引文中的 παράκλησιν、παρακλήσεως 为其宾格与属格形式。
- p.paralosοἱ δὲ ἐπιβεβηκότες αὐτῆς
动词 ἐπιβαίνω 亦可带与格或介词短语,此处支配属格 αὐτῆς,表示登上或乘役于该船。
- p.parabustonλέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων
接于动词 ἔοικε 之后的不定式结构。中性复数代词 ταῦτα 指代前述的“偏僻法庭”(Parabyston)和新房中的“填塞床”。παραβύσματα 指货物之间填塞的垫料,引申指被塞入角落、狭小处之物。
