- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.pagasai-p.pandia
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节辑录并训释了自“帕加塞”至“潘狄亚节”以字母Pi开头的条目,结合雅典演说家的引用,考释了地名、区名、法律与习语用词、神明称号及节庆渊源。
ΠΑΓΑΣΑΙ Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ ε τῶν Φιλιππικῶν δηλοῖ.
帕加塞 德摩斯梯尼在《腓力演说》中用过。帕加塞是费赖人的港口,正如泰奥彭波斯在《腓力史》第五卷中所指出的那样。
ΠΑΙΑΝΙΕΙΣ ΠΑΙΑΝΙΕΙΣ καὶ ΠΑΙΟΝΙΔΑΙ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ’ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανέα, χωρὶς τοῦ ι. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.
帕亚尼亚区民 帕亚尼亚区民与帕奥尼代区民。埃斯基涅斯在《控告客忒西丰》中说: “当他就其表兄弟、帕亚尼亚的德摩墨勒斯向战神山法庭提起控告时。” 狄迪莫斯认为应当去掉字母iota写作“Paianea”。属于潘狄奥尼斯部落的帕亚尼亚区民有两个区,狄奥多罗斯称它们分别为“上帕亚尼亚”和“下帕亚尼亚”;同样,他说这两个区的区民皆称为“帕亚尼亚人”。这些人有别于帕奥尼代人,正如伊斯忒洛斯在《杂录》中所暗示的那样。演说家们也提及这些人,如狄纳尔科斯在《关于水渠控告斯特法诺斯》中那样。此区属于莱昂提斯部落,正如同一位狄奥多罗斯所指出的。
ΠΑΛΙΝΑΙΡΕΤΟΣ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν1 καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς Ἰχθύσι λέγων αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους.2 ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις.
再选出者(转向者/重获公民发言权者) 狄纳尔科斯在《关于除名后检举波吕欧克托斯的检举词》中用过。演说家称波吕欧克托斯为“再选出者”,或许是因为他曾诬告某些人,随后又接受贿赂去帮助这同一批人,正如演说辞本身所显明的那样;或者是由于他作为诬告者被定罪并处以罚金,因此在缴清所欠罚金之前被禁止发言,随后在缴清罚金后再次公开发言,正如这在演说辞中也有所表明。因为人们把这类人,以及在任职被投票罢免后又重新被投票选任者,称为“再选出者”,欧波利斯在《浸染者》中表明了这一点,阿尔基普波斯在《鱼群》中谈及先撤销被选出的事务主管人资格、继而又重新审核接纳时亦如此说道: “因此,如果我们这样做,就有可能在不知不觉中所有人全都成了再选出者。” 至于被拆毁后又重建的建筑物,品达在《酒神颂》中亦用过此词。
ΠΑΛΙΝΣΚΙΟΝ Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ.
浓荫蔽日/阴暗的 伊赛奥斯在《反驳祭祀团体》中: “该地产亦不得变得浓荫蔽日,”用于替代“阴凉”;但阿尔基洛科斯在三音步短长格诗中按“阴暗处”的意思使用:“他们在浓荫(阴暗处)靠着墙倚坐”;索福克勒斯在《伊纳科斯》中则用于替代“阴沉晦暗的”:“伴随着阴暗的风暴”。
ΠΑΛΙΜΒΟΛΟΝ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος3 παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου.
转手货物(反复倒卖的奴隶/变节者) 埃斯基涅斯在《论使节》中用过。因买卖而被频繁转手的转卖奴隶被称为“转手货物”,这从狄纳尔科斯的《控告波吕欧克托斯》和米南德的《西库翁人》中均可明显看出。
ΠΑΛΛΗΝΕΥΣ Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον.
帕勒涅区民 绪珀里得斯在《为海勒菲洛斯申辩》中用过。帕勒涅是安提奥基斯部落的一个区。表示从该地而来的副词,狄纳尔科斯在《控告斯特法诺斯》中作“自帕勒涅”,其区民则为“帕勒涅人”。色雷斯亦有一处帕勒涅,这是众所周知的。
ΠΑΛΑΜΝΑΙΟΣ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει.
亲手杀人者(血手凶犯) 绪珀里得斯在《控告德马得斯》中用过。凡亲手(以手掌)杀害他人者,人们称之为“血手凶犯”,正如奥托克利得斯在《解说录》中亦有所暗示的那样。
ΠΑΜΒΩΤΑΔΗΣ Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος.
潘博塔代区民 德摩斯梯尼在《反驳尼科斯特拉托斯》中用过。潘博塔代是厄瑞克忒伊斯部落的一个区。
ΠΑΝΔΑΙΣΙΑ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος.
盛宴(丰盛筵席) 伊赛奥斯在《反驳墨冬》中用过。该词在古喜剧中亦屡见不鲜;“盛宴”意指在宴席上一切物资充裕无缺。狄迪莫斯的解释未免过于繁琐牵强。
ΠΑΝΔΗΜΟΣ ἈΦΡΟΔΙΤΗ Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ς Κολοφωνιακῶν Σόλωνά φησι σώματα ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον.
全民的阿佛洛狄忒 绪珀里得斯在《控告帕特罗克勒斯》(若系真作)中用过。阿波罗多洛斯在《论诸神》中称,在雅典古阿哥拉周围设立的神祠之所以被称为“全民的”,是因为古时全城民众皆聚集在此处参加被称为“阿哥拉”的公民大会。尼坎德罗在《科洛丰史》第六卷中说,梭伦为青年人购买了美貌的人口(妓女)安置在妓院中,并用积攒下来的钱财建立了全民阿佛洛狄忒的神庙。“全民的”即“大众共有的”之意。
ΠΑΝΔΙΑ ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη.
潘狄亚节 雅典在狄奥尼索斯节之后举行的一种节日。
- p.palinairetosἀποχειροτονηθέντας τὴν ἀρχὴν
在被动分词 ἀποχειροτονηθέντας 后面的宾格 τὴν ἀρχήν 属于关系宾格(或保留宾格),即主动语态下双宾格结构(投票免去某人的职位)在变为被动语态后仍保留职位的宾格。
- p.palinairetosκίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους
此处为 κίνδυνος [ἐστί] 接不定式 λαθεῖν,并结合了 λανθάνω 带补充从属分词(γενομένους)的惯用句式(意为“在不知不觉中做某事”)。宾格 ἁπαξάπαντας 作不定式 λαθεῖν 的主语,分词 γενομένους 在性、数、格上与之一致。
- p.palimbolonὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος
名词 παλίμπρατος(转卖之奴/再卖之物)与带定冠词的分词短语 ὁ μεταβεβλημένος(被转手之人)构成同位或主语限定,介词短语 ἐπ’ ἐμπολῇ 则表买卖目的或状态(作为商品/为了贸易)。
