- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:o.hoti_nomos_estin_uper-o.ocheion
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段收录以omicron和upsilon开头的词条,包括以“hoti”(关于……之事)引导的多条法律与历史引文、省略谚语“不与众人停泊在同处”、所有权追索的三阶段诉讼(财产诉讼)、地名俄弗律尼翁以及多义词ocheion。
ὍΤΙ νόμος ἐστὶν ὑπὲρ ὍΤΙ νόμος ἐστὶν ὑπὲρ μ ἔτη γενόμενον1 χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.
年过四十者(法律规定) 关于年过四十者方可担任少年合唱队领队(歌队领袖)的法律,埃斯基涅斯在《控告蒂马科斯》以及亚里士多德在《雅典政制》中均有述及。
ὍΤΙ ξένους τινὰς ὍΤΙ ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ’ ἐν τῷ κατ’ Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν.
某些宾客(萨提罗斯请求) 埃斯基涅斯在《论使节》中称,萨提罗斯在酒宴上向腓力请求释放自己在腓力葡萄园服苦役掘地且被捆绑的宾客俘虏;但德摩斯梯尼在《控告埃斯基涅斯》中则说萨提罗斯请求释放的是阿波罗法涅斯的女儿们,且后者似乎更符合实情。因为亚里士多德在致腓力的一封书信中确实提到,腓力将阿波罗法涅斯的女儿们释放给了演员萨提罗斯。
ὍΤΙ οἱ ἁλόντες ἐπ̓ ὍΤΙ οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγ τῶν Νόμων δηλοῖ.
犯过失杀人罪者 关于因过失杀人罪而被判有罪者仍有权处置并管理其个人私产,德摩斯梯尼在《控告阿里斯托克拉忒斯》中有所暗示,泰奥弗拉斯托斯在《法律论》第十三卷中亦明确指出。
ὍΤΙ οἱ ποιητοὶ ὍΤΙ οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν κα Νόμων.
养子们 关于养子除非在养父家中留下婚生子嗣,否则无权返回生父家庭的规定,安提丰在《反驳卡利斯特拉托斯的监护演说》及梭伦在《法律论》第二十一卷中均有阐述。
ὍΤΙ τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ ὍΤΙ τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος.
悬赏捕人所设的赏金 关于为通缉悬赏某些人而宣布的赏金均置于祭坛之上,伊赛奥斯在《反驳苏格拉底学派欧克利德》(若系真作)中有所提及。
ὍΤΙ πρὸς τὴν φυλὴν ὍΤΙ πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ.
向所有者所属的部落 关于针对奴隶提起的诉讼须向其所有者所属的部落提起,伊赛奥斯在《反驳阿波罗多洛斯的弃主诉讼申辩》中作了说明。
ὍΤΙ παιδὶ καὶ γυναικὶ οὐκ ὍΤΙ παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν.
未成年人与妇女不得 关于未成年人与妇女不得订立超过一麦地姆诺斯大麦价值之契约的规定,伊赛奥斯在《论阿里斯塔科斯的遗产》中有所述及。
ὍΤΙ χιλίας ὍΤΙ χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον.
罚款一千德拉克马 关于在道路上行为不检的妇女被处以一千德拉克马罚金,绪珀里得斯在《控告阿里斯塔戈拉》第二篇中有所记述。喜剧诗人克罗比洛斯称,关于此事的法律是由腓力皮得斯所立。
ΟΥΚ ΕΠΙ ΤΗΣ ΑΥΤΗΣ ΟΡΜΕΙ ΤΟΙΣ ΠΟΛΛΟΙΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας.2
不与众人停泊在同一(锚地) 德摩斯梯尼在《金冠演说》中用过。这是一句省略表达的谚语,因此必须从文外补出“锚(ankyras)”一词来理解。
ΟΥΣΙΑΣ ΔΙΚΗ οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην· ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας·3 εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ ἐξίστασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παρ’ ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔν τε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιη περὶ νόμων.
财产诉讼 凡就土地或房屋与占有者打官司的人,均提起财产诉讼作为第二步诉讼。此前的第一步诉讼,若是房屋则追讨租金,若是土地则追讨产出收益;而在此二者之上的第三步诉讼则是驱逐执行(拒不退让)诉讼。即便占有者在追讨产出或租金的诉讼中败诉,甚至在第二步财产诉讼中亦败诉,他们仍被允许继续占据该产业;但若在驱逐执行诉讼中再次败诉,则绝不允许继续霸占,而必须立即将产业让渡给胜诉获判者。这些程序在其他演说家作品中亦有记载,但在伊赛奥斯的《就土地反驳蒂摩尼得斯》和《反驳多罗忒奥斯的驱逐诉讼》中叙述得最为详尽准确。泰奥弗拉斯托斯在《法律论》第十八卷中亦讨论了该诉讼。
ὈΦΡΥΝΙΟΝ Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γ Ἀτθίδος.
俄弗律尼翁 德摩斯梯尼在《反驳阿帕图里奥斯》中提及。此地为特罗阿斯地区的一座城市,安德罗提翁在《阿提卡史》第三卷中有所说明。
ὈΧΕΙΟΝ ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ’ ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.
坐骑/配种马/配种场(赁车所) 狄纳尔科斯在《关于马匹反驳安提法涅斯的申辩》中用于替代“车辆/乘骑”,同篇演说中该作者亦用于指“指定的种马”,因为他说: “他们为我买下这匹马充当种马。” 吕库古在《论财政管理》中则提及“配种所(赁车所)的邻人”;这或许是指进行牲畜配种或出租车辆乘骑的某处场所。
- o.hoti_nomos_estin_uperὑπὲρ μ ἔτη γενόμενον
不定式 χορηγεῖν 的逻辑主语(宾格)。希腊字母“μ”代表数字40,整句意为“年满四十岁以上的人”。介词 ὑπέρ 加上表示年龄的宾格词表示“超过某岁”。
- o.ouk_epi_tes_autes_ormei_tois_polloisπροσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας
由动词性形容词 προσυπακουστέον 构成的无人称结构(“应当从文外补足理解”)。所引谚语“οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς”省略了阴性属格名词 ἀγκύρας(锚),原义为“不与众人停泊在同一锚上”,比喻立场或处境不同。
- o.ousias_dikeκαὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας
复合条件句结构:由 καὶ εἰ... καὶ εἰ...(无论在……诉讼中败诉,还是在……诉讼中败诉)引导两个并列的让步从句(带祈愿式动词 ἡττηθεῖεν),修饰主句 ἐξῆν... κρατεῖν τῶν κτημάτων(仍被允许保持对产业的占有)。手稿所传 τοῖς ἑλοῦσι(胜诉者)在法理文脉上常被校订为 τοῖς ἔχουσι(占有者/持有者);从构词与骨架上看,该句旨在说明雅典诉讼程序的递进性,即占有者在前两阶段败诉后仍可保有产业,直到第三阶段被判驱逐执行为止。
