- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:o.opisthodomos-o.oschoforoi
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录以字母o开头的词条“opisthodomos”至“oschophoroi”,结合阿提卡演说家与诗人的用例,阐释国库、祭社成员、界石、世俗公款及携葡萄枝者等词汇的含义与典故。
ὈΠΙΣΘΟΔΟΜΟΣ Δημοσθένης ἐν τῷ περὶ συντάξεως ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. ὁ οἶκος ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οὕτω καλεῖται, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα.
后殿(后室/国库) 德摩斯梯尼在《论编制》中说: “想必诸位知晓,前不久有人撬开了后殿。” 雅典娜神庙后方的房间被称为后殿,公款存放于其中。
ὈΡΓΑΣ Δημοσθένης ἐν τῷ περὶ συντάξεως. ὀργὰς καλεῖται τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα, ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη τοιαύτη τις οὖσα, περὶ ἧς ἐπολέμησαν Ἀθηναῖοι Μεγαρεῦσιν.
圣荒地(未开垦地) 德摩斯梯尼在《论编制》中用过。草木丛生、多山且未耕作的土地被称为奥尔加斯(orgas),麦加拉的圣荒地亦因属于此类土地而得名,雅典人曾为此与麦加拉人交战。
ὈΡΓΕΩΝΑΣ Ἰσαίου λόγος ἐστὶ πρὸς ὀργεῶνας, ὀργεῶνες δ’ εἰσὶν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα δρᾶν, ἤτοι παρὰ τὸ ὀρέγειν τὼ χεῖρε, ἢ παρὰ τὰ ὄργια, ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχός τέ που καὶ Αἰσχύλος ἐν Μυσοῖς. μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι,1 ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν.
祭社成员(奥尔革翁) 伊赛奥斯有演说《控告祭社成员》。祭社成员是为尊奉神明或英雄而聚会的人;因为“举行祭仪(orgiazein)”是指献祭并履行惯常仪式,该词要么源自伸出双手,要么源自秘仪(orgia),要么是因为在圣荒地和圣林中举行祭礼。然而诗人们仅将此词用于祭司,如安提马科斯在某处以及埃斯库罗斯在《密细亚人》中那样。但后来或许演变为某些人为了尊崇逝者而聚会,并同样被称为祭社成员,这可从泰奥弗拉斯托斯的遗嘱中看出。
ὈΡΓΕΩΝ ἀντὶ τοῦ ὀργεώνων Λυσίας ἐν τῷ περὶ τοῦ Θεοπόμπου κλήρου.
祭社成员的(所有格词形) 吕西亚斯在《论泰奥彭波斯的遗产》中用以替代标准属格形式“orgeonon”。
ὈΡΙΚΑ ΖΕΥΓΗ τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ.
骡车(山兽的轭具) 指“奥雷乌斯(oreus)”的、亦即骡子的〔轭具〕。埃斯基涅斯在《论使节》中用过;荷马以及阿里斯托芬在《蛙》中均表明古人曾称骡子为“山兽(oreas)”。
ὈΡΙΓΝΗΘΗΝΑΙ ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας α.
渴望(追求) 安提丰在《真理》第一卷中用于替代“欲求”。
ὈΡΚΑΝΗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος β. μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιὰ, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος.
栅栏(围墙) 吕库古在《控告吕科弗隆》第二篇中用过。或许篱栅,亦即围栏和石墙被如此称呼,其词源要么来自“阻挡(erykein)”,要么来自“围墙(herkos)”。荷马说:“垒砌石墙作为葡萄园的围栏。”
ὈΡΝΙΘΕΥΤΗΣ ὁ ὀρνιθοθήρας· Δείναρχος κατὰ Προξένου, Πλάτων ἢ Κάνθαρος Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου.
捕鸟者 即捕鸟之人。狄纳尔科斯在《控告普罗克塞诺斯》中、柏拉图或坎塔罗斯在《同盟》中用过。新喜剧中亦有尼科斯特拉托斯所作的剧目《捕鸟者》。
ὍΡΟΣ οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, δηλοῦντα ὅτι ὑπόκεινται δανειστῇ· Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν καὶ Μένανδρος Παρακαταθήκῃ.
界石(抵押标石) 阿提卡人如此称呼立于抵押房屋和土地上的铭文,用以表明该地产已抵押给债权人:德摩斯梯尼在《反驳斯普狄亚斯》及米南德在《寄存物》中均用过。
ὌΡΟΝ σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν β Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν.
压榨杠(农具) 一种农具,正如伊赛奥斯在《控告狄奥克勒斯》中暗示的那样。然而,埃斯库罗斯在《刻耳库翁》中和米南德在《女继承人》第二篇中的“oron”或许是指压榨踩踏过的葡萄所用的一种木料。
ὈΡΡΩΔΕΙΝ ἀντὶ τοῦ φοβεῖσθαι Ἀνδοκίδης ἐν τῷ περὶ τῆς ἀδείας. πολὺ δ’ ἐστὶ τοὔνομα παῤ αὐτοῖς. ὈΡΡΩΔΙΑ δὲ τὸ δέος· Δημοσθένης ἐν δημηγορικοῖς προοιμίοις.
畏惧(战栗) 安多基得斯在《论豁免》中用于替代“害怕”。该词在他们之中极为常见。名词“恐惧(orrodia)”意为畏惧:德摩斯梯尼在《公共演说序言集》中用过。
ὌΡΥΓΜΑ ἰδίως οὕτως ἐκαλεῖτο ἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο2 Ἀθήνησι· Λυκοῦργος κατ̓ Ἀριστογείτονος.
刑坑(裂坑) 在雅典用来惩处恶徒的地方特有此称呼:吕库古在《控告阿里斯托革顿》中用过。
ὍΣΙΟΝ Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ’ ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν.
世俗财(非祭神之公款) 绪珀里得斯在《控告阿里斯托革顿》中说: “神圣财产与世俗公款,”伊索克拉底在《阿利奥帕古斯演说》中亦说: “无论在神圣事物上还是在世俗事物上。” 至于“世俗财产(hosia)”是指公有财产,德摩斯梯尼在《控告蒂莫克拉忒斯》中对这些概念有明确阐释: “掠夺了神圣财物,即属于女神的十分之一税和其他神明的五十分之一税,”片刻之后又说: “盗窃了本应归我们所有的世俗公款。” 但迪杜莫斯说: “他们对‘hosion’有两种用法,兼指神圣之物与私人(世俗)之物。”
ὈΣΧΟΦΟΡΟΙ Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ β. ὁ δὲ Ἴστρος ἐν τῇ ιγ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων.3 ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν.
携葡萄枝者 绪珀里得斯在《控告德墨阿斯》(若系真作)中用过。关于携葡萄枝者,其他人以及斐罗科罗斯在第二卷中已有述及。伊斯托罗斯在第十三卷谈及忒修斯时如此记载:为了共同的安全,忒修斯确立了从门第与财富出众的人中选拔两人充当所谓携葡萄枝者的习俗。葡萄枝(osche)是指挂有葡萄串的枝条,亦有人称之为“奥雷斯卡斯(oreschas)”。
- o.orgeonasμήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι
副词性小词 μήποτε 在此表示审慎的推测或提出假设(“或许/可能”)。主动词为完成时被动态 νενόμισται,其主语是带冠词的不定式短语 τὸ ... συνιέναι καὶ ... ὠνομάσθαι,而 τινάς 则是不定式 συνιέναι 的宾格逻辑主语。
- o.orugmaἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο
关系代词短语 ἐφ’ οὗ 的先行词为中性名词 ὄρυγμα(“坑穴”),指雅典处决罪犯的处刑坑(如巴拉特隆深坑),前置词 ἐπί 接属格表示“在……之上/处所”。
- o.oschoforoiἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων
此为间接引语中的不定式结构。根据上文 περὶ Θησέως λέγων,不定式 νομίσαι(不定过去时不定式,“确立了……习俗”)的逻辑主语为忒修斯。καταλέγειν(“登记/选拔”)的宾语为 δύο τῶν γένει καὶ πλούτῳ προυχόντων(“门第与财富出众者中的两人”),而 τοὺς καλουμένους ὀσχοφόρους 则作宾语补足语(述语性宾格,“作为所谓的携葡萄枝者”)。
