← 哈尔伯克拉提昂

十演说家词汇集

§o.hoti_exakischilia-o.oxuthumia

从财产估额到狂怒之物的词条

哈尔波克拉提翁对字母O开头的词条所作的辞书释义,涵盖阿提卡财产估额、轻视、粗芦苇、人质、荷马后裔、同一围墙、正面交锋、大约、奥涅托尔、表述及狂怒之物(自缢木与禳除秽物)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§o.hoti_exakischilia

ὍΤΙ ἑξακισχίλια ὍΤΙ ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει,1 ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν,2 λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ι Ἀτθίδος.

关于阿提卡的财产估额为六千塔兰同 关于阿提卡的财产估额为六千塔兰同。德摩斯梯尼在《论征税团》中如此说道: “他将听说,我们以国土的估价八千塔兰同作为资金而存在。” 因此,这要么是传抄错误,要么或许是演说家在夸大其词,以便让城邦在对波斯王的战争中显得拥有更多资本。因为德摩斯梯尼在后文展开演说时,通过多种方式提供其账目核算,亲自说明阿提卡的估价为六千塔兰同;斐罗科罗斯在《阿提卡史》第十卷中亦如此记载。

§o.oligoresete

ὈΛΙΓΩΡΗΣΕΤΕ ἀντὶ τοῦ ἀμελήσετε Δημοσθένης Φιλιππικοῖς. ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν· ἔστι δὲ τὸ ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην, ὡς ἐν τῷ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, ὤρα δ’ ἐστὶν ἡ φροντίς.

你们将轻视 德摩斯梯尼在《腓力演说集》中用于替代“你们将忽视/疏忽”。因为“轻视”据称是指“抱有极少的顾虑”;这里的“极少”相当于“连一点也不”,正如诗句“堤丢斯诚然生下了一个极少像自己的儿子”所见;而“顾虑”即关切之意。

§o.holoschoinoi

ὉΛΟΣΧΟΙΝΩΙ Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ’ ἐν δ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται.

以粗大的芦苇 埃斯基涅斯在《论使节》中用过。狄奥弗拉斯托斯在《植物志》第四卷中述及芦苇有三种,并指出第三种在体型和坚实度上尤为出众者被称为“粗芦苇”。

§o.homereuontas

ὉΜΗΡΕΥΟΝΤΑΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ ε ν εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος ὡμήρησε δέ μοι παῤ ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ’ ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι.

充当人质者 埃斯基涅斯在《控告克特西丰》中用于指代被解送至亚历山大处的拉刻代蒙人。克雷塔尔科斯在第五卷中说,拉刻代蒙人提供的人质有五十人。人质是指根据协定而提供的人;因为“达成协定”被称为“缔约(homeresai)”;荷马说“有一位使者自同伴处赶来与我相会(达成协定)”。塞奥彭波斯说古人将“跟从”称为“附从(homerein)”;因此他说,为了遵从既定条款而交出的人由此被称为“人质(homeroi)”。

§o.homeridai

ὉΜΗΡΙΔΑΙ Ἰσοκράτης Ἑλένῃ. Ὁμηρίδαι γένος ἐν Χίῳ, ὅπερ Ἀκουσίλαος ἐν γ, Ἑλλάνικος ἐν τῇ Ἀτλαντιάδι ἀπὸ τοῦ ποιητοῦ φησιν ὠνομάσθαι. Σέλευκος δὲ ἐν β περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ· ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο, ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν.

荷马后裔 伊索克拉底在《海伦颂》中用过。荷马后裔是希俄斯岛的一个氏族,阿库西拉奥斯在第三卷、赫拉尼科斯在《阿特兰提斯篇》中均称其得名于诗人荷马。但塞琉古在《论生活》第二卷中称,克拉忒斯在《祭仪篇》中认为荷马后裔是诗人的子孙乃是错误的;因为他们是得名于人质(homera),昔日希俄斯的妇女在狄奥尼索斯节期间陷入疯狂并与男子厮杀,双方互换新郎和新娘作为人质后才停止冲突,其后代被称为荷马后裔。

§o.homoerkes

ὉΜΟΕΡΚΕΣ Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον.

同处一围墙内的 狄纳尔科斯在《反驳卡利波斯的抗辩》中用于替代“在同一个围墙之下”,亦即“在同一周界围栏之下”。

§o.homose_ienai

ὉΜΟΣΕ ΙΕΝΑΙ Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους φησὶν ἀλλὰ ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν ἀντὶ τοῦ παραβαλέσθαι. λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι,3 ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν.

短兵相接(直面对决) 绪珀里得斯在《控告阿提诺革涅斯》中说: “但我愿与这一论点正面交锋,”用以替代“正面较量/比试”。这是从持枪直扑敌阵短兵相接引申而来的隐喻,意指双方从正对面冲向同一地点,既不转身也不退避。

§o.homou

ὉΜΟΥ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονός φησιν εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παρ’ Ἀττικοῖς. καὶ Μένανδρός που ἤδη γάρ ἐστι τοῦ τίκτειν ὁμοῦ.

大约/将近 德摩斯梯尼在《控告阿里斯托革顿》中说: “雅典人总共大约有两万人,”用以替代“接近”。阿提卡作家中极为常见。米南德在某处亦说: “因为她如今已/接近生产。”

§o.onetor

ὈΝΗΤΩΡ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ τῆς ἐξούλης λόγοι. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων.

奥涅托尔 伊索克拉底在《论财产交换》中提及。德摩斯梯尼所撰《论驱逐》各篇演说应是针对此人。关于他曾担任合唱班赞助人之一,赫利奥多罗斯在《论雅典之鼎》中有记述。

§o.onomazon

ὈΝΟΜΑΖΩΝ ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

表达/表述 德摩斯梯尼在《论冠冕》中用于替代“阐述”,意为“运用解释之辞”。

§o.oxuthumia

ὈΞΥΘΥΜΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· ταῦτα δ’ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου.

狂怒之物(自缢之具与禳除污物) 绪珀里得斯在《控告德玛得斯》中说: “关于他,把石碑立在狂怒之物(弃绝污秽之所)中,远比立在我们的圣所中公正得多。” 包括阿里斯塔克在内的一些人说,因出于暴怒行事而自缢身亡所用的木料被称为“狂怒之物”;人们砍断这些木料,驱逐出境并焚毁。但迪杜莫斯援引奥托克莱德斯在《释经录》中的词句指出,清除的垃圾和污秽被称为“狂怒之物”;因为每当家宅举行洁净礼时,这些物品都会被运至十字路口。《控告德玛得斯》的注释中则称,这是指十字路口的赫卡忒神龛,某些人曾将洁净污物运至此处,它们被称为“狂怒之物”。欧波利斯在《德谟》中说:“他本应在十字路口和狂怒之物中,作为全城的复仇亡魂,在噼啪作响中被焚烧。”此词亦见于皮忒阿斯在《控告阿狄曼托斯》中的用例。

语法注3 条
  1. o.hoti_exakischiliaἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει

    由 ἤτοι... ἤ(要么……要么……)构成的选择句式。动词 συναρπάζει 字面义为“席卷、强行夺去”,在修辞语境中指演说家通过夸大或含混其词来裹挟听众的判断。

  2. o.hoti_exakischiliaκαὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν

    λυθέντος ... τοῦ λόγου 为属格独立结构(随着演说在后文中展开与细化)。限定动词 φησίν 的主语承前指演说家德摩斯梯尼,支配前面的 ὅτι 引导的宾语从句(即阿提卡的财产估价实为六千塔兰同)。

  3. o.homose_ienaiὁμόσε ταῖς λόγχαις ἰέναι

    方向副词 ὁμόσε(向同一处、迎面)与工具与格 ταῖς λόγχαις(持枪)结合的军事习语。原指持枪直冲迎敌进行肉搏,在此比喻正面交锋、直截了当地应对某个论点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:o.hoti_exakischilia-o.oxuthumia