- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:o.obolostatoi-o.hoti_diamartanei_demosthenes_en
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本条目考释了放高利贷者、道路(伏击)、奥埃、奥伊诺埃、奥伊翁等阿提卡词汇与地名,辨析了hoios ei与hoios t' ei的用法差别,并讨论了德摩斯梯尼的一处史实错误及迪杜莫斯对“下方的法律”的诸种解释。
ὈΒΟΛΟΣΤΑΤΟΙ ἀντὶ τοῦ δανείζοι1 Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν οὐδ’ ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ὀβολοστάτας δ’ ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ.
若是放高利贷/若是放债 吕西亚斯在《控告尼基得斯》(若属真作)中用以替代“若是放债”。在《反驳拉克拉忒斯》中,他阐明道: “即便有人计算出的利息远低于这些放高利贷者向他人索取的数额,也不会……” 人们称放债人为放高利贷者(称量钱币者),如绪珀里得斯在《控告波吕欧克托斯》中以及喜剧中屡次出现的那样。
ὉΔΟΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα,2 σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ φιλίππου, εἰ γνήσιος ὁ λόγος.
道路/伏击 德摩斯梯尼在《控告阿里斯托克拉忒斯》中说: “或者在途中将之杀害,”用于替代“以伏兵与埋伏”。据说荷马的下述诗句亦属此类: “或者前去设伏(踏上伏击之路)。” 若首音节读作顺气音,则意指阶梯或门槛,如吕西亚斯在《控告腓力》(若演说属真作)中所见。
ὈΘΝΕΙΟΣ Ἰσαῖος ἐν τῷ κατὰ Στρατοκλέους ἀντὶ τοῦ ἀλλότριος, ὡς καὶ παρὰ Πλάτωνι ἐν α Νόμων.
异姓的/外人的 伊萨奥斯在《控告斯特拉托克勒斯》中用于替代“属于他人的”,正如柏拉图在《法律篇》第一卷中亦曾使用。
ΟΙΗΘΕΝ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος· Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ’ ἐν τῇ γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ.
自奥埃来 伊萨奥斯在《控告埃尔帕戈拉斯》中用过。狄奥多罗斯载,奥埃是潘狄俄尼斯部落的一个德谟;而“自奥埃来”是表示“自某处”的副词。斐罗科罗斯在第三卷中记载,奥埃为刻法罗斯之女、卡洛普斯之妻。
ΟΙΚΕΩΣ Λυσίας ἐν τῷ κατὰ Θεομνήστου ὥσπερ ἐξηγούμενος τοὔνομα φησὶ τὸ δὲ οἰκέως θεράποντος.
家奴的 吕西亚斯在《控告提奥姆涅斯托斯》中宛如解释该词般说道: “‘家奴的’即‘仆从的’。”
ΟΙΚΗΜΑ ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.
房屋/牢狱/妓院 狄纳尔科斯在《提尔塞尼亚言说》及《控告波塞狄波斯》中用于替代“牢狱”,而埃斯基涅斯在《控告提马尔科斯》中用于替代“妓院”。
ΟΙΚΙΣΚΩΙ ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ’ ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι.
在小室中/鸟舍 德摩斯梯尼在《论冠冕》中用于替代“在某间小屋中”。阿提卡人将我们所称的鸟舍称为“小室”;阿里斯托芬在《鹳》中、墨塔革涅斯在《和风》中用过。迪杜莫斯似乎被这些用例所误导,从而亦如此解释德摩斯梯尼的文句。
ΟΙΝΗΙΣ Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα φυλῶν παρ’ Ἀθηναίοις.
奥伊涅伊斯 绪珀里得斯在《反驳阿里斯托革顿》中用过。雅典人十部落之一。
ΟΙΝΟΗ ΟΙΝΟΗ καὶ ΟΙΝΑΙΟΣ· Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα. Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ’ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ’ ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ β.
奥伊诺埃 奥伊诺埃与奥伊诺埃区民。绪珀里得斯在《反驳阿里斯托革顿》中说: “且他们声称在奥伊诺埃听说发生了一场战斗。” 奥伊诺埃是靠近厄琉忒赖的希波同提斯部落的一个德谟,而另一处则是靠近马拉松的埃安提斯部落的德谟;两处的区民皆被称为奥伊诺埃区民。演说家此刻提及的大概是靠近厄琉忒赖的那一座,修昔底德在第二卷中亦提及过此地。
ΟΙΟΝ Ἰσαῖος ἐν τῷ περὶ τῆς ποιήσεως. δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι δέ φησιν οὕτω Φιλόχορος ἐν τῇ γ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δ᾽ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται.
奥伊翁 伊萨奥斯在《论收养》中用过。阿提卡有两个以中性形式称呼的德谟,它们皆被称为奥伊翁。斐罗科罗斯在第三卷中说,如此命名是因为该地根本不宜人居,而是孤立隔绝;因为古人将独一无二者称为“奥伊翁”。狄奥多罗斯载,凯拉梅科斯·奥伊翁属于莱昂提斯部落,而德凯莱亚·奥伊翁属于希波同提斯部落。两地的区民皆被称为“来自奥伊翁者”。被称为“来自奥埃者”则是另一批人,正如前文所述。
ΟΙΟΣ ΕΙ ΟΙΟΣ ΕΙ καὶ ΟΙΟΣ ΤΕ ΕΙ· τὸ μὲν χωρὶς τοῦ τέ σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τέ τὸ δύνασαι. ἀμφοτέροις ἐχρήσατο Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος.
你意欲/你能够 “你意欲”与“你能够”。不带“特”的形式意为“你愿意”和“你已决意”,而带“特”的形式则意为“你能够”。吕西亚斯在《控告吕西提奥斯》(若属真作)中对二者皆曾使用。
ΟΙΣΥΜΗ Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ.
奥伊斯墨 安提丰在《控告莱斯波狄亚斯》中用过。色雷斯的一座城镇,正如其他学者以及埃福罗斯在第四卷中所述。
ὍΤΙ διαμαρτάνει Δημοσθένης ἐν ὍΤΙ διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὁ ΚΑΤΩΘΕΝ ΝΟΜΟΣ· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Δίδυμος ἤτοι φησὶ τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἢ ἐπεί3 φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς.
关于德摩斯梯尼在……中的错误/下方的法律 关于德摩斯梯尼在《控告涅埃拉》中声称普拉提亚人被绘于画廊之中乃是错误;因为无人如此说过,正如克拉特罗斯在《法令汇编》中亦未提及。下方的法律:德摩斯梯尼在《控告阿里斯托克拉忒斯》中用过。迪杜莫斯说: 或者 演说家指的是民众法庭(赫利埃亚),因为各个法庭有的被称为上方,有的被称为下方;或者由于木轴上牛耕式铭刻的形制,德摩斯梯尼将从左侧开始的法律称为“自下方开始的”;因为他说,欧福里翁在《阿波罗多洛斯》中已阐明,木轴和柱板是采取牛耕式书写的。或者是因为他说,厄菲阿尔忒斯将木轴和柱板从上方卫城移至议事厅和阿哥拉,正如阿那克西墨涅斯在《腓力史》中所说。
- o.obolostatoiἀντὶ τοῦ δανείζοι
大写词头 ὈΒΟΛΟΣΤΑΤΟΙ 即动词 ὀβολοστατέω 的现在时希求语气主动语态第三人称单数形式 ὀβολοστατοῖ,在语气、人称和数上与释文开头的 δανείζοι(若是放债)相对应(意为“放高利贷者”的名词则是下文宾格复数 ὀβολοστάτας 所属的 ὀβολοστάτης)。
- o.hodosεἰ δὲ ψιλωθείη ἡ προτέρα
阴性主语 ἡ προτέρα 省略了 συλλαβή(音节)。该条件句指出,若首音节采用顺气音(ψιλωθείη)而非粗气音(即区分 οὐδός/ὀδός“门槛、台阶”与 ὁδός“道路”),其词义便相应改变。
- o.hoti_diamartanei_demosthenes_enἤτοι ... ἢ ... ἢ ἐπεί
由 ἤτοι ... ἢ ... ἢ ἐπεί 引出的三个并列选项,构成了迪杜莫斯对“下方的法律”一语的三种互斥解释:(1)法庭上下之称,(2)木轴上牛耕式文字始于左侧/下方的行向,(3)厄菲阿尔忒斯将柱板自卫城上方迁下。
