- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:c.xenizein-c.xustis
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节解释希腊字母Xi开头的词条(“操外方言/客居”、“科林斯雇佣军”、“服雇佣役者”、“干涂香油”、“绪佩泰区民”、“克绪斯提斯长袍”)的含义与历史用例。
ΞΕΝΙΖΕΙΝ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι,1 τάχα δ’ ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν.
操外方言/居留异乡 德摩斯梯尼在《反驳欧布利得斯之上诉》中屡次使用。有些人将其解释为操外邦方言,但更可能是指客居异乡。
ΞΕΝΙΚΟΝ ΕΝ ΚΟΡΙΝΘΩΙ Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτῳ. συνεστήσατο δ’ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου,2 καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος.
在科林斯的雇佣军 德摩斯梯尼在《腓力言说》中、阿里斯托芬在《财神》中用过。科农最早组建了这支队伍,后来伊菲克拉忒斯和沙布里亚斯接管了它;他们借此击溃了斯巴达人的方队,当时伊菲克拉忒斯和卡利亚斯为他们担任将军,正如安德罗提翁和斐罗科罗斯所记载。
ΞΕΝΙΤΕΥΟΜΕΝΟΥΣ ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθοφόροι· Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.
服雇佣兵役者 用于替代“充当雇佣兵”,因为雇佣军即被称为“异邦人”。伊索克拉底在《致腓力》以及致腓力的一封书信中用过。安提芳尼斯在《欧堤狄科斯》中说:“我以雇佣兵身份随军征战。”
ΞΗΡΑΛΟΙΦΕΙΝ Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κη Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιη Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο.3 Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν.
干涂香油 埃斯基涅斯在《控告提马尔科斯》中用过。迪杜莫斯在《悲剧词汇》第二十八卷以及尼坎德在《阿提卡方言》第十八卷中记载,人们将不经沐浴直接涂抹香油称为干涂香油,并补充道,教练师所说的干擦按摩或许亦曾如此称呼。索福克勒斯在《珀琉斯》中说:“且隔着衣衫的折褶干涂香油。”
ΞΥΠΕΤΑΙΟΝΕΣ Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ’ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Διόδωρος.
绪佩泰区民 绪珀里得斯在《控告阿尔克斯特拉提得斯》中用过。绪佩泰是刻克洛普斯部落的一个德谟,其区民被称为绪佩泰翁,正如狄奥多罗斯所说。
ΞΥΣΤΙΣ Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ’ ὥσπερ ξυστίδ’ ἠμφιεσμένον. ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις.
克绪斯提斯长袍 吕西亚斯在《反驳尼科得摩斯与克里托布洛斯》中用过。克绪斯提斯是一种刺绣的妇女服装,正如其他喜剧诗人和安提芳尼斯在《一路顺风》中所表明:“那身着如克绪斯提斯般刺绣华服的人。”亦有一种悲剧服饰被称为此名,如克拉提诺斯在《时序女神》中所载;它也是一种骑兵斗篷,如阿里斯托芬在《云》中所载。
- c.xenizeinἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι
在 ἔνιοι μέν 之后省略了表示说明或主张的动词(如 φασίν 或 ἐξηγοῦνται),不定式 χρῆσθαι 作为间接引语的不定式或解释性补足语发挥作用。οἷον 为副词性用法,引出词义阐释(“即”、“譬如”)。
- c.xenikon_en_korinthoiστρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου
此为属格绝对结构(genitive absolute),主语为并列名词 Ἰφικράτους καὶ Καλλίου,分词 στρατηγοῦντος 为单数。与格代词 αὐτοῖς 可视为与格从属(利益/关涉与格),或由军事统领动词 στρατηγέω 所支配,表示“在伊菲克拉忒斯与卡利亚斯为他们统帅之时”。
- c.xeraloifeinμήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο
μήποτε 后接直陈式(ἐλέγετο),表达委婉的揣测或审慎的推断(“或许……亦曾被如此称呼”)。带有中性定冠词的分词短语 τὸ ... ξηροτριβεῖσθαι 作为被动语态动词 ἐλέγετο 的主语,指代“被教练师称为干擦按摩的活动”。
