← 哈尔伯克拉提昂

十演说家词汇集

§n.nemeas_charadra-n.numfaion

从涅墨亚之壑到纽姆法伊翁的词条

哈尔波克拉提翁对以字母N开头的诸词条(涅墨亚之壑、吹笛女涅墨亚、涅墨西斯祭、涅翁、船渠群、尼凯亚、尼卡诺尔、胜利雅典娜、庶子分与产、护法官、诺提翁、纽姆法伊翁等)所作的词义及历史文献用例考释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§n.nemeas_charadra

ΝΕΜΕΑΣ ΧΑΡΑΔΡΑ Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· πλησίον τῆς Νεμεάδος Χαράδρας Ἔφορος ἐν κγ.

涅墨亚之壑(涅墨亚斯·卡拉德拉) 埃斯基涅斯在《论使节》中用过。伯罗奔尼撒的一个地方曾以此得名: “在涅墨亚壑附近”,埃福罗斯在第二十三卷中记载。

§n.nemeas_auletridos_mnemoneuei_upereides_en

ΝΕΜΕΑΣ αὐλητρίδος μνημονεύει Ὑπερείδης ἐν ΝΕΜΕΑΣ αὐλητρίδος μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. ὁ δὲ Πολέμων ἐν τοῖς περὶ τῆς ἀκροπόλεως παρατίθεται ψήφισμα καθ’ ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι· ἄξιον οὖν ἀπορῆσαι πῶς οὕτως ὠνομάζετο ἡ αὐλητρίς.

绪珀里得斯在……中提到吹笛女涅墨亚 绪珀里得斯在《控告帕特罗克勒斯》(若系真作)中提到吹笛女涅墨亚。波勒蒙在《论卫城》中引述了一项法令,依据该法令,雅典严禁将四年一度的节庆名称赋予女奴、获释女奴、娼妓或吹笛女;因此,值得追问该吹笛女何以得此名字。

§n.nemeseia

ΝΕΜΕΣΕΙΑ Δημοσθένης ἐν τῷ κατὰ Σπουδίου. μήποτε ἑορτή τις ἦν Νεμέσεως, καθ’ ἣν τοῖς κατοιχομένοις ἐπετέλουν τὰ νομιζόμενα.

涅墨西斯祭(涅墨塞亚) 德摩斯梯尼在《控告斯普狄亚斯》中用过。或许这是涅墨西斯的一个节日,在节期中人们为亡者举行惯常的祭礼。

§n.neon

ΝΕΩΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν β Φιλιππικῶν ἱστορεῖ.

涅翁 德摩斯梯尼在《金冠辞》中用过。关于此人与腓力的友谊,泰奥彭波斯在《腓力史》第二卷中有所记载。

§n.neoria

ΝΕΩΡΙΑ ΝΕΩΡΙΑ καὶ ΝΕΩΣΟΙΚΟΙ· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται,1 ὡς ὑποσημαίνουσι Λυκοῦργός τε ἐν ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος ὁ λόγος.

船渠群(内奥里亚) “船渠群(内奥里亚)”与“船坞(内奥索伊科伊)”。或许“内奥里亚”指的是三列桨座战船被拖拉上去并再次从中推入海中的整个场所,正如吕枯耳戈斯在《施政报告》中所暗示,安多基得斯在《论和平》(若演说系真作)中亦然。

§n.neosi

ΝΕΩΣΙ Δημοσθένης κατ’ Αἰσχίνου. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν η Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ’ ἐν ς Ἀτθίδος Νεῶνας.

在涅奥奈斯(内奥西) 德摩斯梯尼在《控告埃斯基涅斯》中用过。这是福基斯的一个城邦,希罗多德在第八卷中称其为“涅翁”,而安德罗提翁在《阿提卡史》第六卷中则称其为“涅奥奈斯”。

§n.nikaia

ΝΙΚΑΙΑ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος.

尼凯亚 埃斯基涅斯在《论使节》中用过。这是洛克里斯的一座滨海城邦。

§n.nikanor

ΝΙΚΑΝΩΡ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος υἱὸς, ἄλλος δὲ Σταγειρίτης τὸ γένος, οὗ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ.

尼卡诺尔 绪珀里得斯在《控告德摩斯梯尼》中用过。曾有三个名为尼卡诺尔的人:一位是巴拉克罗斯之子,另一位是帕耳墨尼翁之子,还有一位出身为斯塔吉拉人,此时演说家所提及的大概便是此人。

§n.nike_athena

ΝΙΚΗ ἈΘΗΝΑ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν α περὶ ἀκροπόλεως.

胜利雅典娜(尼刻·雅典娜) 吕枯耳戈斯在《论女祭司》中用过。关于雅典人曾崇奉一座无翼的胜利雅典娜木雕神像(克索阿农),其右手持石榴,左手持头盔,游记作者赫利奥多罗斯在《论卫城》第一卷中已有表明。

§n.notheia

ΝΟΘΕΙΑ τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ’ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεἶ ἀποθνήσκων; ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ’ οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β. Δημοσθένης δ’ ἐν τῷ κατ̓ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν.2

庶子分与产(诺泰亚) 从父系遗产中分给庶子的财物被称为诺泰亚,其数额最高可达一千德拉克马。吕西亚斯在《反驳卡利芳尼斯之非法入籍诉讼》(若系真作)中用过,伊赛奥斯在《反驳吕西比乌斯论女继承人》中亦用过。阿里斯托芬在《鸟》中说:“若父亲临终时将财物作为庶子分与产赠予我,又当如何?”“法律不许他这样做。”关于庶子被禁止分享哪些权利,绪珀里得斯在《控告阿里斯塔戈拉》第二篇中已有说明。德摩斯梯尼在《控告阿里斯托克拉特斯》中则说他们属于库诺萨耳格斯。

§n.nomofulakes

ΝΟΜΟΦΥΛΑΚΕΣ ἀρχή τις παρ’ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος καθ̓ Ἱμεραίου καὶ ἐν τῷ κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

护法官(诺摩菲拉凯斯) 雅典人的一种官职以此得名,与司法官(忒斯摩忒泰)不同。代纳尔科斯在《控告希墨拉欧斯》以及《控告皮特阿斯》中用过。斐罗科罗斯在第七卷中详述了关于他们的若干事项,并谈及他们强制各级官吏遵守法律。

§n.notion

ΝΟΤΙΟΝ Λυσίας κατὰ Μαντίου. ὅτι δέ ἐστι χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῇ ιε φησίν.

诺提翁 吕西亚斯在《控告曼提亚斯》中用过。至于它是位于科罗芬人城邦前方的一处聚落,泰奥彭波斯在第十五卷中已有说明。

§n.numfaion

ΝΥΜΦΑΙΟΝ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι Νύμφαιον τὸ ἐν τῷ Πόντῳ. Κρατερὸς δὲ ἐν θ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον.

纽姆法伊翁 埃斯基涅斯在《控告克特西丰》中说: “本都的纽姆法伊翁。” 克拉特罗斯在《法令汇编》第九卷中说,纽姆法伊翁曾向雅典人缴纳一塔兰同贡赋。

语法注2 条
  1. n.neoriaεἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται

    关系从句内部介词短语的转换结构。对于先行词 ὁ τόπος,前一分句使用关系代词 εἰς ὃν,而在后一并列分句中,并未重复“介词+关系代词”(ἐξ οὗ),而是转换为使用指示代词/复指代词的 ἐξ αὐτοῦ。这是古典希腊语中避免重复出现不同格位关系代词的标准句法。

  2. n.notheiaεἰς τὸ Κυνόσαργες ἐτέλουν

    动词 τελέω 后接介词短语 εἰς + 宾格的习惯用法,意为“编入……之中”、“登记于……之下”或“属于……群体/阶层”。此处指雅典的庶子在制度上被划归或登记于库诺萨耳格斯体育馆的相关编制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:n.nemeas_charadra-n.numfaion