- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:n.nais-n.neelata
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在字母Ν项下,本节解释了高级妓女奈伊斯与南尼翁、兼指收租管事的瑙克勒洛斯、存在文本异读的瑙克拉里卡、雅典官职海事法官、借指被捕者的内阿勒斯、密仪用语内布里宗,以及省略指称新磨麦粉的内埃拉塔。
ΝΑΙΣ ἑταίρα τις· Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, καὶ Ἀριστοφάνης Γηρυτάδῃ. μήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ, ὅπου φησὶν ὁ κωμικὸς ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου, γραπτέον ἦν1 διὰ τοῦ ν Ναΐς.
奈伊斯 一位高级妓女。吕西亚斯在《控告斐洛尼得斯》(若系真作)中以及阿里斯托芬在《革律塔得斯》中提到过她。或许在《普鲁托斯》(《财神》)中,当喜剧诗人说“拉伊斯并非因你而爱斐洛尼得斯”之处,本应作首字母为ν的“奈伊斯(Ναΐς)”。
ΝΑΝΝΙΟΝ Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν ἑωθινὸς γὰρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παρ’ ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι.
南尼翁 绪珀里得斯在《控告帕特罗克勒斯》(若系真作)中用过。阿波罗多洛斯在《论高级妓女》中说,这位妓女被称为“母山羊(艾克斯)”,因为她吞噬了酒馆小贩萨洛斯;山羊喜食嫩枝(萨洛斯),正如索福克勒斯在《牧人们》中所说:“清晨,在见到圈中任何人之前,当我把新采的嫩枝送给小山羊时,看到一支军队正沿着海角行进。”喜剧中亦有对她的提及。小安提法奈斯在《论高级妓女》中说,南尼翁被加封绰号为“舞台前廊(普罗斯克尼翁)”,因为她表面上看起来更为貌美。
ΝΑΥΚΛΗΡΟΣ Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ.
船主/房产管事(瑙克勒洛斯) 绪珀里得斯在《论干鱼》中不仅依从习惯用法使用该名词,亦用来指代受雇收取独栋住宅或公寓楼租金的人,正如同一位演说家在《控告阿里斯托革顿》中所表明,桑纽里翁在《笑》中及狄斐卢斯在《商人》中亦然。
ΝΑΥΚΡΑΡΙΚΑ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ΝΑΥΚΡΑΤΙΤΙΚΑ, ἵν’ ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ ε Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις.
瑙克拉里亚的/瑙克拉提斯的(瑙克拉里卡) 德摩斯梯尼在《控告蒂摩克拉特斯》中用过。但或许在阿提基亚努斯抄本中记录为“瑙克拉提提卡(ΝΑΥΚΡΑΤΙΤΙΚΑ)”更为优良,以指代来自瑙克拉提斯的船只或乘船航行的瑙克拉提斯人;因为古代瑙克拉提斯是埃及的商埠。若作“瑙克拉里卡(ναυκραρικά)”,则当指长官们的事务;因为古代人们称长官为瑙克拉洛伊,正如希罗多德在第五卷中所表明。亚里士多德在《雅典政制》中说: “他们设立了德马尔科斯(区长),拥有与先前的瑙克拉洛伊相同的管辖职责。”
ΝΑΥΤΟΔΙΚΑΙ Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γοῦν ἐν τῷ δ τῶν Ψηφισμάτων φησὶν ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ, λαγχάνειν δὲ2 τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας. Ἀριστοφάνης Δαιταλεῦσιν ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης ʽ??ʼ - -.
海事法官(瑙托狄凯) 吕西亚斯在《控告阿尔基比亚德斯》(若演说系真作)中用过。海事法官是雅典的一种官职。克拉特罗斯在《法令汇编》第四卷中说: “若父母双方皆为外邦人者混入胞族,任何有起诉权的雅典人皆可自愿对其提起诉讼,并于月末最后一天向海事法官登记立案。” 阿里斯托芬在《宴会者》中说: “我愿浸染之后,突然将一个外邦人〔拖〕至海事法官面前……”
ΝΕΑΛΗΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. ὁ νεωστὶ ἑαλωκὼς οὕτως ἐλέγετο κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἰχθύων.
新捕获者(内阿勒斯) 德摩斯梯尼在《控告阿里斯托革顿》(若系真作)中用过。新近被捕获之人以此相称,系取自鱼类的隐喻。
ΝΕΒΡΙΖΩΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν3 κατά τινα ἄρρητον λόγον. ἔστι δὲ ὁ νεβρισμὸς καὶ παρὰ Ἀριγνώτῃ ἐν τῷ περὶ τῶν τελετῶν.
披裹鹿皮者/撕裂幼鹿者(内布里宗) 德摩斯梯尼在《金冠辞》中用过。有人将其解释为行秘仪者身披鹿皮或用鹿皮为受秘仪者束腰,另有人则解释为依据某种密教教义撕裂幼鹿。披鹿皮礼(内布里斯摩斯)在阿里格诺忒的《论秘仪》中亦有记载。
ΝΕΗΛΑΤΑ Δημοσθένης ὑπὲρ Κτησιφῶντος κατ’ ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα, ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας τε καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δὲ αὐτὰ οἱ μὲν ἀμβροσίαν, οἱ δὲ μακαρίαν.
新磨之麦粉(内埃拉塔) 德摩斯梯尼在《金冠辞》中省略使用,以代替“新磨大麦粉(内埃拉塔·阿尔斐塔)”,即新磨出的大麦粗粉;人们将其与蜂蜜调和,加入葡萄干和新鲜鹰嘴豆,分发给行秘仪者。有人称其为“安布罗西亚”,另有人称其为“玛卡利亚”。
- n.naisμήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ ... γραπτέον ἦν
μήποτε 表达委婉的推测或疑虑(“或许/难道不……”),与非人称动形容词结构 γραπτέον ἦν(过去当为,“本应写作……”)连用,对阿里斯托芬现存文本提出校勘性读法的建议。
- n.nautodikaiδιώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ, λαγχάνειν δὲ
法律文本中的程式化表达,非人称不定式 εἶναι 相当于 ἔξεστι(“获准、可以”),支配与格 τῷ βουλομένῳ(“任何意愿之人”)以及补足不定式 διώκειν 和 λαγχάνειν。关系从句 οἷς δίκαι εἰσὶ 限定先行词 Ἀθηναίων,意为“享有合法起诉权的雅典人”。
- n.nebrizonοἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν
列举不同释义的平行并列结构,主句动词(如“解释为”)被省略。前半句通过 ὡς 引导属格独立分词结构(τοῦ τελοῦντος ἐνημμένου... διαζωννύντος...)说明主祭者的状态或动作,后半句则通过介词短语 ἐπὶ τοῦ 搭配定冠词不定式(διασπᾶν)来标示该词所指称的动作实质。
