- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:m.metronomoi-m.muson_leian
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依据古典文献考释了雅典官职(度量衡监督官)、住宅结构(后院)、地名(墨库伯尔纳、穆尼基亚、米尔塔农)、人名、历法月份(穆尼基翁)、斯巴达军制(莫拉)、阿卡狄亚联邦议会、行业名称(磨坊工)以及成语典故(“米西亚人的掠物”)。
ΜΕΤΡΟΝΟΜΟΙ ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν εἰς Πειραιᾶ, ε δ’ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ.
度量衡监督官(墨特罗诺摩伊) 度量衡监督官(墨特罗诺摩伊)是雅典的一种官职,正如狄纳尔库斯在《控告卡利斯忒涅斯》中所述。他们人数为十人,五人派往比雷埃夫斯港,五人派往雅典城内;他们负责监督,以确保商贩的度量器具合乎标准,正如亚里士多德在《雅典政制》中所表明。
ΜΕΤΑΥΛΟΣ Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι.
中庭/后院(墨陶罗斯) 吕西亚斯在《为杀害厄拉托斯忒涅斯案辩护》中用过。墨陶罗斯是指所谓堆放杂物的庭院,即饲养家禽之处;阿里斯托芬在《利姆诺斯妇女》中以及米南德在《萨伊斯》中用过。
ΜΗΚΥΒΕΡΝΑ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα.
墨库伯尔纳 绪珀里得斯在《控告德玛得斯》中用过。墨库伯尔纳是色雷斯的一座城镇,距奥林索斯二十斯塔狄昂。
ΜΗΛΟΒΙΟΣ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν λ τῶν παρ’ Ἀθηναίοις τυραννησάντων.
墨洛比奥斯 绪珀里得斯在《控告奥托克勒斯》中用过。他是曾统治雅典人的三十僭主之一。
ΜΗΥΡΩΙΟΝ1 Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου.
母神庙(墨特罗翁) 吕库戈斯在《控告阿里斯托革顿》中用过。他们将法律抄录公布后放置在母神庙中;狄纳尔库斯在《控告皮忒阿斯》中表明了这一点。
ΜΙΚΩΝ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας καὶ Μίκωνα τὸν γράψαντα καταδεῶς τοὺς Ἕλληνας2 ἐζημίωσαν.
米孔 吕库戈斯在《论女祭司》中说: “他们还对拙劣描绘希腊人的米孔处以罚金。”
ΜΟΛΠΙΣ Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου φησὶ Μόλπις ὁ τῶν ι τῶν ἐν Πειραιεῖ.3 οἱ δ’ ἄρα κατὰ τοὺς λ δέκα ἄνδρες ἦρχον ἐν Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις, ὡς Ἀνδροτίων ἐν γ Ἀτθίδος.
摩尔庇斯 吕西亚斯在《论狄奥革涅斯的遗产》中说: “比雷埃夫斯十人官之一的摩尔庇斯。” 原来在三十僭主统治时期,有十个人统治比雷埃夫斯,摩尔庇斯便是其中之一,正如安德罗提翁在《阿提卡史》第三卷中所述。
ΜΟΙΡΟΚΛΗΣ ὄνομα κύριον, Σαλαμίνιος, τῶν παρ’ Ἀθηναίοις οὐκ ἀφανῶς πολιτευσαμένων.
摩伊洛克勒斯 专有名词,萨拉米斯人,是在雅典人中声名显著参政的人物之一。
ΜΟΙΡΟΛΟΓΧΗΣΑΙ ἀντὶ τοῦ μέρους μεταλαβεῖν Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ.
分得份额(摩伊洛龙开赛) 用来代替“分享一份”;安提丰在《针对卡利亚斯告发书的辩护》中用过。
ΜΟΥΝΥΧΙΑ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν β Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους.
穆尼基亚 德摩斯梯尼在《为克特西丰辩护》(《金冠辞》)中用过。阿提卡的一处临海之地。赫拉尼库斯在《阿提卡史》第二卷中称,它得名于潘塔克勒斯之子某位国王穆尼库斯。
ΜΟΥΝΥΧΙΩΝ Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. ὁ δέκατος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται, ἐν δὲ τούτῳ τῷ μηνὶ Ἀρτέμιδι θύεται Μουνυχίᾳ.
穆尼基翁 绪珀里得斯在《为克塞诺斐卢斯辩护》中用过。雅典人的第十个月以此命名;在这个月里人们向穆尼基亚的阿耳忒弥斯献祭。
ΜΟΥΣΑΙΟΣ Λυσίας πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον. ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς οἰκέτας οὕτω καλεῖν δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαντείοις φησὶν ὅτι οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος.
穆塞俄斯 吕西亚斯在《针对米克西德摩斯的公诉》(若系真作)中说: “并且有两个侍从少年跟随他,他称其中一人为穆塞俄斯,另一人为赫西俄德。” 受审的被告习惯这样称呼家奴是显而易见的;关于穆塞俄斯,阿里斯托克塞诺斯在《普拉克西达曼斯对话录》中说,有人称该人来自色雷斯,有人则称他是厄琉息斯的本土土著。包括格劳库斯在内的其他人也谈到过他。
ΜΟΡΑΝ Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δ, πεντηκοστύας η, ἐνωμοτάρχας ις.
莫拉(连队) 德摩斯梯尼在《腓力仇雠辞》中用过。拉科尼亚的某些军事编制如此称呼。亚里士多德在《拉刻代蒙人政制》中论及这些;他说有六个命名的莫拉,全体拉刻代蒙人都划分进这些莫拉中。色诺芬在《拉刻代蒙人政制》中说: “公民莫拉各有一名统帅(波勒马尔科斯)、四名连长(洛卡戈斯)、八支五十人队(彭忒科斯图斯)和十六名小队长(厄诺摩塔尔科斯)。”
ΜΥΛΩΘΡΟΣ ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα.
磨坊工(米洛特罗斯) 拥有磨坊并在其中劳作的人;狄纳尔库斯在《控告卡利斯忒涅斯》中屡次使用。该词在喜剧诗人们的作品中亦极常见。
ΜΥΡΙΟΙ ΕΝ ΜΕΓΑΛΗΙ ΠΟΛΕΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ Ἀρκάδων πολιτείᾳ, ἀρχόμενος τοῦ βιβλίου.
麦加洛波利斯万人议会 德摩斯梯尼在《控告埃斯基涅斯》中用过。这是全体阿卡狄亚人的联合评议会,历史学家们常提及它。亚里士多德在《阿卡狄亚人联合政制》卷首也论及他们。
ΜΥΡΤΑΝΟΝ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ, ὡς Μαρσύας ὁ πρεσβύτερος ἐν ζ Μακεδονικῶν καὶ Ἀναξιμένης ἐν Φιλιππικοῖς.
米尔塔农 德摩斯梯尼在《金冠辞》中用过。色雷斯的一处要塞,如长老马耳绪阿斯在《马其顿史》第七卷及阿纳克西墨涅斯在《腓力史》中所说。
ΜΥΡΤΙΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας. Θεόπομπος δ’ ἐν τῇ να Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα.4
米尔蒂斯 德摩斯梯尼在《金冠辞》中列举各城叛徒时说: “在阿尔戈斯人中有米尔蒂斯、忒勒达摩斯、姆纳塞阿斯。” 但泰奥彭普斯在第五十一卷中指名帕塞阿斯与阿米尔泰俄斯为亲马其顿派的阿尔戈斯人。因此须考察这是否为抄写错误。
ΜΥΣΩΝ ΛΕΙΑΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν α περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρηνται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σιμωνίδης ἐν ἰάμβοις.
米西亚人的掠物(米松·勒伊安) 德摩斯梯尼在《金冠辞》中用过。这是一句如此表达的谚语。德蒙在《论谚语》第一卷中说,它起源于忒勒福斯国王离国出访期间,邻近城邦居民与盗匪洗劫米西亚之事件。包括斯特拉提斯在《美狄亚》中以及西摩尼得斯在抑扬格诗中等其他人亦使用过此谚语。
- m.meuroionΜΗΥΡΩΙΟΝ
词条标题中的写法ΜΗΥΡΩΙΟΝ系抄本讹误,正字应为Μητρῷον(母神庙),正文中出现的ἐν τῷ μητρῴῳ亦证实了这一点。
- m.mikonκαταδεῶς τοὺς Ἕλληνας
副词καταδεῶς修饰分词γράψαντα,意为“(将)希腊人描绘得逊色/有欠缺”。指画家米孔因在画作中将希腊人描绘得处于劣势或有损其尊严而遭罚款的典故。
- m.molpisΜόλπις ὁ τῶν ι τῶν ἐν Πειραιεῖ
此处为省略了中心名词(如ἀνδρῶν或ἀρχόντων)的部分格属格结构,意为“比雷埃夫斯十人官中的摩尔庇斯”。后文的οἱ δ’ ἄρα κατὰ τοὺς λ δέκα ἄνδρες ἦρχον... ὧν εἷς ἦν ὁ Μόλπις正是对这一结构的明确解释。
- m.murtisἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα
不定式ἰδεῖν具有命令/指示功能(命令性不定式),统辖由εἰ引导的间接疑问从句:“因此当考察是否为抄写错误”。γραφικὰ ἁμαρτήματα指文本传抄中的文字讹误。
