← 哈尔伯克拉提昂

十演说家词汇集

§m.meiagogesai_de_esti-m.metoionisasthai

关于胞族礼仪与寄居者制度的词条

收录自“献小牲(梅阿戈盖赛)”至“化解凶兆(梅奥伊奥尼萨斯泰)”的词条,考释了阿提卡胞族礼俗、寄居者制度(寄居税的税额与惩处)、地名人名及植物名称等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§m.meiagogesai_de_esti

ΜΕΙΑΓΩΓΗΣΑΙ δέ ἐστι ΜΕΙΑΓΩΓΗΣΑΙ δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς.

献小牲(梅阿戈盖赛) “梅阿戈盖赛”意指为胞族成员提供小祭牲(梅翁),正如吕西亚斯在《监护案控告德摩斯梯尼》中所用。

§m.melanippeion

ΜΕΛΑΝΙΠΠΕΙΟΝ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δ’ ἐν α Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει.

梅拉尼彭神祠 吕库戈斯在《控告吕科普隆》中用过。这是忒修斯之子梅拉尼波斯的英雄祠,正如阿斯克勒庇阿得斯在《悲剧题材考》中所说。克勒得摩斯在《阿提卡史》第一卷中则说它位于梅利特区。

§m.melanopos

ΜΕΛΑΝΩΠΟΣ Δημοσθένης κατ’ Ἀνδροτίωνος. ὄνομα κύριον, κηδεστὴς Διοφάντου τοῦ ῥήτορος.

梅拉诺波斯 德摩斯梯尼在《控告安德罗提翁》中用过。专有名词,演说家狄奥潘托斯的姻亲。

§m.meline

ΜΕΛΙΝΗ Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ κνήμη μελίνης καὶ Ἡρόδοτος σπείροντες μελίνην. Ξενοφῶν Ἀναβάσεως α καὶ σίτου καὶ μελίνης, ἐν δὲ τῷ αὐτῷ πολὺν δὲ σήσαμον καὶ μέλινον καὶ ἐν ς καὶ ὄσπρια πάντα καὶ μελίνους. ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, κέγχρον ἢ μελίνην ἢ ἔλυμον.

黍(梅利内) 德摩斯梯尼在《腓力仇雠辞》中用过。这是一种豆类作物的籽粒,人们也以阳性名词使用它;以阴性形式,索福克勒斯在《特里普托勒摩斯》中说“黍之茎”,希罗多德说“播种黍”,色诺芬在《远征记》第一卷中说“麦与黍(阴性)”,同卷又说“丰盛的芝麻与黍(中性)”,第六卷中说“一切豆类与黍(阳性)”。因此有人认为黍(梅利内)是某种粟(克格克洛斯),有人称之为埃律摩斯;但泰奥弗拉斯托斯在《植物志》第七卷中将它们列为不同之物:“粟、黍或埃律摩斯”。

§m.melite

ΜΕΛΙΤΗ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.

梅利特 德摩斯梯尼在《控告科农》中用过。刻克罗庇斯部落的一个德谟。斐罗科罗斯在第三卷中说,该德谟得名于梅利特:据赫西俄德她是米耳墨克斯之女,据穆塞俄斯则是阿波罗之子狄奥斯之女。

§m.mende

ΜΕΝΔΗ Δημοσθένης κατὰ Λακρίτου. μία πόλις ἐστὶ τῶν ἐν Παλλήνῃ Μένδη, ὑπὸ Ἐρετριέων ᾠκισμένη.

门得 德摩斯梯尼在《控告拉克里托斯》中用过。门得是帕勒涅半岛诸城之一,由厄瑞特里亚人殖民建立。

§m.menelaos

ΜΕΝΕΛΑΟΣ Δημοσθένης Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμοπάτριος.

墨涅拉俄斯 德摩斯梯尼在《腓力仇雠辞》中用过。腓力的同父异母兄弟。

§m.mesegguema

ΜΕΣΕΓΓΥΗΜΑ τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως.1 καὶ ΜΕΣΕΓΓΥΗΣΑΣΘΑΙ τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

第三方托管金(梅森吉埃马) 商定交付给充当偿还担保人的中立第三方的金钱。做出此种行为被称为“梅森吉埃萨斯泰”,正如埃斯基涅斯在《控告克特西丰》中示意的那样。

§m.metageitnion

ΜΕΤΑΓΕΙΤΝΙΩΝ Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν.

梅塔格特尼翁 绪珀里得斯在《为克塞尼普斯辩护》中用过。雅典人的第二个月以此命名。在这个月里,他们向邻人守护者阿波罗献祭,正如吕西马基得斯在《论雅典诸月》中所说。

§m.metalleis

ΜΕΤΑΛΛΕΙΣ Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζ περὶ τῆς ἀρχαίας κωμῳδίας.

矿工(梅塔勒伊斯) 吕西亚斯在《对狄奥卡赖斯》(若系真作)中用过。在矿山劳作的人被称为梅塔勒伊斯。费瑞克拉泰斯也有一出名为《矿工》的剧作,埃拉托斯特尼在《论古喜剧》第七卷中称此剧实为尼科马库斯所作。

§m.metapurgion

ΜΕΤΑΠΥΡΓΙΟΝ Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.

城堞间壁(梅塔皮尔吉翁) 吕西亚斯在《论自身恩惠》中用过。城墙各塔楼之间的建筑结构被称为梅塔皮尔吉翁。修昔底德在第三卷等多处亦常如此使用。

§m.metoikion

ΜΕΤΟΙΚΙΟΝ Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ’ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ς, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ.2 ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ’ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο,3 ὥς φησι Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι.

寄居者税(梅托伊基翁) 绪珀里得斯在《控告阿里斯塔戈拉》中用过。寄居者(梅托伊科斯)指从一城迁往另一城居住、并非如外乡客人般作短暂逗留而是于当地定居之人。他们每年缴纳十二德拉克马,此税被称为梅托伊基翁,正如欧布洛斯在《普朗贡》中所表明。伊塞奥斯在《控告厄尔帕戈拉斯与德摩法涅斯》中示意:男子缴纳十二德拉克马寄居税,女子缴纳六德拉克马;儿子缴纳时母亲无需缴纳,若儿子不缴纳则她本人缴纳。被主人释放的奴隶亦须缴纳寄居税,其他喜剧诗人和阿里斯托墨涅斯皆已表明。米南德在《奉献之女》和《孪生姐妹》中则称,他们在十二德拉克马之外还缴纳三奥波尔,或许是付给包税人。然而,未交纳寄居税的寄居者会被押送至公产发售官(波勒泰)处,若被定罪即遭变卖为奴,正如德摩斯梯尼在《控告阿里斯托革顿》中所说。他们亦令寄居者登船服役,正如该演说家在《腓力仇雠辞》中所指明。喜剧诗人们称寄居者为“捧盘人(斯卡斐斯)”,因他们在节日游行中负责抬送托盘(斯卡斐)。

§m.metoionisasthai

ΜΕΤΟΙΩΝΙΣΑΣΘΑΙ ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.

化解凶兆(梅托伊奥尼萨斯泰) 用于代替“扭转不祥的凶兆”;狄纳尔库斯在《控告德摩斯梯尼》中用过。

语法注3 条
  1. m.mesegguemaπαρ’ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως

    现在分词 γινομένῳ 与介词短语 παρ’ ἀνδρὶ μέσῳ(在中间人处)性数格一致,与为格表语补足语 ἐγγυητῇ(作为保证人)连用。τῆς ἀποδόσεως 作 ἐγγυητῇ 的宾格性属格(修饰保证的对象)。全句意为“在充当偿还保证人的中立第三人处”。

  2. m.metoikionτοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ

    两个对称的属格独立结构(τοῦ υἱοῦ τελοῦντος 与 μὴ τελοῦντος δ’ ἐκείνου)表达条件关系。后者的主句谓语动词 τελεῖ 采用直说部现在时,用以生动叙述法定惯例或客观规定。

  3. m.metoikionκαὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο

    由从句 εἰ ἑάλωσαν(ἁλίσκομαι 的不定过去直说部,表被动含义“若被定罪”)与主句未完成过去直说部被动态 ἐπιπράσκοντο 构成的过去常规条件句,表示过去反复发生的惯例程序(“一旦被定罪即被拍卖”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:m.meiagogesai_de_esti-m.metoionisasthai