← 哈尔伯克拉提昂

十演说家词汇集

§m.maimakterion-m.meion

迈马克特里昂至梅翁的词条

本节解释了以字母Μ开头的迈马克特里昂至梅翁等词条,涵盖历法月份、部族、地名、官职、度量衡及祭祀术语的语源与出处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§m.maimakterion

ΜΑΙΜΑΚΤΗΡΙΩΝ ὁ πέμπτος μὴν παρ’ Ἀθηναίοις· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου. μαιμάκτης δ’ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει.

迈马克特里昂 雅典人的第五个月。德摩斯梯尼在《对提摩太》中用过。得名于宙斯·迈马克特斯。迈马克特斯指狂暴而带来骚乱者,正如吕西马基得斯在《论雅典诸月》中所说;因为在这个月份冬季初至,大气激荡并经历剧变。

§m.makrokefaloi

ΜΑΚΡΟΚΕΦΑΛΟΙ Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ’ ἐν ζ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους.

长头族 安提丰在《论同心》中用过。这是一个以此命名的部族,赫西俄德在《名媛集》第三卷中也提到过他们。帕赖法托斯在《特洛伊史》第七卷中则说,长头族居住在利比亚,位于科尔基斯人上方。

§m.malkiomen

ΜΑΛΚΙΟΜΕΝ Δημοσθένης θ Φιλιππικῶν φησὶ μένομεν καὶ μαλακιζόμεθα. ἐν ἐνίοις γράφεται μαλκίομεν,1 ὅπερ δηλοῖ τὸν ὄρρον φρίττειν. Αἰσχύλος ἔλα, δίωκ’ ἀκμῆτι μαλκίων ποδί.

因寒战栗(马尔基奥门) 德摩斯梯尼在第九篇《腓力仇雠辞》中说:“我们驻留且软弱退缩(马拉基佐梅达)。”在某些抄本中作“马尔基奥门”,意指“尾闾寒战(冻得发抖)”。埃斯库罗斯说:“驱策吧,追击吧,因寒战栗而迈着不知疲倦的脚步。”

§m.malthe

ΜΑΛΘΗ ὁ μεμαλαγμένος κηρός· Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Ἱππῶναξ ἔπειτα μάλθῃ τὴν τρόπιν παραχρίσας.

软蜡 软化了的蜡;德摩斯梯尼在《控告斯忒法诺斯》中用过。希波纳克斯说:“随后用软蜡涂抹龙骨。”

§m.mantineon_dioikismos

ΜΑΝΤΙΝΕΩΝ ΔΙΟΙΚΙΣΜΟΣ Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ Μαντινέας διῴκισαν, καὶ Ἔφορος ἐν τῇ κ φησὶν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι.

曼提内亚的拆散分居 伊索克拉底在《论和平》中谈及拉刻代蒙人时说:“他们将曼提内亚人拆散居于村落”;埃福罗斯在第二十卷中说,拉刻代蒙人将曼提内亚人的城邦拆解为五个村落。

§m.margites

ΜΑΡΓΙΤΗΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπωνυμίαν δὲ Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. καὶ Μαρσύας ἐν ε τῶν περὶ Ἀλεξάνδρου ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν.

马尔基忒斯 埃斯基涅斯在《控告克特西丰》中说:“他给亚历山大安上了马尔基忒斯的名号。”马耳绪阿斯在《亚历山大纪》第五卷中也记述说亚历山大被德摩斯梯尼称为马尔基忒斯。人们用这个名字称呼愚蠢之徒,是源于托名荷马的《马尔基忒斯》,卡利马科斯似乎极为赞赏这部诗作。

§m.maroneia

ΜΑΡΩΝΕΙΑ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύουσι δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δ.

马罗内亚 德摩斯梯尼在《针对潘泰内托斯的异议申请》中用过。这是阿提卡的一处地名。不过在色雷斯也有一座名为马罗内亚的城邦,据说就是荷马所称的伊斯马罗斯;德摩斯梯尼在《控告波吕克勒斯》中以及埃福罗斯在第四卷中都提到过它。

§m.massalia

ΜΑΣΣΑΛΙΑ Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ.

马萨利亚 伊索克拉底在《阿尔基达莫斯》中说,福西亚人逃离大王的统治,殖民建立了马萨利亚。但在这些年代之前马萨利亚就已被福西亚人殖民开拓,亚里士多德在《马萨利亚人政制》中也指明了这一点。

§m.masteira

ΜΑΣΤΕΙΡΑ ἐν η Φιλιππικῶν Δημοσθένης τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν.

玛斯泰拉 德摩斯梯尼在第八篇《腓力仇雠辞》中说:“在色雷斯的灾祸中——毕竟人们还能把德隆吉洛斯、卡比勒和玛斯泰拉称作别的什么呢?”或许应当写作“巴斯泰拉”或“皮斯泰拉”或“埃皮马斯托斯”,因为我们在阿那克西墨涅斯《腓力史》第七卷中见到了这些城邦,而玛斯泰拉未见于任何记载。

§m.masteres

ΜΑΣΤΗΡΕΣ Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ.

清查官(玛斯泰瑞斯) 绪珀里得斯在《对庞卡洛斯》中用过。这似乎是设立用来搜寻查核民众公有财产的一种官职,如同清查官(泽忒泰),以及佩勒涅的马斯特罗伊官,正如亚里士多德在《佩勒涅人政制》中所说。

§m.matruleion

ΜΑΤΡΥΛΕΙΟΝ Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

私娼馆(马特律勒伊翁) 狄纳尔库斯在《控告普罗克塞诺斯》中用过。赫拉克勒翁与迪杜摩斯说,这是老妇盘踞、接待那些意欲酩酊烂醉之人的处所。米南德在《仲裁案》中说:“他难道不会在私娼馆中毁尽身家而遭殃吗?”

§m.mausolos

ΜΑΥΣΩΛΟΣ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα.

摩索拉斯 德摩斯梯尼在《控告提摩克拉泰斯》中用过。专有名词,卡里亚的统治者。泰奥彭波斯说他为了金钱从不避忌任何行径。

§m.machatas

ΜΑΧΑΤΑΣ ὄνομα κύριον.

马卡塔斯 专有名词。

§m.medimnos

ΜΕΔΙΜΝΟΣ Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου.

麦狄姆诺 狄纳尔库斯在《控告卡利斯忒涅斯》中用过。这是一种干物容量单位,如量度小麦或大麦,含有四十八霍尼克斯,正如梯雅泰拉的尼坎德在《阿提卡方言释义》中所说。

§m.methone

ΜΕΘΩΝΗ Δημοσθένης Φιλιππικοῖς. λέγοι ἂν τὴν ἐν Θρᾴκῃ, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν.2 Δημήτριος δ’ ὁ Μάγνης ἐν ταῖς Συνωνύμοις πόλεσι τέσσαρας εἶναί φησι Μεθώνας.

迈索内 德摩斯梯尼在《腓力仇雠辞》中用过。应当指色雷斯的那座城,腓力在围攻该城时被射瞎了右眼。马格内西亚的德米特里在《同名城邦考》中说有四座迈索内城。

§m.meion

ΜΕΙΟΝ ΜΕΙΟΝ καὶ ΜΕΙΑΓΩΓΟΣ· Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα παρέστησε μεῖον.3 θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ’ ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπισκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσάγειν, ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσάγων. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν οἱ φράτορές φησιν, ἵνα μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον γάρ ἐστι. περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ̓, ὥσπερ μειαγωγὸς ἑστιῶν ʽ??ʼ-ʽ??ʼ- -ʽ??ʼ- τῆς τοῦδε νίκης πλείον̓ ἑλκύσαι σταθμόν.

小祭牲(梅翁) 梅翁与献小牲者(梅阿戈戈斯)。伊塞奥斯在《对斯特拉托克勒斯》中说:“他献上了小祭牲(梅翁)。”这是将男童引入胞族的人为胞族成员提供的祭牲。埃拉托斯特尼在《论喜剧》中这样说:“由于法律规定引入的祭物不得少于某一特定份量,众人便戏谑调侃地对每一个引入祭物的人说他引入的是‘不足之物(梅翁)’,由此祭牲被称为梅翁,引入者则被称为梅阿戈戈斯。”阿波罗多洛斯在《论诸神》中说:“胞族成员为了分得更大的份额,站在一旁高声喊道必须过秤,‘因为这太小了(梅翁)’。”关于梅阿戈戈斯,欧波利斯在《德谟斯》中说:“因此自那时起再没有将军能够像设宴的梅阿戈戈斯那样……称出比此人的胜利更重的份量。”

语法注3 条
  1. m.malkiomenμαλκίομεν

    此词在德摩斯梯尼写本中被作为 μαλακιζόμεθα(懈怠软弱)的异文引出。词书编纂者将其训释为 τὸν ὄρρον φρίττειν(冻得尾闾发抖、因严寒而僵硬),并引用埃斯库罗斯诗句作为同源动词 μαλκίω 的证据。

  2. m.methoneἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν

    该句中,名词短语 τὸν δεξιὸν ὀφθαλμόν 作为关系宾格(或受动语态所保留的宾格)修饰被动态动词 ἐξεκόπη,表示遭受创伤的身体部位(“被打瞎了右眼”)。

  3. m.meionπαρέστησε μεῖον

    μεῖον 在形式上为比较级中性单数宾格(“更少者”),但在此处被用作专有名词,指男童入胞族仪式上奉献的特定祭牲。后文引用的埃拉托斯特尼与阿波罗多洛斯片断解释了该词源于对“少于规定(μεῖον)”或“过轻过小(μεῖον γάρ ἐστι)”的双关笑谑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:m.maimakterion-m.meion