- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:l.lete-l.lusimachos
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁对以Lambda开头的词条(从“莱特”至“吕西马库斯”)进行释义,引述诸古典文献考证马其顿地理、法庭与婚俗制度、雅典官职、吕克昂体育馆的建置渊源、器物构词及历史人物。
ΛΗΤΗ Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας ὁ νεώτερος ἐν ς Μακεδονικῶν.
莱特 绪珀里得斯在《控告德玛得斯》中用过。莱特是马其顿的一座城市,小马耳绪阿斯在《马其顿史》第六卷中频繁提及它。
ΛΙΘΟΣ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος τῶν τε παρόντων καθ’ ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασι δ’ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γ ὑποσημαίνουσιν.
石头 德摩斯梯尼在《控告科农》中说:“在场的人,一个接一个地如此为我们带到石头前,并让他们宣誓。”雅典人似乎是在某一特定的石头旁立誓,正如亚里士多德在《雅典政制》中以及菲洛科罗斯在第三卷中所暗示的那样。
ΛΙΚΝΟΦΟΡΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν· ὁ τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ’ ἄν.
持箕者 德摩斯梯尼在《金冠辞》中用过。簸箕适用于所有的密仪与祭祀;因此,搬运此物的人被称为持箕者。
ΛΙΠΑΡΑ Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λιπάρα, ὡς Εὔδοξος ζ περιόδου.
利帕拉 狄纳尔库斯在《第勒尼安演说》中用过。利帕拉是西西里周围所谓的埃俄罗斯群岛之一,正如欧多克索斯在《环游记》第七卷中所说。
ΛΟΓΙΣΜΟΣ ἡ λογιστικὴ τέχνη· Ἰσοκράτης Βουσίριδι.
计算 指计算术;伊索克拉底在《布西里斯》中用过。
ΛΟΓΙΣΤΑΙ ΛΟΓΙΣΤΑΙ καὶ ΛΟΓΙΣΤΗΡΙΑ· ἀρχή τις παρ’ Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ’ ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν.
审计官 审计官与审计署。雅典人如此称呼的一种官职;其人数为十人,当行政长官们离任卸职时,他们在三十天内核查政务管理的决算账目。德摩斯梯尼在《金冠辞》中用过。亚里士多德在《雅典政制》中详细讨论了他们,并在其中表明他们有别于决算核查官。喜剧诗人们也提及过该官职;欧波利斯在《城邦》中说:“须接受决算审查的歌队之审计官诸公。”审计署则是审计官们的衙署,正如狄纳尔库斯在《控告提摩克拉泰斯》中以及安多基得斯在《论秘仪》中所阐明的那样。
ΛΟΓΟΠΟΙΟΣ ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης Βουσίριδι καὶ Ἡρόδοτος ἐν τῷ β.
散文作家 指被我们称为历史学家的人;伊索克拉底在《布西里斯》中,以及希罗多德在第二卷中用过。
ΛΟΓΟΥ ΤΥΧΕΙΝ ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
获得言及 代指“赞誉”;德摩斯梯尼在《金冠辞》中用过。
ΛΟΙΔΙΑΣ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης.
洛伊狄亚斯 埃斯基涅斯在《论使节》中用过。这是一条马其顿的河流,赫卡泰俄斯在《欧洲环游记》中以及其他作家都记载了这一点。
ΛΟΥΤΡΟΦΟΡΟΣ ΛΟΥΤΡΟΦΟΡΟΣ καὶ ΛΟΥΤΡΟΦΟΡΕΙΝ· ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ’ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφόρον ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ κατὰ Θεοδότου καὶ ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ περὶ κρηνῶν φησί. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί.
挑水者 挑水者与挑水。成婚者曾有在结婚当日为自己取来洗浴之水的风俗,他们会派遣宗族中血缘最近的幼童男孩前往取水,由这些人承担挑水之事。在未婚而亡故者的情况中,也有在墓上立一个挑水者像的风俗;这是一个手持水罐的男童雕像。狄纳尔库斯在《控告提奥多托斯》以及《控告卡利斯忒涅斯的弹劾辞》中谈及了这些事情。菲洛斯特法诺斯在《论泉水》中说,他们是从现今被称为九泉、旧称卡利洛埃的泉水中汲取沐浴之水的。喜剧诗人们也提及过这一习俗。
ΛΟΥΣΙΕΥΣ Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ’ ἧς ὁ δημότης Λουσιεὺς, ὡς Διόδωρός φησιν.
卢西阿区人 绪珀里得斯在《针对德墨阿斯公诉的答辩辞》中用过。卢西阿是奥伊内伊斯部落的一个村区,其区民被称为卢西阿区人,正如狄奥多洛斯所说。
ΛΥΚΕΙΟΝ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ κά Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ’ ἐν τῇ δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.1
吕克昂 德摩斯梯尼在《控告提摩克拉泰斯》中用过。吕克昂是雅典人那里的体育馆之一,泰奥彭波斯在第二十一卷中说庇西特拉图建立了它,而菲洛科罗斯在第四卷中则说它是在伯里克利担任监造官时建成的。
ΛΥΚΙΟΥΡΓΕΙΣ Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· κλίνη Μιλησιουργής Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ’ οὖν γραπτέον2 καὶ παρ’ Ἡροδότῳ ἐν τῇ ζ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.
吕基亚制器皿 德摩斯梯尼在《对提摩太》中用过。迪杜摩斯说,米隆之子吕基俄斯制作的浅杯被如此称呼。但这位语法学者似乎不知道,人们不会发现这种构词形式源自专有名词,而是多源自城邦和部族名;克里提阿斯在《拉刻代蒙政制》中说:“米利都工艺的卧榻。”因此,在希罗多德第七卷中,或许也应当将“两根猎狼标枪”写作“吕基亚工艺的标枪”,以便像在德摩斯梯尼那里一样,把在吕基亚制作的器物如此命名。
ΛΥΚΟΥΡΓΟΣ εἷς τῶν δέκα ῥητόρων, οὗ πάππος Λυκοῦργος ὁ νομοθέτης.
吕库尔戈斯 十位演说家之一,其祖父是立法者吕库尔戈斯。
ΛΥΣΑΝΔΡΟΣ ὄνομα κύριον, Λακεδαιμονίων ναύαρχος.
吕珊德 专有名词,拉刻代蒙人的海军将领。
ΛΥΣΙΜΑΧΟΣ Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀριστείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ’ ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ.
吕西马库斯 德摩斯梯尼在《论免税权》中用过。他是被称为“公正者”的阿里斯忒得斯的儿子。另有一个吕西马库斯,吕库尔戈斯在《论财政管理》中提到他是一个平庸拙劣的抒情诗人。
- l.lukeionὃ Θεόπομπος μὲν ἐν τῇ κά Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ’ ἐν τῇ δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι
在由关系代名词 ὃ(先行词为 τὸ Λύκειον)引导的从句中,前半部分 μέν 分句承后文 δέ 分句省略了主句动词 φησί,支配不定式结构,以对格 Πεισίστρατον 为逻辑主语,以 ὃ 为 ποιῆσαι 的直接宾语。后半部分 δέ 分句中,在对格主语 αὐτό 与不定式 γενέσθαι 之间插入了表示时间的属格独立结构 Περικλέους ... ἐπιστατοῦντος。
- l.lukiourgkisμήποτ’ οὖν γραπτέον
副词 μήποτε 与动词性形容词 γραπτέον 连用,不表示直接的否定或恐惧,而是表达一种委婉的推测或建议(“或许因此应当写成……”),审慎地对希罗多德文本提出校勘假说。
