← 哈尔伯克拉提昂

十演说家词汇集

§l.lagiska-l.lexis

从拉吉斯卡到起诉词的词条

哈尔波克拉提翁词典从“拉吉斯卡”至“起诉词”的条目,引述演说家作品并考释地名、官职簿册、器用及仪轨用语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§l.lagiska

ΛΑΓΙΣΚΑ Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με1 συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτόν.

拉吉斯卡 吕西亚斯在《反驳莱丝》中提及(如果该篇确为真作)。喜剧诗人斯特拉提斯也这样提及交际花拉吉斯卡:“让我看到伊索克拉底的情妇拉吉斯卡,还在床上摘无花果,以及那笛管钻孔工本人!”

§l.lampadion

ΛΑΜΠΑΔΙΟΝ ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας.

小火炬 我们现在称为火炬的东西,古人曾如此称呼。狄纳尔库斯在《控告皮特阿斯》中,以及柏拉图在《理想国》第一卷中用过此词。

§l.lampas

ΛΑΜΠΑΣ Λυσίας ἐν τῷ κατ’ Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ’ ἐν α τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θέοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.2

火炬 吕西亚斯在《控告欧斐摩斯》中用过。雅典人举办三个火炬节:泛雅典娜节、赫菲斯托斯节和普罗米修斯节,正如波勒蒙在《论前门门楼内的图画》中所言。伊斯托罗斯在《阿提卡史》第一卷中说,在阿帕图利亚节上,穿戴最华美长袍的雅典人从祭坛炉火中取过点燃的火炬,一边奔跑一边赞颂赫菲斯托斯,以此纪念那位领悟了火的功用并传授给其他人的人。

§l.lamptreis

ΛΑΜΠΤΡΕΙΣ Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω.

兰普特拉区人 德摩斯梯尼在《对卡利普斯》中用过。兰普特拉是厄瑞克透斯部落的一个村区,正如狄奥多洛斯所说。有两个兰普特拉,一个是沿海的,另一个在内陆高处;阿里斯托芬在《安菲阿剌俄斯》中说:“我嘛,是来自下方兰普特拉的人。”

§l.larkos

ΛΑΡΚΟΣ Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν.

炭篓 吕西亚斯在《对卡利皮得斯》中用过。炭篓是一种用来装木炭的篮子。包括阿里斯托芬在《阿卡奈人》中在内的其他作家也使用过该词。

§l.laruggizein

ΛΑΡΥΓΓΙΖΕΙΝ τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

作喉音发声 放粗嗓门、不合自然地发声,而是刻意过分地使用喉咙,古时如此称呼。德摩斯梯尼在《金冠辞》中用过。

§l.lebadeia

ΛΕΒΑΔΕΙΑ Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας.

莱巴狄亚 吕枯尔戈斯在《控告吕西克勒斯》中用过。这是维奥蒂亚的一座城市。

§l.lembos

ΛΕΜΒΟΣ Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν. εἶδος νεὼς ὁ λέμβος· πολλάκις δὲ εἴρηται ἐν τῇ κωμῳδίᾳ.

轻舟 德摩斯梯尼在《对芝诺特米斯》中用过。这是一种船只;在喜剧中经常被提及。

§l.leschai

ΛΕΣΧΑΙ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐδ’ ἐθέλεις εὕδειν χαλκήῖον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ’ ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι.

客舍聚所 安提丰在《对尼科克勒斯》中用过。他们把某些供许多人在闲暇时聚坐的公共场所称为聚所。荷马说:“你既不肯去铁匠工坊,也不肯去某处聚所睡觉。”克勒安忒斯在《论诸神》中说,聚所被划归给阿波罗,它们类似于半圆形坐席,并且在某些人那里该神被称为聚所之守护神。

§l.leukas

ΛΕΥΚΑΣ Δημοσθένης ἐν θ Φιλιππικῶν. νῆσός ἐστι πρὸ τῆς Ἠπείρου κειμένη.

莱夫卡斯 德摩斯梯尼在《第九篇反腓力辞》中用过。这是位于伊庇鲁斯前方的一座岛屿。

§l.leuke

ΛΕΥΚΗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ. οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παρ’ Ὁμήρῳ· ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή.

白杨 德摩斯梯尼在《金冠辞》中说:“用茴香和白杨加冕。”受戒入巴克科斯秘仪的人用白杨戴冠,是因为这种植物属于冥界,而珀耳塞福涅所生的狄奥尼索斯同样属于冥界。他们说白杨长在阿刻戎河畔,因此在荷马诗篇中也被称为阿刻罗伊斯:“他倒下了,正如一棵橡树倒下,或是一棵阿刻罗伊斯,或是一棵高耸的松树。”

§l.leuke_akte

ΛΕΥΚΗ ΑΚΤΗ Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην. πλειόνων οὐσῶν Λευκῶν, ὡς Δημήτριος ὁ Μάγνης δηλοῖ, ἔοικε, τῆς ἐν Προποντίδι μνημονεύειν ὁ ῥήτωρ νῦν.

白岸 吕西亚斯在《对阿尔基比亚德》中用过。正如马格内西亚的德米特里乌斯所阐明的那样,虽然名为白岸的地方有多处,但这位演说家此时提及的似乎是位于普罗庞提斯海的那一处。

§l.leukonoieus

ΛΕΥΚΟΝΟΙΕΥΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν.

莱夫科诺伊昂人 德摩斯梯尼在《对阿福波斯》中用过。莱夫科诺伊昂是莱昂提斯部落的一个村区,正如狄奥多洛斯所说。

§l.leuktra

ΛΕΥΚΤΡΑ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον Βοιώτιον περὶ Θεσπιάς.

莱夫克特拉 德摩斯梯尼在《金冠辞》中用过。这是维奥蒂亚靠近忒斯庇埃的一处地方。

§l.lechaion

ΛΕΧΑΙΟΝ ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ φησὶ Λυσίας ὅτι τὸ Λέχαιον ἑάλω Μνασίππου ἄρχοντος. ἔστι δὲ τὸ Λέχαιον ἐπίνειον Κορινθίων.

勒开翁 在《针对米克西德莫斯公诉的辩护辞》中,吕西亚斯说勒开翁是在姆纳西普斯担任执政官期间被攻克的。勒开翁是科林斯人的军港。

§l.leokoreion

ΛΕΩΚΟΡΕΙΟΝ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐν θ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ.

勒奥科雷翁 德摩斯梯尼在《控告科农》中用过。法诺德穆斯在《阿提卡史》第九卷中说,勒奥科雷翁位于凯拉米克斯的正中央。

§l.lexiarchikon_grammateion

ΛΗΞΙΑΡΧΙΚΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ’ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν·3 λήξεις δ’ εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ α καθ’ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου.

户籍册 埃斯基涅斯在《控告提马尔库斯》中用过。凡成年的少年,凡已被允许管理父祖产业的人,皆登载入其中;由此产生了该名称,因为它是掌管财产份额(莱克西斯)的簿册;份额指的是抽签分得的财产和产业,正如狄纳尔库斯在《为女继承人控告赫格罗库斯的第一篇支持辩论》中所说。

§l.lexis

ΛΗΞΙΣ τὸ ἔγκλημα, καθ’ ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην· Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει.

起诉词 指控状,其逻辑与我们所说的以抽签方式取得诉讼完全相同;伊萨奥斯在《对维奥托斯的上诉辞》中用过。

语法注3 条
  1. l.lagiskaἰδεῖν με

    引自喜剧诗人斯特拉提斯的引文中的带格不定式结构(带主格/宾格的感叹不定式)。在此表示惊叹或愤慨(“竟让我看见……!”)。

  2. l.lampasὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους

    ὑπόμνημα 是对前面分句所描述之举动的同格宾格补足成分,后接冠词不定式属格 τοῦ ... διδάξαι(“关于……教导了他人的纪念”);分词 κατανοήσαντα 采取宾格,充当不定式的逻辑主语。

  3. l.lexiarchikon_grammateionπαρ’ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν

    不定式 γεγονέναι 延续间接引语。介词短语 παρ' ὅ 意为“由此”,引出词源说明;διὰ τὸ ... ἄρχειν(通过执掌份额/继承财产)充当原因状语,解释了该登记册名称的由来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:l.lagiska-l.lexis