- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.kudantides-k.kolias
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁词典选段,通过演说家的引文解释了阿提卡的德谟与地名(屈丹提代、屈特罗斯、屈诺萨尔格斯、科利亚斯)、历史人物与事件(居鲁士军、屈耳西洛斯)以及制度与名物术语(环形奴隶市场、屈姆比昂杯、屈尔贝伊斯、定例民会、罂粟果头等)。
ΚΥΔΑΝΤΙΔΗΣ Ὑπερείδης ἐν τῷ πρὸς Πολύευκτον. δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι.
屈丹提得斯 绪珀里得斯《对波吕欧克托斯》。屈丹提代是埃盖伊斯部落的一个德谟。
ΚΥΘΗΡΙΟΣ Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Κύθηρος δῆμος τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης λέγεται Κυθήριος.
屈特里奥斯 德摩斯梯尼《对法伊尼普斯》。屈特罗斯是潘狄奥尼斯部落的一个德谟,来自该德谟的区民被称为屈特里奥斯。
ΚΥΘΝΙΟΙ Δημοσθένης ἐν τῷ περὶ συντάξεως. Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ.
屈特诺斯人 德摩斯梯尼《论财政编制》。正如亚里士多德在《屈特诺斯人国制》中所言,屈特诺斯是基克拉泽斯群岛中的一个岛屿。
ΚΥΚΛΟΙ Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους.1 Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον.
环形市场 狄纳尔科斯《对卡莱斯克罗斯》。某些人被出卖的场所被称为“环形市场”;由于人们围成圆圈站立在被出卖者周围,因而得名。米南德在《以弗所人》中写道:“凭诸神起誓,我如今仿佛看见自己已经在环形市场中被剥得赤条条的,在圆圈里奔跑并被出卖。”
ΚΥΜΒΙΟΝ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώματος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον.
屈姆比昂杯 德摩斯梯尼《对迈狄阿斯》。屈姆比昂是一种酒杯。狄杜摩斯称,它长而狭窄,形状极像被称为屈姆比昂的小船。
ΚΥΝΝΙΔΑΙ Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστὶ παρ’ Ἀθηναίοις οἱ Κυννίδαι.
屈恩尼代 吕库尔戈斯《克罗科尼代与科伊罗尼代的纠纷裁决》。屈恩尼代是雅典人中的一个名门家族。
ΚΥΝΟΣΑΡΓΕΣ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες.
屈诺萨尔格斯 德摩斯梯尼《对提摩克拉泰斯》。屈诺萨尔格斯是雅典人的体育场之一。
ΚΥΠΡΟΘΕΜΙΣ ὄνομα κύριον. Δημοσθένης ἐν τῷ περὶ τῆς τῶν Ῥοδίων ἐλευθερίας Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος.
屈普罗忒弥斯 专有名词。德摩斯梯尼《论罗得岛人的自由》:“萨摩斯岛由国王的总督提格兰所指派的屈普罗忒弥斯所驻守。”
ΚΥΠΑΣΣΙΣ Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ’ αὐτοῦ Ἱππῶνάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων Κίσσιοι δὲ ἐσθῆτα φορέουσι κυπάσσεις Περσικούς, καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς.
屈帕西斯 吕西亚斯《为巴克基奥斯与毕达哥拉斯辩护》(若系真作)。训诂学者们称屈帕西斯本身是一种长袍,有人称是女式的,有人称是男式的。希波纳克斯,以及赫卡泰奥斯在《欧洲周游记》中都曾提及,后者写道:“基西亚人穿着波斯样式的屈帕西斯衣服”,阿里斯托芬在《油炸食品商》中亦有提及。
ΚΥΡΒΕΙΣ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ’ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ.
屈尔贝伊斯 吕库尔戈斯《论女祭司》。阿波罗多洛斯在《论诸神》中称,法律被刻在屈尔贝伊斯上,它们是直立竖立的石柱,人们因其直立的姿态而称之为石柱,因其顶部收尖而高耸的形态而称之为屈尔贝伊斯,正如戴在头上的尖顶帽被称为屈尔巴西亚一样。亚里士多德在《雅典政制》中写道:“他们将法律刻在屈尔贝伊斯上,树立在王家柱廊中。”
ΚΥΡΕΙΟΝ Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν.
居鲁士军 伊索克拉底《泛希腊集会辞》。居鲁士军是指居鲁士向其兄长阿尔塔薛西斯进军时,随其一同开赴内陆的军队;色诺芬亦参与其中。
ΚΥΡΗΒΙΩΝ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ ἐπώνυμόν ἐστι τοῦτο Ἐπικράτους τοῦ Αἰσχίνου κηδεστοῦ καὶ ἐν ἄλλοις δεδήλωται.
屈热比昂 德摩斯梯尼《对埃斯基涅斯》。这是埃斯基涅斯的内兄(或岳父)埃皮克拉泰斯的绰号,在其他文献中亦有阐明。
ΚΥΡΙΑ ΕΚΚΛΗΣΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ φησι καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας.2 καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς.
定例民会 绪珀里得斯《对德墨阿斯冒充公民案》(若系真作)。亚里士多德在《雅典政制》中阐明了何为定例民会,指出五十人团轮值主席召集议事会和公民大会,除放假日外每天召集议事会,而每个轮值主席任期内召集四次公民大会。他写道:“他们亦预先公告一次定例民会,在会上必须就是否罢免那些看来未能良好施政的官员进行举手表决,并必须商议国土的防卫问题。”他还指出,凡有意弹劾者可在这一天提出弹劾,等等。
ΚΥΡΣΙΛΟΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.
屈耳西洛斯 德摩斯梯尼《为克忒西丰辩护》:“选拔了提出这一建议的忒弥斯托克利斯为将军,却用石头砸死了主张归顺的屈耳西洛斯。”
ΚΩΔΕΙΑ τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν.
罂粟果头 人们如此称呼罂粟的果头。绪珀里得斯,以及阿里斯托芬在《农夫》中写道:“好一颗罂粟果头!”
ΚΩΛΙΑΣ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ’ ἀρχὴν τῆς Λυσιστράτης.
科利亚斯 德摩斯梯尼《对涅埃拉》(若系真作)。科利亚斯是阿提卡沿海的一处海角,取自肢体(科隆)的隐喻而得名;那里有一座阿佛洛狄忒神庙。阿里斯托芬在《吕西斯特拉忒》的开头曾提及该地。
- k.kukloiἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους
完成体不定式 περιεστάναι 具有不及物含义(“环立”),宾格 τοὺς πωλουμένους 在此被理解为由前缀 περι- 支配的宾语(“在被出卖者的周围环立”)。在语法上,亦可将 τοὺς πωλουμένους 视作不定式的逻辑主语(“被出卖者们站成一圈”),但结合后文米南德的引文语境,将其理解为买主与看客将受售者围在圈中更为自然。
- k.kuria_ekklesiaἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας
引自亚里士多德《雅典政制》。关系代词从句 οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν 省略了先行词(τούτους),实质上作为不定式 ἀποχειροτονεῖν 的宾语,或作为先行名词词组 τὰς ἀρχὰς 的补充性同位语从句。而在后半句 καὶ περὶ φυλακῆς δὲ τῆς χώρας 中,需补充由非人称动词 δεῖ 支配的表示审议的不定式(如 χρηματίζειν 或 βουλεύεσθαι)。
