- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.komistika_ploia-k.kudathenaieus
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁释读从“运载船”至“屈达忒奈昂区民”的一系列首字母为Kappa的词条(包括船只、农作物名词、舞蹈、地名、人名、神名及德谟名),征引演说家、历史学家与喜剧诗人的文献佐证。
ΚΟΜΙΣΤΙΚΑ ΠΛΟΙΑ Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ.
运载船(科米斯提卡·普洛亚) 绪珀里得斯《论对提尔塞尼人(伊特鲁里亚人)的防备》。提尔塞尼人用来运载所掠夺战利品的船只似乎被称为“运载船(科米斯提卡·普洛亚)”,正如演说家本人在演说中所暗示的那样。
ΚΟΜΜΑΤΑ ΚΟΜΜΑΤΑ καὶ ΚΥΡΗΒΙΑ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων.
碎屑(孔玛塔) “碎屑(孔玛塔)”与“麦麸(屈热比亚)”。狄纳尔科斯《对卡利斯忒涅斯的弹劾案》。屈热比亚是麦糠,而孔玛塔似乎是麦秆的碎片,或者是麦穗中包裹麦粒所生的部分(谷壳),或是日光兰茎秆的碎片。
ΚΟΡΔΑΚΙΣΜΟΣ Δημοσθένης Φιλιππικοῖς. ὁ κόρδαξ κωμικῆς ὀρχήσεώς ἐστιν εἶδος, καθάπερ φησὶν Ἀριστόξενος ἐν τῷ περὶ τῆς τραγικῆς ὀρχήσεως. ἔστι δὲ τοὔνομα καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, ὡς παρὰ Νικοφῶντι.
科达克斯舞(科达基斯摩斯) 德摩斯梯尼《反腓力演说》。正如阿里斯托克塞诺斯在《论悲剧舞蹈》中所言,科达克斯是一种喜剧舞蹈。这个名称在古喜剧中也存在,正如在尼科丰作品中所见。
ΚΟΡΟΠΛΑΘΟΣ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον.
塑像师(科罗普拉托斯) 伊索克拉底《论财产交换》。人们用这个名称称呼那些用粘土、蜡或类似原料塑造少女或少年的手艺人。
ΚΟΡΣΙΑΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λ.
科尔西埃 德摩斯梯尼《对埃斯基涅斯》。正如泰奥庞波斯在第三十卷中所述,科尔西埃是维奥蒂亚的一个城邦。
ΚΟΤΥΛΑΙΟΝ ΟΡΟΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γ Εὐβοϊκῶν φησὶ Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν1 τὸ ὄρος τὸ νῦν ἀπ’ ἐκείνου Κοτύλαιον καλούμενον.
科堤莱昂山 埃斯基涅斯《对克忒西丰》。这座山似乎位于优卑亚岛;阿耳刻玛科斯在《优卑亚纪事》第三卷中称: “因此,看来是科堤洛斯占据了这座现在以他的名字命名的科堤莱昂山。”
ΚΟΤΥΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.
科堤斯 德摩斯梯尼《对阿里斯托克拉特斯》。此人统治色雷斯达二十四年,起初沉湎于奢侈与享乐,后来随着富贵增长,竟堕入残虐与狂怒,以至于亲手将为他生下儿女的妻子从私处开始剖成了两半。
ΚΡΑΥΑΛΛΙΔΑΙ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δ Χρόνων ἱστορεῖ.
克劳阿里代 埃斯基涅斯《对克忒西丰》。狄杜摩斯称应当写作“克劳加利代”;因为福基斯境内邻近基拉的地区被称为克劳加利昂,正如塞纳戈拉斯在《年代记》第四卷中所记载的那样。
ΚΡΑΣΤΙΣ Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κράστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης.
青草(克拉斯提斯) 狄纳尔科斯《对吕西克拉泰斯》。克拉斯提斯即青草,正如阿里斯托芬作品中所用。
ΚΡΙΘΩΤΗΝ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν α Τρωϊκῶν. Ἔφορος δ’ ἐν τῇ δ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων.
克里托忒(宾格:克里托腾) 德摩斯梯尼《对阿里斯托克拉特斯》。正如赫拉尼科斯在《特洛伊史》第一卷中所言,克里托忒是赫尔索尼斯半岛的城邦之一。厄福罗斯在第四卷中称,该城是由跟随米尔提阿德斯前往那里的雅典人建立的殖民地。
ΚΡΙΩΕΥΣ Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.
克里欧阿区民(克里欧埃乌斯) 德摩斯梯尼《对法伊尼普斯》。正如狄奥多罗斯在《论德谟》中所言,克里欧阿是安提奥基斯部落的一个德谟。
ΚΡΩΒΥΛΟΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν α.
发髻(克罗比洛斯) 埃斯基涅斯《对克忒西丰》。赫格西普斯是被冠以“克罗比洛斯”绰号的人,但从本义上说,克罗比洛斯是一种发髻编法,正如修昔底德在第一卷中所言。
ΚΤΗΣΙΟΥ ΔΙΟΣ Ὑπερίδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια.2
家资之神宙斯(克忒西奥斯·宙斯) 绪珀里得斯《对阿佩莱奥斯》。人们在库房中供奉克忒西奥斯·宙斯;米南德在《伪赫拉克勒斯》中写道: “而如今,当我看到清客走进妇人内室,家资之神宙斯未能紧锁库房,反倒任由下贱的妓女往里乱闯……”
ΚΤΗΣΙΦΩΝ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου τὸ μὲν γὰρ ἐξ ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ.3 εἷς τῶν ι πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλάκις αὐτοῦ μνημονεύει. ἕτερος δ’ ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ’ οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃ ὁ κατὰ Κτησιφῶντος.
克忒西丰 德摩斯梯尼《对埃斯基涅斯》: “因为在最初,直到腓力获得就和平进行交涉的机会为止,克忒西丰与阿里斯托德摩斯一直在欺骗中独占鳌头。” 此人是与德摩斯梯尼和埃斯基涅斯一同出使的十位使节之一;两位演说家在《论使节职务》中都多次提及他。然而,为德摩斯梯尼草拟授予冠冕法令的人当是另一个人,埃斯基涅斯的演说《对克忒西丰》所针对的正是此人。
ΚΥΔΑΘΗΝΑΙΕΥΣ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης Κυδαθηναιεύς.
屈达忒奈昂区民(屈达忒奈埃乌斯) 绪珀里得斯《论希庇欧斯的遗产》。屈达忒奈昂是潘狄奥尼斯部落的一个德谟,来自该德谟的区民被称为屈达忒奈埃乌斯。
- k.kotulaion_orosΚότυλος μὲν οὖν φαίνεται κατασχεῖν
动词 φαίνεται 搭配不定式 κατασχεῖν 的句式。φαίνομαι 接分词补足语时通常表示“显而易见地……”,而接不定式时则表达推测或传闻的意味(“似乎/看来……”)。此处陈述历史推论与传说,故用不定式。
- k.ktesiou_diosνῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια
米南德引文中的句式。由 ὅταν 引导的时间从句主动词 ἴδω 支配平行的宾格分词结构:首先是宾格名词 παράσιτον 配分词 εἰσιόνθ’(εἰσιόντα);其次是 τὸν δὲ Δία τὸν κτήσιον 配分词 ἔχοντα。紧接着的 ἀλλ’ εἰστρέχοντα πορνίδια 既可视为受 ἴδω 支配的第三组宾格分词宾语(“小娼妇们乱跑乱闯”),与前文否定分词 οὐ κεκλεισμένον 形成转折,亦可看作口语对话中句式断裂(破格现象)的表现。
- k.ktesifonτὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ
源自竞技或赛会中夺得首奖的习语 τὰ πρῶτα φέρω 或 τὴν πρώτην [省去了 τάξιν 等词] φέρω(“独占鳌头/荣获第一”)。在此引申为“在欺诈勾当中位列第一/充当魁首”。属格 τοῦ φενακισμοῦ 起到限定范围的作用(说明在何事上名列第一)。
