← 哈尔伯克拉提昂

十演说家词汇集

§k.klerouchoi-k.kolonetas

从克勒鲁科伊到科洛涅塔斯的词条

本节辑录解释了雅典的海外定居者(克勒鲁科伊)、法定传唤与传唤见证人(克勒西斯、克勒泰雷斯)、狡黠恶作剧(科巴莱亚)、宗族登记簿(公用登记簿)、联合财产共有者(科诺尼孔)、科罗尼代氏族、科吕托斯德谟,以及聚集在集市丘陵的日雇劳工(科洛涅塔斯)与两座科洛诺斯山的辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§k.klerouchoi

ΚΛΗΡΟΥΧΟΙ Δημοσθένης ἐν η Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ’ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι1 τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησι τριηραρχεῖν;

海外领地定居者(克勒鲁科伊) 德摩斯梯尼《反腓力演说》第八篇。雅典人为将份地分配给各人而派往其攻占的城邦的人,被称为“克勒鲁科伊”。伊索克拉底在《节日演说》中称: “为此,有识之士理应对我们深表感激,而非责难我们向那些人口减少的城邦派遣定居者(克勒鲁基亚),那是为了保卫这些地区,绝非出于贪婪。” 德摩斯梯尼在《论分摊税组》中,大概是将那些按照定居制度被派遣到任何其他土地上的人的财产称为“领地定居财产(克勒鲁基卡)”;因为一个不在雅典定居的人,怎能担任三列桨座战船长(战舰捐助者)呢?

§k.klesis

ΚΛΗΣΙΣ ἡ πρόσκλησις, τουτέστι παραγγελία εἰς κρίσιν· Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. ὅτι μέντοι καὶ προσκλήσεις ἔλεγον ὁ αὐτὸς ἐν τῷ περὶ Ἁγνίου κλήρου δηλοῖ.

传唤(克勒西斯) 即正式传唤(普罗斯克勒西斯),也就是到庭受审的通知;德摩斯梯尼《对阿里斯托克拉特斯》。不过同一个人在《论哈格尼亚斯的遗产》中表明,他们也称之为“普罗斯克勒塞伊斯”。

§k.kleteres

ΚΛΗΤΗΡΕΣ ΚΛΗΤΗΡΕΣ καὶ ΚΛΗΤΕΥΕΙΝ· κλητῆρες μὲν οἱ ἄνδρες δι’ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· Ἰσαῖος ἐν τῷ πρὸς Νεοκλέα περὶ χωρίου. πολὺ δ’ ἐστὶν ὅλως τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. ΚΛΗΤΕΥΣΑΙ δ’ ἐστὶ τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Κλεομέδοντος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις, καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου.

传唤见证人(克勒泰雷斯) “传唤见证人(克勒泰雷斯)”与“充当传唤见证人(克勒泰乌埃因)”。传唤见证人是指那些为对某人提起诉讼的人传唤其出庭的中介男子;因为必须有某些人作为传唤的见证人在场;伊萨奥斯《对涅奥克勒斯关于土地的辩词》。这个词在演说家和古喜剧中都十分普遍。“克勒泰乌赛”意为成为传唤见证人,正如伊萨奥斯在《对克勒奥墨冬》中所言。当证人在法庭上不响应作证呼召时,也说对他们“签发传票(克勒泰乌埃斯泰)”和“正式记录缺席抗命(埃克勒泰乌埃斯泰)”,并对其处以一千德拉克马的罚款,正如伊萨奥斯在《为皮同辩护脱离主奴关系案》中所言。

§k.kobaleia

ΚΟΒΑΛΕΙΑ Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ’ ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος β Ἀτθίδος οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν η ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι.

恶作剧弄诡(科巴莱亚) 狄纳尔科斯《对皮泰阿斯的弹劾案》。伴随欺诈的装模作样的嬉闹被称为“科巴莱亚”,行此举者称为“无赖小丑(科巴洛斯)”。它似乎与“粗鄙之徒(博摩洛科斯)”同义;菲洛科罗斯《阿提卡史》第二卷: “因为绝不能像某些人所说的那样,认为狄奥尼索斯会变成某种粗鄙的小丑和无赖。” 亚里士多德在《动物志》第八卷中说,角鸮(俄托斯)生性顽劣且善于模仿,因在对面模仿起舞而被捕获。

§k.koinon_grammateion

ΚΟΙΝΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ ΚΟΙΝΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ καὶ ΛΗΞΙΑΡΧΙΚΟΝ· τὸ μὲν κοινὸν γραμματεῖόν ἐστιν εἰς ὃ ἐνεγράφοντο οἱ εἰσαγόμενοι εἰς τοὺς φράτορας καὶ γεννήτας, τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι, ὡς δεικνύουσιν ἄλλοι τε ῥήτορες καὶ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου.

公用登记簿(科农·格拉马泰翁) “公用登记簿(科农·格拉马泰翁)”与“德谟户籍册(莱克西阿尔基孔)”。公用登记簿是那些被引荐加入胞族(弗拉特里亚)和宗族(格诺斯)者所登记的册子;而德谟户籍册则是那些登记进入各个德谟的人所录入的册子,正如其他演说家以及伊萨奥斯在《论阿波罗多洛斯的遗产》中所表明的那样。

§k.koinonikon

ΚΟΙΝΩΝΙΚΩΝ Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν. κοινωνικοὺς ἂν λέγοι τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν ἔχοντας ἀδελφοὺς, ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ’ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δὲ καὶ περὶ τῶν ἑκούσιον κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου, ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας.

合伙共有者的财产(科诺尼孔) 德摩斯梯尼《论分摊税组》。他大概是将那些共同拥有未分割家产的兄弟称为“共有者(科诺尼科伊)”,他们的父亲生前有能力承担公益捐助,但继承其财产的后嗣单凭一人无法承担战舰捐助;或者也可能是指那些在商业或某种其他事务中自愿缔结伙伴关系的人,他们中每一个人都没有单独拥有整笔共有财产的估税价值。

§k.koironidai

ΚΟΙΡΩΝΙΔΑΙ ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος ʽΚροκωνιδῶν ʽδιαδικασία πρὸς Κοιρωνίδας, ʼ ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένον δ’ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ’ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας.2 ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ’ ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας.

科罗尼代氏族 吕库古有一篇题为《克罗科尼代氏族对科罗尼代氏族的权利确权诉讼》的演说,有人认为这是菲利诺斯所作。科罗尼代是一个宗族(格诺斯),伊斯忒罗斯在《阿提卡史汇编》中论及他们。该宗族大概得名于科隆,人们称他是克罗肯的私生兄弟,克罗科尼代氏族因此也更显尊贵。但无论谁写了这篇演说,都说人们用三个名字称呼他们:即科罗尼代、菲利埃伊斯和佩里托伊代。

§k.kolluteus

ΚΟΛΛΥΤΕΥΣ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. δῆμός ἐστι τῆς Αἰγηΐδος Κολλυτός.

科吕托斯区民(科吕泰乌斯) 埃斯基涅斯《对提马科斯》。科吕托斯是埃盖伊斯部落的一个德谟。

§k.kolonetas

ΚΟΛΩΝΕΤΑΣ Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ τοῦ θησαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῷ Κολωνῷ εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερὸν, ὡς Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους· οὗτος δ’ ἂν εἴη ὁ τῶν ἱππέων.3 Φερεκράτης Πετάλῃ οὗτος, πόθεν ἥκεις; ἐς Κολωνὸν ἱέμην. οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. Δημοσθένης ἐν τοῖς Κολωνῆθέν φησι. περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γ Ἀτθίδος διεξῆλθεν.

科洛诺斯雇工(科洛涅塔斯) 绪珀里得斯《对阿佩莱奥斯关于宝藏案》。人们称雇工为“科洛涅塔斯”,因为他们站立在邻近广场(阿哥拉)的科洛诺斯丘陵旁,那里有赫淮斯托斯神庙和欧律萨刻斯祠;这个科洛诺斯被称为“集市科洛诺斯”。波塞冬神域旁还有另一座科洛诺斯,正如绪珀里得斯在《对奥托克勒斯》中所言;这应当就是“骑士科洛诺斯”。斐瑞克拉忒斯在《佩塔勒》中称:“嘿,你从哪里来?”“我正赶往科洛诺斯。”“不是集市科洛诺斯,而是骑士科洛诺斯。”德摩斯梯尼称“在来自科洛诺斯的人中”。关于这些科洛诺斯丘陵,地理志作者狄奥多罗斯与菲洛科罗斯在《阿提卡史》第三卷中都有详述。

语法注3 条
  1. k.klerouchoiκληρουχικὰ ἂν λέγοι

    带有 ἄν 的潜在希求法(λέγοι),表示词条编纂者对德摩斯梯尼原文含义的推断性解说(“大概是指……”)。其宾语为中性复数实质化短语 τὰ τῶν ἐκπεμφθέντων(“被派遣者的财产/事务”)。

  2. k.koironidaiπαρ’ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας

    介词短语 παρ' ὅ 带有关系代词中性宾格,意为“因此/由此”,表示基于前述情况的因果关系。其后的不定式结构(ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας)由前面的间接引语动词 φασίν 所统辖。

  3. k.kolonetasοὗτος δ’ ἂν εἴη ὁ τῶν ἱππέων

    由 ἄν 与希求法 εἴη 构成的潜在推测句(“这应当就是……”)。编纂者据此推断绪珀里得斯所提及的另一座科洛诺斯,正是著名的“骑士科洛诺斯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.klerouchoi-k.kolonetas