← 哈尔伯克拉提昂

十演说家词汇集

§k.keineas-k.klimazei

从凯涅阿斯到克利马泽伊的词条

本节依据演说家的用例,解释了历史人物(凯涅阿斯、克耳索布勒普忒斯、凯菲索多洛斯、凯菲索多托斯、基涅西亚斯)、阿提卡德谟与地名(凯法勒、凯托斯、凯菲西亚、基拉平原)以及各类词汇与异读考辨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§k.keineas

ΚΕΙΝΕΑΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν α, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα.

凯涅阿斯 德摩斯梯尼《为克忒西丰辩护》。在历史学家中亦公认,凯涅阿斯是将色萨利事务出卖给腓力的人之一,尤其忒奥彭波斯在第一卷中如此认定,并同时详述了有关此人的事迹。

§k.kersobleptes

ΚΕΡΣΟΒΛΕΠΤΗΣ πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ̓ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ καὶ περὶ χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.

克耳索布勒普忒斯 演说家们频繁提及此人,正如德摩斯梯尼在《对阿里斯托克拉特斯》中所言。他是科堤斯之子,虽最为年幼,却被其父立为色雷斯国王。至于他也曾因色索尼索斯半岛与雅典人交战,伊索克拉底在《论和平》中亦予以表明。

§k.kestrinoi

ΚΕΣΤΡΙΝΟΙ Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. κεστρῖνος ἰχθύς. ἐπισκεπτέον δὲ εἰ διαφέρει τι κεστρέως.

鲻类鱼(凯斯特里诺伊) 绪珀里得斯《论腌鱼》。凯斯特里诺斯是一种鱼。它与鲻鱼(凯斯特雷乌斯)是否有别,尚待考察。

§k.kefalos

ΚΕΦΑΛΟΣ ὄνομα κύριον, δημαγωγός.

凯法洛斯 专有名词,民粹煽动家。

§k.kefalethen

ΚΕΦΑΛΗΘΕΝ Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα ἐπιτροπῆς. Κεφαλὴ δῆμος τῆς Ἀκαμαντίδος, ἀφ’ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Διόδωρος.

来自凯法勒(凯法勒腾) 伊萨奥斯《对卡吕冬监护案》。凯法勒是阿卡曼提斯部落的一个德谟,来自那里的区民被称为“来自凯法勒”,正如狄奥多罗斯所言。

§k.kedonides

ΚΗΔΩΝΙΔΗΣ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. παιδερασταί τινες ἦσαν οὗτοι σφοδροί.

凯多尼得斯 埃斯基涅斯在《对提马科斯》中称: “越过这些狂暴之徒,凯多尼得斯、奥托克雷得斯和泰尔桑德罗斯。” 这些人是某种热烈的娈童恋者。

§k.kekis

ΚΗΚΙΣ βάμμα τι καὶ στύμμα, ἢ καρπός τις δρυὸς ἐπιτήδειος εἰς βαφήν· Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου α.

没食子(凯基斯) 一种染料兼收敛剂,或某种适合染色的橡树果实;德摩斯梯尼《对阿福波斯》第一篇。

§k.kepos

ΚΗΠΟΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. πόλις δ’ ἐστὶ κατὰ Βόσπορον καλουμένη Κῆπος.

凯波斯(果园城) 埃斯基涅斯《对克忒西丰》。博斯普鲁斯附近的一座名为凯波斯的城市。

§k.kerukeia

ΚΗΡΥΚΕΙΑ ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινομέναις πράσεσιν· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους.

传令官佣金(凯律凯亚) 在举行拍卖交易时支付给传令官的报酬;伊萨奥斯《对埃尔帕戈拉斯与德摩法涅斯》。

§k.kerukes

ΚΗΡΥΚΕΣ Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ.

传令使氏族(凯律凯斯) 伊索克拉底《节日演说》。雅典以此命名的氏族(宗族),得名于赫尔墨斯之子凯律克斯。

§k.kettoi

ΚΗΤΤΟΙ Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Διόδωρος ὁ περιηγητής φησιν.

凯托伊 吕西亚斯《控告尼基得斯懈怠案》。是莱昂提斯部落的一个德谟,正如地理志作者狄奥多罗斯所言。

§k.kefisieus

ΚΗΦΙΣΙΕΥΣ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς αὐτός φησιν.1

凯菲西亚区民(凯菲西厄乌斯) 伊萨奥斯《对埃尔帕戈拉斯与德摩法涅斯》。是厄瑞克透斯部落的一个德谟,正如他自己所述。

§k.kefisodoros

ΚΗΦΙΣΟΔΩΡΟΣ Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ’ ἂν εἴη Κηφισόδωρος ὃς ἵππαρχος ὤν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου.

凯菲索多洛斯 吕库古《对墨涅塞克穆斯》。此人在喜剧中被讽刺为迟钝之徒。另有一位凯菲索多洛斯,身为骑兵长官,在曼提尼亚与色诺芬之子格律洛斯一同阵亡;狄纳尔科斯在《对卡莱斯克罗斯》中提及此人。

§k.kefisodotos

ΚΗΦΙΣΟΔΟΤΟΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνδροτίων ἐν ε Ἀτθίδος ἱστορεῖ ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα.

凯菲索多托斯 埃斯基涅斯《对克忒西丰》。安德罗提翁在《阿提卡史》第五卷中记载,他在围攻阿洛佩孔涅索斯时被举手表决免职,受审定罪并被罚款五塔兰同。

§k.kigklis

ΚΙΓΚΛΙΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. αἱ τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.

格子门(金克利斯) 德摩斯梯尼《对阿里斯托格同》。法庭的门被称为金克利得斯;阿里斯托芬在《分宴者》中称:“陪审官爬向格子门。”

§k.kinados

ΚΙΝΑΔΟΣ ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ’ Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον.

狡兽(基纳多斯) 用以指代“野兽”;德摩斯梯尼《为克忒西丰辩护》。亦见于喜剧,正如阿里斯托芬作品中所示。据说西西里希腊人特意将狐狸称为基纳狄翁。

§k.kinesias

ΚΙΝΗΣΙΑΣ Λυσίου β λόγοι εἰσὶ πρὸς Κινησίαν, ἐν οἷς πολλάκις μνημονεύει τἀνδρὸς, λέγων ὡς ἀσεβέστατος εἴη καὶ παρανομώτατος, καὶ ὅτι καὶ οἱ κωμῳδοδιδάσκαλοι καθ’ ἕκαστον ἐνιαυτὸν γράφουσιν εἰς αὐτόν. εἴη δ’ ἂν οὗτος ὁ διθυραμβοποιὸς, οὗ μέμνηνται πολλάκις οἱ κωμικοὶ καὶ Στράττις ὅλον δρᾶμα ποιήσας εἰς αὐτὸν, ὅπερ ἐπεγράφη Κινησίας, ἐν ᾧ καὶ τὴν ἀσέβειαν αὐτοῦ κωμῳδεῖ.

基涅西亚斯 吕西亚斯有两篇《对基涅西亚斯》,在其中屡次提及此人,称其极其不敬神且极其不法,并称喜剧诗人们每年都写剧本针对他。此人大概就是那位狄梯朗勃斯诗人,喜剧诗人们屡次提及他,斯特拉提斯甚至专门针对他作了一整出题为《基涅西亚斯》的戏剧,在其中讽刺了他的不敬神。

§k.kirraion_pedion

ΚΙΡΡΑΙΟΝ ΠΕΔΙΟΝ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει.

基拉平原(基拉翁·佩狄翁) 埃斯基涅斯《对克忒西丰》。基拉是一座距德尔斐三十斯塔狄翁的城市。因此演说家似乎是将邻近该城的平原称为“基拉平原”。

§k.kisthene

ΚΙΣΘΗΝΗ Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.

基斯泰涅 伊索克拉底《节日演说》。色雷斯的一座山。克拉提诺斯称:“由此你将抵达大地边陲,望见基斯泰涅之山。”

§k.kittoforos

ΚΙΤΤΟΦΟΡΟΣ ἔνιοι μετὰ τοῦ ς γράφουσι κιστοφόρος· τὰς γὰρ λεγομένας κίστας ἱερὰς εἶναι ἔλεγον τοῦ Διονύσου καὶ ταῖν θεαῖν.

佩常春藤者(基托珀洛斯) 有人带有西格玛写作“携圣箱者(基斯托珀洛斯)”;因为人们常说所谓的圣箱是属于狄奥尼索斯和两位女神(德墨忒尔与科瑞)的。

§k.klimazei

ΚΛΙΜΑΖΗΙ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ʽσυνηγορία Αἰσχίνῃ ʽκατὰ Δεινίοὐ ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ. μήποτε δὲ δεῖ γράφειν ΒΛΙΜΑΖΗΙ,2 ἵν’ ᾖ οἷον θλίβῃ καὶ βιάζηται.

曲解(克利马泽伊) 狄纳尔科斯在题为《为埃斯基涅斯辩护控德尼阿斯》的演说中称: “因此当他自辩时曲解并误引法律”用以替代“歪曲并偏转”。但或许应当写作“摸索试探(布利马泽伊)”,取其如同“捏紧与强压”之意。

语法注2 条
  1. k.kefisieusὡς αὐτός φησιν

    代词αὐτός指代前文刚刚提及的演说作者(伊萨奥斯本人),意为“正如演说家本人在其演说中所述”。

  2. k.klimazeiμήποτε δὲ δεῖ γράφειν ΒΛΙΜΑΖΗΙ

    在后古典希腊语中,μήποτε常作为副词性习惯表达,用于表示委婉的推测或建议(“或许”、“也许应当”),而非表单纯的否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.keineas-k.klimazei