← 哈尔伯克拉提昂

十演说家词汇集

§k.katachusmata-k.kerkops

从卡塔丘斯玛塔到凯尔科普斯的词条

词条辑录了演说家作品中出现的“撒落干果”、“举手表决不信任”以及伪证、行刑等用语,并考释了凯布勒纳、凯奥斯岛、雅典的德谟与部落(凯里阿代、凯克罗皮斯、凯拉梅伊斯)、凯拉梅伊科斯,以及人物凯尔基达斯与神话中的凯尔科普斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§k.katachusmata

ΚΑΤΑΧΥΣΜΑΤΑ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου α. ὅτι τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον1 Ἀριστοφάνης Πλούτῳ δηλοῖ ὅτι δὲ καὶ τῶν ἀπὸ θεωρίας * * * *. κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, ὡς Θεόπομπος Ἡδυχάρει.

撒落干果(卡塔库斯马塔) 德摩斯梯尼《对斯特法诺斯》第一篇。主人将干果蜜饯撒在刚买来的奴隶头上,阿里斯托芬在《财神》中对此有所表明;而对那些从神圣使团归来的人[……]。并且这些干果也被撒在男女新婚者身上,正如忒奥彭波斯在《赫狄卡里斯》中所称。

§k.katacheirotonia

ΚΑΤΑΧΕΙΡΟΤΟΝΙΑ ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπερείδῃ ἐν τῷ ὑπὲρ Χαιρεφίλου περὶ τοῦ ταρίχους. διεξῆλθε δὲ περὶ τῆς καταχειροτονίας καὶ Θεόφραστος ἐν δ Νόμων.

举手表决不信任(卡塔凯罗托尼亚) 雅典有在公民大会上针对各长官以及告密者提出弹劾申诉(普罗博莱)的习俗;若有人在举手表决中被判不信任,此人便会被解送法庭。这一名词频繁出现于德摩斯梯尼《对墨狄亚斯》以及绪珀里得斯《为凯瑞菲洛斯就腌鱼案辩护》中。泰奥弗拉斯托斯在《论法律》第四卷中亦详述了不信任表决。

§k.katapseudomarturesamenos

ΚΑΤΑΨΕΥΔΟΜΑΡΤΥΡΗΣΑΜΕΝΟΣ ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας2 Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.

指使伪证(卡塔普塞乌多马尔提瑞萨墨诺斯) 用以替代“提供作伪证之人”;德摩斯梯尼《对斯特法诺斯》。

§k.kateleusan

ΚΑΤΕΛΕΥΣΑΝ ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους.

用石击毙(卡泰勒乌桑) 用以替代“用石头打倒”;绪珀里得斯《对奥托克勒斯》。

§k.katoikodomesen

ΚΑΤΩΙΚΟΔΟΜΗΣΕΝ ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους πολλάκις.

砌墙幽禁致死(卡托伊科多墨森) 用以替代“关入屋内并将其杀害”;伊萨奥斯在《对狄奥克勒斯》中多处使用。

§k.kebrena

ΚΕΒΡΗΝΑ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α.

凯布勒纳 德摩斯梯尼《对阿里斯托克拉特斯》。凯布伦是特洛阿德地区的一座城市,为库墨人的殖民城邦,正如厄福罗斯在第一卷中所述。

§k.kegchreon

ΚΕΓΧΡΕΩΝ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ κἄπειτ’ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων.

洗矿场(肯克瑞翁) 德摩斯梯尼在《对潘泰涅托斯的反诉》中称: “随后他唆使我的奴仆们滞留在洗矿场中”用以替代“洗选洁净场所”,即人们对从矿山开采出的粟粒状矿石进行冷却洗选之处,正如泰奥弗拉斯托斯在《论矿物》中所暗指的那样。

§k.keioi

ΚΕΙΟΙ Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν οἱ Κεῖοι μὲν πόλις τοσαύτη.3 Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοι’ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται.

凯奥斯岛民(凯奥伊) 吕西亚斯在《论自身功绩》中称: “凯奥斯人虽为如此大的城邦。” 凯奥斯岛是邻近阿提卡的基克拉泽斯群岛之一。演说家将这座岛屿称为“城邦”。欧里庇得斯论及优卑亚岛时亦称:“优卑亚是雅典邻近的一座城邦。”阿里斯托芬论及西西里时亦言:“多么可悲的城邦,正遭残害!”

§k.keiriades

ΚΕΙΡΙΑΔΗΣ Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.

凯里阿代区民(凯里阿德斯) 伊萨奥斯《同区人控波奥托斯之上诉案》。狄奥多罗斯在《论各德谟》中述及,凯里阿代是希波同提斯部落的一个德谟。

§k.kekropis

ΚΕΚΡΟΠΙΣ Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ’ ἦν τῶν ι φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος.

凯克罗皮斯部落(凯克罗皮斯) 绪珀里得斯《对阿里斯托格同》。雅典的十个部落之一是凯克罗皮斯,正如德摩斯梯尼在《国葬悼词》(若为真作)中所述。

§k.keleontes

ΚΕΛΕΟΝΤΕΣ Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ἵνα τοὺς κελέοντας κατέπηξεν. κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ’ Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα.

织机立柱(凯莱昂泰斯) 安提丰《对德摩斯梯尼控告案之辩护辞》: “在他树起立柱的地方。” 本义指织机的柱脚,正如在喜剧诗人阿里斯托芬的作品中显然可见的那样;但此处演说家大概是借喻指直立的木料。

§k.kerameis

ΚΕΡΑΜΕΙΣ Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου α. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ.

凯拉梅伊斯区民(凯拉梅伊斯) 绪珀里得斯《为克塞诺菲洛斯辩护》第一篇。凯拉梅伊斯是阿卡曼提斯部落的一个德谟,正如狄奥多罗斯所言。菲洛科罗斯在第三卷中称,他们得名于陶艺技术,以及向一位名为凯拉莫斯的英雄献祭。

§k.kerameikos

ΚΕΡΑΜΕΙΚΟΣ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν.

凯拉梅伊科斯 安提丰《对尼科克勒斯论边界》。正如演说家本人所说,有两个凯拉梅伊科斯,一个在城内,另一个在城外;在城外公葬阵亡将士并宣读悼词。卡利克拉特斯或墨涅克勒斯在《论雅典》中阐明了此事。

§k.kerkidas

ΚΕΡΚΙΔΑΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν Ἀρκάδας Κερκιδᾶς. ὅτι δ’ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιε Φιλιππικῶν.

凯尔基达斯 德摩斯梯尼在《为克泰西丰辩护》中列举叛国者时称: “阿尔卡狄亚人中有凯尔基达斯。” 此人属于马其顿派,忒奥彭波斯在《腓力史》第十五卷中亦有叙述。

§k.kerkouros

ΚΕΡΚΟΥΡΟΣ εἶδος τι νεώς· Δείναρχος Τυρρηνικῷ.

轻快舟(凯尔库罗斯) 一种船只;狄纳尔科斯《第勒尼安演说》。

§k.kerkops

ΚΕΡΚΩΨ Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ’ αὐτῶν κληθῆναι. Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Κάνδουλον καὶ Ἄτλαντον.

凯尔科普斯(凯尔科普斯) 埃斯基涅斯《论使节》。在归于荷马名下的《凯尔科普斯兄弟》中,显明凯尔科普斯兄弟乃是骗子和说谎者;塞纳戈拉斯称他们被变成了猴子,皮特库萨群岛亦因他们而得名。萨摩斯的埃斯克里昂在抑扬格诗中记载他们的名字是坎杜洛斯和阿特兰托斯。

语法注3 条
  1. k.katachusmataτῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον

    动词 καταχέω(浇下、撒落)采用以属格表示被倾倒/撒落的对象(τῶν νεωνήτων),以宾格表示所倾倒之物(τραγήματα)的句式。后文的 τῶν νυμφίων 亦为表示动作承受者的属格。

  2. k.katapseudomarturesamenosἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας

    中间位分词 καταψευδομαρτυρησάμενος 并非指当事人自己作伪证,而是具有“为自己提供/指使他人作伪证”的间接中间位及使动含义,训解中的 παρασχών 亦清楚表达了这种提供与指使的功能。

  3. k.keioiοἱ Κεῖοι μὲν πόλις τοσαύτη

    单数名词 πόλις 与复数主格的居民名称 οἱ Κεῖοι 构成同位语或谓语关系。哈尔波克拉提翁在引文之后特别解释称“演说家将该岛称为城邦”,指出这是将全岛居民或整座岛屿泛称为单一城邦的修辞性用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.katachusmata-k.kerkops