← 哈尔伯克拉提昂

十演说家词汇集

§k.karkinos-k.katapaex

从卡尔基诺斯到卡塔帕埃克斯的词条

本节收录以字母Kappa开头的词条,考释了包含多重含义的“卡尔基诺斯”、涉及农产房产纠纷的“果实之诉”、雅典行政与司法术语(各德谟法官、骑兵安置金、市场诚实法规)、医学与金融名词“卡塔博勒”以及卫城岩壁切削面(卡塔托墨)等词义与文献典据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§k.karkinos

ΚΑΡΚΙΝΟΣ Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐτομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ’ ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περιπλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν ʽοὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ʽὀρθῶς παγείσας -ʽ??ʼ-ʽ??ʼ- φρένας ʽοὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν.ʼ ΚΑΡΠΟΥ ΔΙΚΗ Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται.

卡尔基诺斯 吕西亚斯在《为狗辩护》(若为真作)中称: “因为母狗屡屡溜进来,毁坏了我的卡尔基诺斯。” 当谷物在地下深深扎根时,人们也说它们“扎成了卡尔基诺斯状”;费瑞克拉底在《逃兵》中称:“只要你有闲暇,就降雪吧,好让庄稼根须彼此相结。”身体中产生的某种病症也被称为卡尔基诺斯,如今人们称之为“癌肿(卡尔基诺马)”。它也是一个专有名词(人名),伊索克拉底在《银行家辩护辞》中提及;这大概是指被派去绕航伯罗奔尼撒半岛的雅典将军。至于悲剧诗人、克塞诺克勒斯之子卡尔基诺斯,吕西亚斯在《对姆涅西马科斯》中称: “诗人卡尔基诺斯亦赞同这些观点,他说:‘酒未曾让人丧失理智;因为一旦天赋之智谋被端正地树立,便无任何时机能挑唆其犯下过失。’”果实之诉(卡尔普·狄凯) 吕西亚斯《对德摩斯梯尼控其监护之诉》: “因为你若对这位年轻人有所控告,且他占有你的某种财产,你就应当依法与他对簿公堂:若争执的是土地,便提起果实之诉;若是房屋,便提起房租之诉;正如他如今控告你的监护之诉那样。”

§k.karuanda

ΚΑΡΥΑΝΔΑ Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.

卡律安达 狄纳尔科斯《对波吕埃克托斯》。卡里亚的一座城市。

§k.katabole

ΚΑΤΑΒΟΛΗ Δημοσθένης ἐν θ Φιλιππικῷ ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ.1 ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ διὰ τὸ ἐν ἀποδεδειγμένῳ προσιέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων.

分期交纳/周期发作(卡塔博勒) 德摩斯梯尼在《腓力演说》第九篇中称: “犹如热病的周期或发作”。 在周期性疾病中,某种发作被称为卡塔博勒,是因为它在固定的时间侵袭,正如集资会社的会员们按期交纳(卡塔博莱)金钱那样。

§k.katadedesthai

ΚΑΤΑΔΕΔΕΣΘΑΙ ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.

被束缚(卡塔德得斯泰) 用以替代“中了药物之毒”以及“被巫术法术所束缚”;狄纳尔科斯《对皮梯阿斯之弹劾案》。

§k.kata_demots_dikastas

ΚΑΤΑ ΔΗΜΟΥΣ ΔΙΚΑΣΤΑΣ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λ καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μ, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

各德谟的法官(卡塔·德穆斯·狄卡斯塔斯) 德摩斯梯尼《对提摩克拉特斯》。关于各德谟的法官,亚里士多德在《雅典政制》中说明,他们最初有三十人,巡回各德谟进行审判,后来增至四十人。

§k.katadikasamenos

ΚΑΤΑΔΙΚΑΣΑΜΕΝΟΣ2 ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως.

获得胜诉判决(卡塔狄卡萨墨诺斯) 用以替代“获胜并使某人被定罪”;伊萨奥斯《对狄奥克勒斯控其肆暴》。

§k.katagein_ta_ploia

ΚΑΤΑΓΕΙΝ ΤΑ ΠΛΟΙΑ Δημοσθένης ἐν η Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ.

强引船舶靠岸(卡塔格因·塔·普洛亚) 德摩斯梯尼《腓力演说》第八篇。强引船舶靠岸(卡塔格因)是用以指代施加强暴和侵害,不容许航行者驶向他们所愿去的地方,而是强行带入行海盗行为者自己的地盘,正如吕库戈斯在《对莱奥克拉特斯》中所表明的那样。

§k.katastasis

ΚΑΤΑΣΤΑΣΙΣ Λυσίας ψηφίσασθαι δὲ τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρ’ αὐτῶν.3 ἔοικεν ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει, ὥσπερ αὐτὸς ὁ ῥήτωρ ἐν τοῖς ἑξῆς ὑποσημαίνει. παρεμφαίνει τοῦτο καὶ Εὔπολις Φίλοις· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἔτι δὲ σαφέστερον λέγεται ἐν τῷ Σύρφακι Πλάτωνος. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν ἕτεροι καθίσταντο· ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι.

安置金(卡塔斯塔西斯) 吕西亚斯: “并决议由骑兵统领们呈报服过骑兵役者,以便你们向他们追讨安置金(卡塔斯塔西斯)。” 这似乎是指获任的骑兵因其就职就任(卡塔斯塔西斯)而从国库领取的银钱,正如演说家自己在下文中暗指的那样。欧波利斯在《朋友们》中亦隐约提及此事:“老人家,你甚至在学会骑术之前,就骤然领受这笔安置金,实在欠缺审慎。”柏拉图在《叙尔法克斯》中说得更为清楚。服过骑兵役者在其他人被任命替代他们时,会将这笔钱款退还;而追索此款者则是骑兵统领。

§k.kata_ten_agoran_apseudein

ΚΑΤΑ ΤΗΝ ΑΓΟΡΑΝ ΑΨΕΥΔΕΙΝ Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους α ὁ μὲν τοίνυν νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ. ἔοικεν ὁ νόμος περὶ τῶν ὠνίων κεῖσθαι· Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους.

在市场上不得说谎(卡塔·坚·阿戈兰·阿普塞乌登) 绪珀里得斯《对阿忒诺革涅斯》第一篇: “法律命人不得在市场上说谎。” 该法律似乎是针对待售商品而立;至少泰奥弗拉斯托斯在《论法律》中称,市场监管官须过问两件事,即市场上的良好秩序,以及不仅卖者、而且买者亦不得说谎。

§k.katatome

ΚΑΤΑΤΟΜΗ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ. Φιλόχορος δὲ ἐν ς οὕτως Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῷ πρότερον ἔτει χορηγῶν παισὶ, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας.

凿削崖壁(卡塔托墨) 绪珀里得斯《对德摩斯梯尼》: “坐在下方、凿削崖壁之下。” 菲洛科罗斯在第六卷中如此记述: “阿纳吉鲁斯德谟的埃斯克赖奥斯在前一年作为少年歌队编排者获胜后,将剧场上方的三脚祭鼎镀银并献纳,铭文刻于岩石的凿削崖壁(卡塔托墨)上。”

§k.katapaex

ΚΑΤΑΠΛΗΞ ὁ συνεχῶς πεπληγμένος· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, ἐν τῷ κατ̓ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος ὁ λόγος. Θεόπομπος Τισαμενῷ ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.

饱受击打者/惊愕者(卡塔普勒克斯) 不断挨打之人;吕西亚斯《对苏格拉底学派埃斯基涅斯》,以及《对安多基得斯控其不敬神》(若演说为真作)。忒奥彭波斯在《提萨墨诺斯》中称:“但厄勒梯亚得到了女人们的宽恕,因她于其技艺惊愕不已。”

语法注3 条
  1. k.kataboleὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ

    引自德摩斯梯尼《第三篇反腓力演说》(第29节),手抄本依据希腊化时期的演说集编次而标为“第九篇”。文中将热病的周期(περίοδος)与单次发作(καταβολή)同会社成员定期缴纳份金(καταβολαί)的词义联系起来进行阐释。

  2. k.katadikasamenosΚΑΤΑΔΙΚΑΣΑΜΕΝΟΣ

    此处将动词καταδικάζω的中动分词解释为具有主动或使役色彩(“赢得官司并使某人被判有罪”)。该用法体现了间接中动意义,即主语为了自身利益而使判决得以促成。

  3. k.katastasisἵνα τὰς καταστάσεις ἀναπράξητε παρ’ αὐτῶν

    此处κατάστασις并非抽象的“确立/就职”,而是指雅典骑兵就任时从国库预支以置办马匹装备的“安置金/装备补助”。目的状语从句 ἵνα ... ἀναπράξητε 表示“以便你们(城邦/公民)向卸任骑兵追讨/收回这笔国家资金”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.karkinos-k.katapaex