- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:i.hippas-i.ion
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁释读了从“骑士财产等级”至“伊翁”的各个词条,结合演说家的引文提供了历史、制度及人物生平考证。
ἹΠΠΑΣ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου ἀπεγράψατο μὲν τίμημα μικρὸν ὡς ἱππάδα τελῶν.1 Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγίτας καὶ θῆτας. τῶν οὖν ἱππέων αἱ ἱππάδες.
骑士财产等级 伊萨奥斯《论阿波罗多洛斯的遗产》: “他申报了微薄的财产估价,如同缴纳骑士等级的税赋。” 亚里士多德在《雅典政制》中称,梭伦将雅典全体公民划分为四个等级:五百麦斗级、骑士级、双牛级和雇农级。因此,所谓的“骑士等级”即属于骑士之列。
ἹΠΠΙΑ ἈΘΗΝΑ Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν α Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι.
骑士雅典娜 伊萨奥斯《对卡吕冬》。姆纳塞阿斯在《欧洲志》第一卷中称,骑士雅典娜是波塞冬与大洋神之女科吕菲的女儿,因她是第一个制造战车的人,故而被称为“骑士之神”。
ἹΠΠΟΔΑΜΕΙΑ Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ.
希波达梅亚广场 德摩斯梯尼在《对提摩太》中称,皮埃劳斯有一个名为希波达梅亚的广场,得名于曾为雅典人规划建设皮埃劳斯的米利都建筑师希波达摩斯。
ἼΣΑ ΒΑΙΝΩΝ ΠΥΘΟΚΛΕΙ Δημοσθένης ἐν ἼΣΑ ΒΑΙΝΩΝ ΠΥΘΟΚΛΕΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου α φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ’ αὐτὸν ἴσα βαίνουσ̓ ἑταίρα πολυτελής.
与皮托克勒斯齐步并进德摩斯梯尼在 与皮托克勒斯齐步并进德摩斯梯尼在《对埃斯基涅斯》中用作“时刻相随、寸步不离”之意。并且他在《对斯特凡诺斯》第一卷中称: “他与银行家阿里斯托洛科斯齐步走着。” 米南德:“一位奢华的名妓在身旁与他齐步同行。”
ἼΣΑΙ ΨΗΦΟΙ Αἰσχίνης κατὰ Κτησιφῶντος ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο, εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν.2
平票 埃斯基涅斯《对客忒西丰》: “另一位平民,因为怯懦地承受恐惧而乘船逃往罗得岛,不久前曾被弹劾,投给他的选票正好平手;但哪怕多投出了一票,他本就会被驱逐出国境并处死。”
ἸΣΑΙΟΣ εἷς μέν ἐστι τῶν δέκα ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν β περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ’ ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι.
伊萨奥斯 此人是十位演说家之一,伊索克拉底的学生,德摩斯梯尼的老师,按赫尔米波斯在《论伊索克拉底的门徒》第二卷中所述,依出身是雅典人。但德米特里在《论同名诗人》中称他是卡尔基斯人。
ἸΣΜΗΝΙΑΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. εἷς τῶν παρὰ Θηβαίοις ἦν πολέμαρχος ἐπιφανής.
伊斯墨尼亚斯 吕西亚斯《对斯拉苏布洛斯》,若确为真作。他是忒拜人中一位显赫的军事执政官。
ἸΣΟΛΑΙΤΗΣ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει.
伊索莱忒斯 绪珀里得斯《为芙丽涅辩护》。某个外邦的神明,平民妇女和绝非端庄的女子向其举行入教秘仪。
ἸΣΟΤΕΛΗΣ ἸΣΟΤΕΛΗΣ καὶ ΙΣΟΤΕΛΕΙΑ· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολλάκις. τιμή τις διδομένη τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ’ ἣν καὶ τοῦ μετοικίου ἄφεσις αὐτοῖς ἐγίγνετο, ὡς Λυσίας ἐν τῷ πρὸς Σώστρατον ὕβρεως, εἰ γνήσιος. ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι3 ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θεόφραστος εἴρηκεν ἐν ια τῶν Νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἰσοτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. ἔστι δὲ μαθεῖν ἐκ τοῦ προγεγραμμένου Ἰσαίου λόγου καὶ ὅσα ἐτέλει ὁ ἰσοτελής.
享有平等待遇的外邦人(平税权) 享有平等待遇的外邦人以及平税权。伊萨奥斯在《对埃尔帕戈拉斯》中屡次提及。这是授予那些表现出配得该项待遇的居留外邦人的一种殊荣,依据该项特权,居留税亦对他们予以免除,正如吕西亚斯在《对索斯特拉托斯控其侮辱》中所述,若作品为真作。而享有平等待遇者对于居留外邦人所履行的其他义务亦享有免除,忒奥弗拉斯托斯在《法篇》第十一卷中已述及;并且他称有时雅典人甚至通过表决将平税权授予整个城邦,如同对奥林索斯人和忒拜人那样。从上述伊萨奥斯的演说中,亦可得知享有平等待遇者缴纳何种税赋。
ἼΣΧΑΝΔΡΟΣ Δημοσθένης κατ’ Αἰσχίνου. τραγικὸς ὑποκριτὴς ὁ Ἴσχανδρός ἐστι. δοκεῖ δ’ αὐτῷ συνυποκρινόμενος Αἰσχίνης ὁ ῥήτωρ ἐν Κολλυτῷ καταπεσεῖν, καθά φησι Δημοχάρης ἐν τοῖς Διαλόγοις.
伊斯坎德罗斯 德摩斯梯尼《对埃斯基涅斯》。伊斯坎德罗斯是一位悲剧演员。演说家埃斯基涅斯在科吕托斯与他同台演戏时似乎曾摔倒在地,正如德谟卡里斯在《对话录》中所言。
ἸΤΕΛΙΟΣ Λυσίας ἐν τῷ κατὰ Νικίδου. δῆμός ἐστι τῆς Ἀκαμαντίδος Ἰτέα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος.
伊特利奥斯(伊忒亚村民) 吕西亚斯《对尼基得斯》。阿卡曼提斯部落有一个名为伊忒亚的村社,该村社的村民由此被称为伊忒亚人,正如狄奥多罗斯所述。
ἼΩΝ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τραγῳδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ μέλη πολλὰ καὶ τραγῳδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους· ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε ἀρχὴ ἥδε μοι τοῦ λόγου. πάντα τρία καὶ πλέον οὐδὲν οὐδὲ ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη.
伊翁 伊索克拉底《交换财产诉讼演说》。演说家此刻当指悲剧诗人伊翁,他按出身是基俄斯人,奥耳托墨涅斯之子,按绰号则是克苏托斯之〔子〕。他写过许多抒情诗和悲剧,以及一部题为《三元论》的哲学著作,卡利马科斯称该著作有争议,或被认为是埃庇革涅斯的;在某些作者那里,标题亦作复数形式《三元论集》,正如斯刻普西斯的德米特里和尼西亚的阿波罗尼得斯所述。他们记载该著作中有如下内容: “这是我言论的开端:万物皆为三,无多亦无少。这三者每一者的德性都是三位一体:智慧、力量与命运。”
- i.hippasὡς ἱππάδα τελῶν
动词 τελέω 在此表示“缴纳某一等级的税赋/按某阶层纳税申报”,以 ἱππάδα(骑士阶层的税级/资格)为其宾格。ὡς 表示所申报的身份或资格(“按骑士阶层纳税”)。
- i.isai_psefoiεἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν
过去与事实相反的虚拟条件句。条件从句使用不定过去时直陈式 ὑπερέπεσεν,结论从句并列了过去完成时直陈式 ὑπερώριστο ἂν 与不定过去时 ἀπέθανεν。此处使用过去完成时 ὑπερώριστο 强调一旦多出一票即刻产生的被驱逐出境的完成状态结果。
- i.isotelesτῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι
关系代词 ὧν 受到其先行词 τῶν ἄλλων 的属格同化(attractio relativi)。在句法上,作为动词 ἔπραττον(“征收/履行”)的直接宾语,原本应使用宾格 ἅ。
