← 哈尔伯克拉提昂

十演说家词汇集

§f.fimoi-f.chilioi_diakosioi

从掷骰筒到一千二百人的词汇解释

哈尔波克拉提翁对以希腊字母Φ结尾(如掷骰筒、弗吕亚村、福尔班斯圣所、部族骑兵长、菲莱等)以及以Χ开头(如寨栅、青铜节、卡里克勒斯、净手礼、一千二百人等)的法庭演说及历史制度术语进行训诂辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§f.fimoi

ΦΙΜΟΙ Αἰσχίνης κατὰ Τιμάρχου καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δ᾽ ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ’ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ.1

掷骰筒 埃斯基涅斯《控告提马尔科斯》: ‘既有掷骰筒,又有其他博戏用具。’ 正如词义解释者所言,掷骰筒即所谓漏斗状摇掷器,人们往其中投掷骰子。迪菲洛斯在《双马战车》中说:‘把掷骰筒拉到中间来,好让他投掷。’

§f.fluea

ΦΛΥΕΑ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής.

弗吕亚村的 伊赛奥斯《论基隆遗产》。弗吕亚是凯克洛皮斯部落的一个村区。悲剧诗人欧里庇得斯便出身于该村区。

§f.forbanteion

ΦΟΡΒΑΝΤΕΙΟΝ Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος.

福尔班斯圣所 许佩里德斯《控告帕特罗克勒斯》。雅典的福尔班斯圣所是得名于曾任库瑞忒斯人之王并被厄瑞克透斯斩杀的福尔班斯,安德龙在《谱系记》第八卷中已阐明了这一点;而根据赫拉尼科斯《阿提卡史》第一卷的记载,福尔班斯是波塞冬之子。

§f.forine

ΦΟΡΙΝΗ Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ’ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ.

兽皮 安提丰《论真理》第二卷。该词亦可用于指代人类的皮肤,阿里斯托墨涅斯在《术士》中亦阐明了这一点。

§f.frateres

ΦΡΑΤΕΡΕΣ Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· ΦΡΑΤΡΙΑΡΧΟΣ δ’ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων.

同胞社成员 德摩斯梯尼《论姓名》。同胞社是部落的三分之一,属于同一同胞社的人被称为同胞社成员,而‘属于同胞社’意即加入同一同胞社;‘同胞社长’则是同胞社的主事者。

§f.frearrios

ΦΡΕΑΡΡΙΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

弗瑞阿罗伊村民 德摩斯梯尼《为克忒西丰辩护》。这是莱昂提斯部落的一个村区。

§f.froudos

ΦΡΟΥΔΟΣ Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν.

不见踪影 安提丰《论赫罗德斯被杀案》中用以代指‘脱离视线’。该词见于许多作家之作。

§f.fruktoron

ΦΡΥΚΤΩΡΩΝ φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου.

烽火警卫 举烽火意即严格说来以举起的火炬传达任何信号;狄纳尔科斯《为埃斯基涅斯助诉控告狄尼亚斯》。

§f.frunondas

ΦΡΥΝΩΝΔΑΣ Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου.

弗吕农达斯 埃斯基涅斯《控告克忒西丰》。他在雅典人中以奸恶臭名昭著,丝毫不亚于欧律巴托斯。

§f.frunon

ΦΡΥΝΩΝ Δημοσθένης κατ’ Αἰσχίνου. οὗτος τῶν ι πρέσβεων εἷς ἦν τῶν μετ̓ Αἰσχίνου καὶ Δημοσθένους.

弗吕农 德摩斯梯尼《控告埃斯基涅斯》。他是与埃斯基涅斯及德摩斯梯尼同行的十名使节之一。

§f.fularchos

ΦΥΛΑΡΧΟΣ Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί.

部族骑兵长 德摩斯梯尼《反腓力演说集》。部族骑兵长是指各部族骑兵的指挥官,隶属于骑兵长官管辖,正如亚里士多德在《雅典政制》中所说。

§f.fule

ΦΥΛΗ Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλὴν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ’ ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. χ.

菲莱 伊索克拉底《论和平》。菲莱是俄纽斯部落的一个村区。米南德在《古怪人》中说:‘请认为此地乃阿提卡的菲莱,而我走出的这处宁芙神龛属于菲莱人。’菲洛科罗斯在《阿提卡史》第七卷中指出该地是一处要塞。卡。

§f.charaka

ΧΑΡΑΚΑ Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

寨栅 德摩斯梯尼用以指代人们为安全而在军营周围构筑的栅栏。米南德在《盾牌》中说:‘因为许多人抛弃了寨栅,四处劫掠村庄。’

§f.chalkeia

ΧΑΛΚΕΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ’ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένης Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ,2 χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ’ Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα.

青铜节 许佩里德斯《控告德墨阿斯冒充公民案》。阿卡奈的阿波罗尼奥斯指出,青铜节是雅典人在皮亚涅普西翁月晦日为敬奉雅典娜而举行的节日,属于手工业者,尤其是铜匠共同的节日。但法诺德摩斯指出,该节日并非为敬奉雅典娜,而是为敬奉赫淮斯托斯而举行。米南德亦写有名为《青铜节》的剧作。

§f.charikles

ΧΑΡΙΚΛΗΣ εἷς τῶν λ· Λυσίας.

卡里克勒斯 三十人篡政集团成员之一;吕西亚斯。

§f.chernibon

ΧΕΡΝΙΒΩΝ Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ χερνίβων καὶ κανῶν ἁψόμενον. εἴη δ᾽ ἂν ἀπ’ ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

净手之水的 德摩斯梯尼《控告安德罗提翁》: ‘去触碰净手之水与祭盘的人。’ 该词应是主格形式chernips的复数属格chernibon;因为喜剧诗人们亦提到净水用于献祭。无论如何,阿里斯托芬在《鸟》中说道:‘孩子,孩子,把祭盘和净水端起来。’

§f.chilioi_diakosioi

ΧΙΛΙΟΙ ΔΙΑΚΟΣΙΟΙ Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησιν οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων. οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δ’ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ς. Λυσίας δ’ ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες.3

一千二百人 伊赛奥斯在《反驳伊斯科玛科斯》中说道: ‘在这一千二百人中绝没有叫吕西得斯的人。’ 雅典最富有的公民共有一千二百人,他们亦承担城邦的公益捐助职责。其他演说家及菲洛科罗斯在第六卷中亦提及他们。但吕西亚斯在《反驳克莱尼亚斯》中,以及伊赛奥斯在《为尼基亚斯助辩》中,采用了取整的数字,称之为‘一千人’。

语法注3 条
  1. f.fimoiὡς ἂν ἐμβάλῃ

    由ὡς ἄν引导并接第三人称单数过去不定时虚拟式ἐμβάλῃ构成的目的从句,从属于主句现在时祈使语气动词ἕλκε,意为“以便他将(骰子)投掷进去”。

  2. f.chalkeiaΠυανεψιῶνος ἕνῃ καὶ νέᾳ

    表示时间的与格,指节日举行的具体日期:“在皮亚涅普西翁月的晦日(即最后一天)”。ἕνη καὶ νέα(‘旧日兼新日’)是雅典太阴历中指代当月最后一日(第30日)的固定专门术语。

  3. f.chilioi_diakosioiτῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες

    动词ἐχρήσαντο支配与格补足语τῷ ἀπηρτισμένῳ ἀριθμῷ。完成时被动分词ἀπηρτισμένος在此指“凑整的、取整的(整数)”;随后的分词短语χιλίους εἰπόντες(“说成一千人”)对其具体表述方式作了进一步说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:f.fimoi-f.chilioi_diakosioi