- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:f.falaggia-f.filotesia
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节按阿提卡演说家的用例,对希腊字母Phi开头的词条进行了训诂,阐释了动植物名称、村区名与人名,以及替罪祭品与揭发公诉等法律与制度用语的含义与用法。
ΦΑΛΑΓΓΙΑ Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων.
毒蛛 许佩里德斯在《反驳阿里斯塔戈拉》第二篇中指出,毒蛛是一种蜇人的动物。色诺芬在《回忆录》第一卷中亦阐明了这一点。
ΦΑΛΗΡΟΝ Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ’ οὗ ὁ δημότης Φαληρεύς.
法勒戎 吕西亚斯《控告吕西忒奥斯》。法勒戎是安提奥克斯部落的一个村区,其区民被称为法勒戎人。
ΦΑΝΙΑΣ ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις.
法尼亚斯 专有名词,曾任将领的人之一。
ΦΑΝΟΣΤΡΑΤΗ Δημοσθένης κατ’ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.
法诺斯特拉忒 德摩斯梯尼《控告安德罗提翁》。阿波罗多洛斯在《论雅典的交际花》中记载,该女子被冠以‘虱门’的绰号,因为她常站在门前捉虱子。
ΦΑΡΜΑΚΟΣ Λυσίας ἐν τῷ κατ’ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν.1 Δημοσθένους δ’ ἐν τῷ κατ’ Ἀριστογείτονος λέγοντος οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν.
替罪祭品 吕西亚斯《控告安多基得斯不敬神》(若系真作)。在塔尔格利亚节期间,雅典人带出两人作为城邦的净化牺牲,一人代表男子,一人代表女子。而伊斯特罗斯在《阿波罗显圣记》第一卷中指出,法尔玛科斯实为一个专有名词,他因盗窃阿波罗的圣杯被捕,随后被阿喀琉斯的随从用石块砸死,塔尔格利亚节所举行的仪式正是对此事的模仿。德摩斯梯尼在《控告阿里斯托革同》中说道: ‘难道这个替罪祭品还能救得了他吗?’ 对此,狄迪莫斯主张该词应标为前音节弯音;但我们未曾在任何地方发现这种用法。
ΦΑΡΜΑΚΩΝΤΑ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιε Νόμων ὑποσημαίνει.
中毒者 德摩斯梯尼《控告斯特法诺斯》。中毒者指因药物受到侵害的人,泰奥弗拉斯托斯在《法律篇》第十五卷中亦暗示了这一点。
ΦΑΣΙΣ λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο.2 τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.
揭发公诉 既用于指控公共罪行,如有人告发某人未经购买而占有公共财产;亦用于涉及孤儿产业的情形。盖因当监护人未将受监护者的产业出租时,任何有意者均可向执政官揭发,以便将其租出;若所租数额低于其实际价值,亦可予以揭发。关于前者的证据可在狄纳尔科斯和德摩斯梯尼的作品中找到,而关于孤儿产业的揭发公诉,则见于吕西亚斯《反驳孤儿产业揭发案》。
ΦΑΣΚΩΛΟΝ πήρα τις οὕτως ἐκαλεῖτο παρ’ αὐτοῖς· Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις.
皮囊 他们把某种皮制行囊称为此名;伊赛奥斯、吕西亚斯《反驳狄翁》以及阿里斯托芬《地母节妇女》均有提及。
ΦΑΥΛΛΟΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος.
法伊罗斯 德摩斯梯尼《控告阿里斯托克拉忒斯》。奥诺玛尔科斯曾是福基斯人的僭主,在其生前,其兄弟法伊罗斯与他共同执政。
ΦΕΛΛΕΑ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις.
多石之地 伊赛奥斯《论基隆遗产》。他们将适合放羊的多石土地称为此名;克拉提诺斯《季节神》、阿里斯托芬《云》。
ΦΗΓΑΙΕΥΣΙ Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.
给斐该亚村民 吕西亚斯《论自身之善行》。斐该亚是埃安提斯部落的一个村区,如狄奥多罗斯所述。
ΦΗΛΩΜΑΤΑ Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν.
欺诈 安提丰《论和睦》中用于指代欺骗;因为该动词的意思就是欺骗。
ΦΗΓΟΥΣΙΟΝ Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος.
斐古斯村的 吕西亚斯《为巴特拉科斯被杀案辩护》。斐古斯是厄瑞克透斯部落的一个村区。
ΦΘΟΗΝ Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον.
肺病 德摩斯梯尼《论吕库古之子》与伊索克拉底《埃癸那篇》。他们将如今被称为结核病的疾患称为肺痨。
ΦΙΛΑΜΜΩΝ Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον Πύκτην.
斐拉蒙 德摩斯梯尼《为克忒西丰辩护》提及雅典拳击手斐拉蒙。
ΦΙΛΕΨΙΟΣ Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν.
斐勒普西奥斯 德摩斯梯尼《控告提摩克拉忒斯》。古喜剧诗人们提及斐勒普西奥斯,是因为他在公共演说的间隙穿插讲述寓言;他也因狡黠而在喜剧中受到嘲弄。
ΦΙΛΙΣΚΟΣ Δημοσθένης. ὄνομα κύριον.
斐利斯科斯 德摩斯梯尼。专有名词。
ΦΙΛΟΣΟΦΕΙΝ ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον.3
费尽心思 代指辛劳与演练;伊索克拉底《论和平》。米南德《斯拉绪勒翁》: ‘他正在为此费尽心思,好把婚事办成。’
ΦΙΛΟΤΗΣΙΑ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις.
友谊之杯 德摩斯梯尼《控告埃斯基涅斯》。出于友情向朋友敬酒所用的杯子被称为友谊之杯,如许佩里德斯与亚历克西斯所述。
- f.farmakosὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν.
主句谓语动词 εἴρηκεν 及其主语 Ἴστρος 倒置于句末,由 ὅτι 引导的长大间接陈述从句位居前列。在 ὅτι 从句内部并列了三个述谓结构:名词性分句(ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός)、由附带环境分词 κλέψας ἁλούς 修饰的主动词分句(κατελεύσθη),以及由 καὶ 连接的另一名词分句(τὰ ... ἀπομιμήματά ἐστιν)。ἱερὰς δὲ 中的 δὲ 在此起顺接或承转展开叙述的作用。
- f.fasisἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο.
ἐλάττονος 为价值属格,在句中作比较级成分使用。随后的介词短语 ἢ κατὰ τὴν ἀξίαν(意为‘比起根据其应有价值而言’)经由比较连词 ἤ 与 ἐλάττονος 形成对照搭配,整体表示‘以低于其实际价值的租金’出租。
- f.filosofeinφιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον.
τοῦθ’(τοῦτο)作动词 φιλοσοφεῖ 的预示性宾格(前指代词),紧随其后的 ὅπως 从句(表努力或目标的内容从句)具体阐述其内容。动词 φιλοσοφεῖ 在此并非指哲理沉思,而是借指‘苦思冥索、用心谋划’的泛化行动。
