← 哈尔伯克拉提昂

十演说家词汇集

§f.chiliothenta-f.chutroi

从Chiliothenta到Chytroi的词条

本节辑录希腊字母Chi开头的各项词条,结合演说家与喜剧作家的引文,考释了罚金用语、专有名词、泥石堆积物、酒罐节与陶罐节、村区名、债务人与债权人的反义同形用法、金浅盅、炼金谚语的起源,以及塞浦路斯城邦丘特罗伊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§f.chiliothenta

ΧΙΛΙΩΘΕΝΤΑ Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ’ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι.

被罚款一千德拉克马者 吕库古《控告阿里斯托盖同》中用以代指‘被处以一千德拉克马罚金者’。同一位演说家在《控告刻菲索多托斯》中亦说‘被处以一千德拉克马罚金’。

§f.chilon

ΧΙΛΩΝ ὄνομα κύριον· Αἰσχίνης.

基隆 专有名词;埃斯基涅斯。

§f.chledos

ΧΛΗΔΟΣ Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν1 ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν. πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών.

堆积物 德摩斯梯尼《反驳卡利克勒斯论地产损害》: ‘随后将杂乱废弃物抛至路上,以致造成该道路变得更高且更狭窄的结果。’ 凡是积聚之物皆称为chledos,即某种堆积,尤其是扫除物与碎屑的堆积,以及河流的泥沙淤积,更为特别是山洪的淤积物,此物亦被称为cherados。此处演说家似乎意指卡利克勒斯将泥土与一堆柴薪杂物从田庄抛至道路上,他在后文亦有所暗示。许多作家使用过此词。埃斯库罗斯在《阿耳戈斯人》中说:‘投掷标枪、带皮条的投枪以及乱石碎砾。’

§f.choes

ΧΟΕΣ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ’ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους.

酒罐节 德摩斯梯尼《论姓名》。雅典人在安忒斯特里昂月十二日举行的节日。阿波罗多罗斯指出,敬奉狄奥尼索斯而举行的整个节日通称为花节,依各日部分则分称为开瓮节、酒罐节和陶罐节。

§f.cholargeus

ΧΟΛΑΡΓΕΥΣ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος.

霍拉尔戈斯村民 伊赛奥斯《论基隆遗产》。霍拉尔吉亚是阿卡曼提斯部落的一个村区。

§f.cholleidai

ΧΟΛΛΕΙΔΑΙ Λυσίας. δῆμος τῆς Λεοντίδος.

霍莱代村 吕西亚斯。莱昂提斯部落的一个村区。

§f.chrestai

ΧΡΗΣΤΑΙ δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ’ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην,2 ἄλλο δ’ οὐδέν.

债务人/债权人 该名词具有两种完全相反的含义:它既指借出款项者(债权人),如伊赛奥斯《反驳卡吕冬》以及阿里斯托芬《云》中所用;他说道: ‘因为利息与最难缠的债主,我被押解,被劫掠,财物被充当抵押。’ 而在借入款项者(债务人)的含义上,其他人以及德摩斯梯尼在《为福尔弥翁辩护的抗辩》中亦使用了该词。并在《反驳芝诺忒弥斯的抗辩》中说道: ‘而那些自始即受蒙骗的债权人们,看到自己得到的不是金钱,而只是一个恶劣的债务人,别无他物。’

§f.chrusis

ΧΡΥΣΙΣ ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ.

金浅盅 即平底酒盅;德摩斯梯尼《控告安德罗提翁》,阿里斯托芬《和平》。

§f.chrusochoein

ΧΡΥΣΟΧΟΕΙΝ Δείναρχος ἐν τῷ κατὰ Πυθέου πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε Πολιτείας λέγων τί δέ; ἦ δ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ’ οὐ λόγων ἀκουσομένους; ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ’ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς. ἄπρακτοι δ’ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.3

炼金 狄纳尔科斯《控告皮忒阿斯》: ‘因为在再次离开埃斯基涅斯之后,他显然在此人处学习炼金,而不是去履行摆在他面前应做或应承受的事。’ 柏拉图在《理想国》第五卷中亦使用了这句谚语,说道: ‘“怎么?”色拉叙马霍斯说,“你以为这些人现在来这里是为了炼金,而不是来听辩论的吗?”’ 据说这句谚语源于如下典故:雅典群众中曾风传一则谣言,称伊梅托斯山上出现了大量金沙,并由善战的蚂蚁把守。于是人们手执武器冲向它们。无功而返且白白遭受磨难之后,他们互相打趣道: ‘你还以为自己要去炼金呢,’意即:‘你还以为自己能收集大量金沙并炼金致富呢。’他们亦遭到了喜剧诗人们的嘲讽;无论如何,欧布洛斯在《格劳科斯》中说道:‘我们曾借口金质沙砾现身,劝诱刻克洛普斯的子孙们手执武器、携带三日干粮,奔赴伊梅托斯山征讨蚂蚁。’

§f.chutroi

ΧΥΤΡΟΙ Λυσίας ἐν τῷ κατ’ Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν.

陶罐节/丘特罗伊城 吕西亚斯《控告埃斯基涅斯论阿里斯托芬财产充公》: ‘因此,当德玛拉托斯因背叛出卖丘特罗伊而被捕时。’ 塞浦路斯有一座以此为名的城邦,正如塞纳戈拉斯在《岛屿记》中所述。阿提卡亦有一名为陶罐节的节日,狄纳尔科斯在《控告皮忒阿斯》中曾提及此节。该节日于安忒斯特里昂月十三日举行,正如菲洛科罗斯在《论节日》中所述。

语法注3 条
  1. f.chledosἐξ ὧν

    介词 ἐκ 与中性复数关系代词连用,指代前句中将废弃堆积物抛掷至道路这一事实(或被抛弃的杂物本身)作为原因,构成表示结果或缘由的副词性结构(‘以致/由此’)。

  2. f.chrestaiἄνθρωπον πονηρὸν χρήστην

    在由分词 ὁρῶντες 支配的宾语短语中,ponēron 作定语修饰 anthrōpon,而 chrēstēn 则作同位语或述语同位语(‘一个恶劣的债务人’),ἑαυτοῖς 为利益或关涉与格。

  3. f.chrusochoeinὡς χρυσοτεύκτου ψήγματος πεφηνότος

    连词 ὡς 与属格绝对结构(名词 ψήγματος 与完成时分词 πεφηνότος)连用,表示主观动机、借口或声称的理由(‘以金制沙砾现身为借口’),而非客观事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:f.chiliothenta-f.chutroi