← 哈尔伯克拉提昂

十演说家词汇集

§e.exarasasthai-e.epaktos_orkos

词条:从祈祷完毕到承受誓言

本节辑录了埃斯基涅斯与德摩斯梯尼等演说家作品中从“祈祷完毕”至“承受誓言”的法律、宗教及日常用语,并阐释了其诉讼程序(如非法驱逐之诉与资格审查申告)与具体语义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.exarasasthai

ἘΞΑΡΑΣΑΣΘΑΙ Αἰσχίνης κατὰ Κτησιφῶντος ὅτι χρυσᾶς ἀσπίδας ἀνέθηκε πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαράσασθαι. ἐξαράσασθαι δέ ἐστι τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι.

“祈祷完毕” 埃斯基涅斯《对克忒西丰》:“他在祈祷完毕之前便在新庙上奉献了金盾。”祈祷完毕是指完成祈求,即人们在建立神庙时依照惯例所作的祈愿。

§e.exegguesis

ἘΞΕΓΓΥΗΣΙΣ τὸ ἐξελέσθαι τινὰ δι’ ἐγγυητῶν καταστάσεως· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

“保释” 通过提供保证人将某人保释出来;德摩斯梯尼《对提摩克拉忒斯》。

§e.exenize

ἘΞΕΝΙΖΕ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει διαβεβλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε. μήποτε ἀντὶ τοῦ ξένος ἦν,1 καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς.

“带有外国特征” 德摩斯梯尼《对欧布利得斯之上诉辞》:“因为他们诽谤我父亲,称他带有外国特征。”此语莫非是代替“他是外国人”,而并非如狄杜摩斯所说是代替“他不以阿提卡方言交谈,而是操外国语”?

§e.exepremnizon

ἘΞΕΠΡΕΜΝΙΖΟΝ ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα, τουτέστι μέχρι ῥιζῶν τὰ στελέχη, Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου.

“连根铲除” 代替“他们推倒了树桩,即直到根部的树干”;德摩斯梯尼《论哈格尼亚斯遗产》。

§e.exetazesthai

ἘΞΕΤΑΖΕΣΘΑΙ ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος ἐξητάσθης φησὶν ἀντὶ τοῦ ὤφθης, ἑωράθης.

“被看到” 代替“被看见”;德摩斯梯尼《对斯特凡诺斯》。在《对安德罗提翁》中,他说“你被检阅”则是代替“你被见到”、“你被目击”。

§e.exegetes

ἘΞΗΓΗΤΗΣ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ὁ ἐξηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους νομιζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. καὶ Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου δηλοῖ, πληθυντικῶς τοὺς ἐξηγητὰς πολλάκις ὀνομάζων.

“宗教解说官” 伊赛奥斯《论基隆遗产》。解释圣事之人。亦有他们向有需要者所解说的对待逝者之习俗礼仪。德摩斯梯尼在《对欧厄尔戈斯与姆涅西布洛斯》中亦明确指出这一点,他屡次以复数形式提及解说官。

§e.exekestos

ἘΞΗΚΕΣΤΟΣ ὄνομα κύριον· Δημοσθένης κατ’ Ἀριστοκράτους.

“埃克塞刻斯托斯” 专有名词;德摩斯梯尼《对阿里斯托克拉特斯》。

§e.exorchesamenos

ἘΞΟΡΧΗΣΑΜΕΝΟΣ ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος προσπαίζων ἅμα εἶπε διὰ τὴν τῶν Διονυσίων πομπήν.

“跳着舞逃脱” 代替“逃走”与“脱逃”;德摩斯梯尼在《对安德罗提翁》中借狄奥尼索斯节游行诙谐言之。

§e.exoules

ἘΞΟΥΛΗΣ ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔνομα ἀπὸ τοῦ ἐξίλλειν, ὅ ἐστιν ἐξωθεῖν καὶ ἐκβάλλειν, δικάζονται δὲ ἐξούλης κἀπὶ τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γιγνομένων τῶν καταδικασθέντων. οἱ δὲ ἁλόντες ἐξούλης καὶ τῷ ἑλόντι ἐδίδοσαν ἃ ἀφῃροῦντο αὐτὸν, καὶ τῷ δημοσίῳ κατετίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἐπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικάζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις αὐτῷ μετεῖναι. ταῦτα δὲ σαφῶς Ἰσαῖος διδάσκει καὶ Λυσίας ἐν τῷ κατὰ Στρατοκλέους ἐξούλης. Δείναρχος μέντοι ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἐπὶ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν. ὅτι δὲ ἐπὶ παντὸς τοῦ ἐκ τῶν ἰδίων ἐκβαλλομένου τάττεται τοὔνομα, καὶ οὐχ ὡς οἴεται Καικίλιος μόνων τῶν ἐκ καταδίκης ὀφειλόντων, καὶ Φρύνιχος ἐν Ποαστρίαις δῆλον ποιεῖ.

“非法驱逐之诉” 主张自己的私有财产被剥夺排除之人对实施排除者提起的诉讼名称。该名称源自意为“推挤出”与“驱逐”的词。当被判决败诉者逾期未履行,未能在正当期限内获得赔偿金的人也会就赔偿提起非法驱逐之诉。在非法驱逐之诉中败诉者,既要向胜诉者返还夺自后者的财物,也要向国库缴纳估定的罚金。当债权人试图占管债务人的财产而遭到某人阻碍时,亦提起非法驱逐之诉。若有人在耕作土地时遭到阻拦,法律同样准许他对阻拦者提起非法驱逐之诉。对于奴隶以及任何人声称自己享有份额的一切财物,亦复如此。这些情况伊赛奥斯以及吕西亚斯在《对斯特拉托克勒斯的非法驱逐诉讼》中均有明晰阐述。不过,狄纳尔科斯在《克罗科尼代氏族优先权之诉》中,则将非法驱逐这一名称特异地用于不愿履行自身职责的女祭司。此外,该名称适用于一切从自己财产中被逐出之人,而非如凯基利乌斯所认为仅适用于因判决而负债之人,这一点从弗律尼科斯在《除草女》中的用例亦可明确得知。

§e.exomosia

ἘΞΩΜΟΣΙΑ τὸ μεθ’ ὅρκου πρᾶξίν τινα ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας.

“宣誓推辞” 因疾病或其他借口,以誓言拒绝承担某种公职或行为,正如德摩斯梯尼在《使节辩白辞》中所阐明的那样。

§e.epaggelia

ἘΠΑΓΓΕΛΙΑ σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν,2 καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ’ αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας.

“资格审查申告” 该词亦有其他含义,但特用于指称那些指控某人在无资格的情况下向公民大会发表演说并参与政治的人,它属于一种正式的传唤告发;埃斯基涅斯《对蒂马科斯》。该词的中间态在他们那里亦可代替“命令”或“要求”,正如安提丰《论林多斯人的贡金》以及德摩斯梯尼《使节辩白辞》所示。

§e.epaktos_orkos

ἘΠΑΚΤΟΣ ΟΡΚΟΣ ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέστιν αἱρεῖται· ἄλλοι δὲ τοὐναντίον ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαίρετος. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον καὶ Ἰσοκράτης Ἀπολλωνιάτης ἐν ταῖς πρὸς Δημόνικον παραινέσεσιν. ἔστι δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος καὶ κατώμοτος καὶ ὁ καλούμενος ἐπακτός. εἶναι δὲ τοῦτον οὐχ ἁπλοῦν· δεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον.3

“承受誓言” 某人自愿施加于自身的誓言,即自主选择的誓言;但据其他人相反的看法,它是指从外部施加而来、而非自主选择的誓言。见于吕西亚斯《对凯瑞斯特拉托斯》以及阿波罗尼亚的伊索克拉底《致德摩尼科斯训诫篇》。誓言共有三类:否认誓言、断言誓言以及所谓的承受誓言。这一誓言并不简单,因为宣誓者必须按照监誓人所提出的用语,以完全相同的词句进行回应宣誓。

语法注3 条
  1. e.exenizeμήποτε ἀντὶ τοῦ ξένος ἦν

    μήποτε 此处省略了主动词(如 ἐστίν),引导一种委婉的揣测或反问(“莫非是代替……?”),而 ξένος ἦν(“他是外国人”)是受冠词 τοῦ 支配、用以解释词条 ἐξένιζε 的引语分句,以此提出作者自身针对狄杜摩斯解释的不同看法。

  2. e.epaggeliaοὐκ ἐξὸν

    非人称动词 ἔξεστι 的中性单数宾格分词,构成宾格绝对结构,表达让步或环境伴随状态,意为“在不被允许的情况下”或“明明没有法律权利”。

  3. e.epaktos_orkosδεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον

    间接引语中的“宾格加不定式”结构。不定式 ἀντιφωνεῖν(应答、复诵)的逻辑主语是后置的 τὸν ὁρκιζόμενον(宣誓者),而前置的 τὸν προτεινόμενον [省略了 ὅρκον](被提出的誓词)则作其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.exarasasthai-e.epaktos_orkos