- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.enepiskemma-e.exaireseos_dike
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节解释了阿提卡演说家所用的司法术语与制度,包括针对被没收财产的异议申诉、乘船进行的弗雷阿托法庭杀人审判特异程序以及确认自由之诉等词目。
ἘΝΕΠΙΣΚΗΜΜΑ ἘΝΕΠΙΣΚΗΜΜΑ καὶ ΕΝΕΠΙΣΚΗΨΑΣΘΑΙ· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι1 τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος ʽΔημοσθένους ʽπρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος,ʼ ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον.
“扣押财产异议申请” 扣押财产异议申请及“提出扣押异议”。德摩斯梯尼《对提摩太》。每当某人的财产被没收时,自称是该人债权者的人均被允许出面陈述,称在该财产中包含其债权。另外还有一篇题为德摩斯梯尼《对克里提阿斯关于扣押异议》的演说,卡利马科斯将其列为真作,但哈利卡纳苏斯的狄奥尼修斯则定为伪作。
ἘΝΕΣΚΕΥΑΣΜΕΝΗΝ Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον ἀντὶ τοῦ ἐσκευασμένην καὶ πεπλασμένην.
“捏造的” 伊赛奥斯《对阿里斯托盖顿及阿尔基普斯》,代替“准备好的”及“捏造的”。
ἘΝΕΤΙΜΑΤΟ Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. τὸ ἀπετιμᾶτο διαφέρει τοῦ ἐνετιμᾶτο· ὅταν μὲν γὰρ πρός τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ τις, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο.
“折抵作价” 德摩斯梯尼《对斯普狄亚斯》。“作为抵押收取”与“折抵作价”有所不同:因为当某人针对一定数额的钱款收取抵押物时,称为“收取抵押”;但若某人以特定的实物核算并抵充一部分款项时,这被称为“折抵作价”。
ἝΝΗ ΚΑΙ ΝΕΑ Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα. τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην ἕνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Ἀθηναῖοι Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ΕΝΗΝ δὲ καὶ ΕΙΣ ΕΝΗΝ τὸ εἰς τρίτην λέγουσι. καὶ ἁπλῶς τὸ ΕΝΟΝ δασυνόμενον τὸ πρότερον καὶ παρεληλυθὸς δηλοῖ.
“晦日(旧日与新日)” 许佩里德斯《对许吉埃农》。被我们称为第三十天的那一日,雅典人称之为“旧日与新日”,因其兼具前一个月的终了与后一个月的开始。波勒蒙说,雅典人曾为尊崇马其顿的德米特里而一度称其为“德米特里亚斯”。他们还用“旧日”或“至旧日”来表示“后天”。而带有粗气符的“旧的”,单纯指“先前的”与“过去的”。
ἜΝΘΡΥΠΤΑ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ’ αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔνθρυπτος.
“折碎饼” 德摩斯梯尼《为克忒西丰辩护》。文法学者狄杜摩斯在演说注释中先是说该词的含义从字面上看显而易见为人熟知,随后却提出了一种缺乏依据的过细解释:即它是指由糕点制成之物,或浸入汤汁捣碎的食物。有些人还将此与入会秘仪相联系;雅典人甚至称阿波罗为“碎饼阿波罗”。
ἘΝ ΛΙΜΝΑΙΣ ΔΙΟΝΥΣΙΟΝ Ἰσαῖος περὶ τοῦ Κίρωνος κλήρου. τόπος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος.
“沼泽区的狄奥尼索斯神庙” 伊赛奥斯《论基隆遗产》。雅典有一处名为沼泽区的地方,狄奥尼索斯在那里受到尊崇。
ἘΝΝΕΆΚΡΟΥΝΟΝ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ’ ἐκαλεῖτο Καλλιρρόη.
“九泉” 伊索克拉底《财产交换辞》。雅典的一处泉水,此前被称为卡利罗厄。
ἘΝΝΕΑ ΟΔΟΙ Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν.
“九路” 埃斯基涅斯《使节辩白辞》。色雷斯靠近安菲波利斯的一处地名。
ἘΝ ΠΑΡΑΒΥΣΤΩΙ ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου.
“在角落中(暗中)” 代替“暗中”与“非公开地”;许佩里德斯《对阿尔刻斯特拉提得斯》。
ἘΝΣΗΜΑΙΝΟΜΕΝΟΣ ἀντὶ τοῦ ἐνδεικνύμενος καὶ ἐμφαίνων Ἰσοκράτης.
“表明” 代替“指示”与“显露”;伊索克拉底。
ἘΝ ΦΡΕΑΤΤΟΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπ’ ἀκουσίῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων,2 αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου. καὶ μετ’ ὀλίγον φησὶν ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττης· εἶθ’ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ’ ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν· ἐὰν δὲ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυγὴν ὑπέχει. ὠνομάσθαι δ’ ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάττου ἥρωος, καθά φησι Θεόφραστος ἐν ις τῶν Νόμων.
“弗雷阿托法庭” 德摩斯梯尼在《对阿里斯托克拉特斯》中对弗雷阿托法庭作了详尽阐述,记述如下:“请进一步观察第五个法庭,他逾越了何等样的法庭——即弗雷阿托的法庭。雅典人啊,因为法律命令在下列情况下于此处接受审判:如果某人因非故意杀人而流亡,且在放逐他的遗属尚未宽恕他时,又被控犯有另一桩故意杀人罪。”紧接着他又说:“立法者将审判员带到该人能够接近之处,指定了国内一处称为弗雷阿托的海滨地点;于是被告乘船靠近,在不接触陆地的情况下陈词,而审判员们则在陆地上听审并裁决。若他被定罪,便承担故意杀人的正当惩罚;若他被宣告无罪,则免受此项指控的惩罚,但仍继续服另一桩杀人罪的流放刑。”该法庭似乎得名于一位名叫弗雷阿托斯的英雄,正如泰奥弗拉斯托斯在《法律论》第十六卷中所说。
ἘΞΑΓΙΣΤΟΣ ἀντὶ τοῦ λίαν ἐναγὴς καὶ ἔμπλεως ἄγους. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπί τινος λιμένος εἴρηκε τοὔνομα.
“极度不洁的” 代替“极度受诅咒的”与“充满污秽的”。埃斯基涅斯在《对克忒西丰》中对某个港口使用了该词。
ἘΞΑΙΡΕΣΕΩΣ ΔΙΚΗ ὁπότε τις ἄγοι τινὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τῷ ἀντιποιουμένῳ τοῦ ἀνθρώπου ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαιρουμένῳ·3 Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει.
“恢复自由确认之诉” 每当某人将一人作为奴隶带走,而另一人将其作为自由人带出时,主张该人为奴隶者被允许对将该人带入自由者提起“恢复自由之诉”;伊赛奥斯《为尤马忒斯辩护恢复自由案》。
- e.enepiskemmaτῷ φάσκοντι δανειστῇ γεγονέναι
不定式 γεγονέναι 的表语名词 δανειστῇ 受非人称动词 ἐξῆν 的与格补足语 τῷ φάσκοντι 同化而取与格。在标准间接引语中本可作宾格(δανειστὴν γεγονέναι),但在不定式逻辑主语与动词的与格对象一致时,常发生表语向与格的同化引力。
- e.en_freattoiμήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων
属格绝对结构。ᾐδεσμένων 是动词 αἰδέομαι 的完成时中动分词,带有阿提卡杀人法特有的主动法律含义,即“赦免”、“与过失杀人者和解”;τῶν ἐκβαλόντων(流放他的人,即受害者家属)是其逻辑主语。
- e.exaireseos_dikeτῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαιρουμένῳ
修饰动词短语 δίκην λαγχάνειν(提起诉讼)的不利与格,用以表示被起诉的对方当事人,其功能相当于由 πρός 或 κατά 引导的介词短语。
