← 哈尔伯克拉提昂

十演说家词汇集

§e.epaktrokeles-e.epi_delfinioi

海盗船至德尔菲尼翁法庭相关词条

本节解释了以字母艾普西隆开头的词条,包括海盗快船、遗产判归、出殡插矛仪式、战船海兵以及审理正当杀人的德尔菲尼翁法庭等阿提卡演说家作品中的法律与宗教专门术语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.epaktrokeles

ἘΠΑΚΤΡΟΚΕΛΗΣ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ’ ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ.

“轻盗船” 埃斯基涅斯《对蒂马科斯》。这是一种船只类型,其构造结合了轻舟与快速艇的特点。它大体上是用于海盗行径的,正如狄纳尔科斯在《波吕厄克托斯的资格审查》中亦曾提及。

§e.epallaxeis

ἘΠΑΛΛΑΞΕΙΣ ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας α.

“交替/交易” 代替“往来交易”或“交错混合”;安提丰《真理》第一卷。

§e.epanafora

ἘΠΑΝΑΦΟΡΑ τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει.

“呈报/付托” 向民众报告并商议。

§e.epairomenos

ἘΠΑΙΡΟΜΕΝΟΣ ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ’ ἄλλου σημαινομένου φησὶν ἢ κέρδεσιν δι’ ἀπορίαν ἐπαιρομένους.

“振作/激起” 代替“威吓”;德摩斯梯尼《为克忒西丰辩护辞》。但在《对阿福博斯》中,他用于另一含义,称:“或因贫穷受利益驱使而激奋者”。

§e.epedikase

ἘΠΕΔΙΚΑΣΕ ἘΠΕΔΙΚΑΣΕ καὶ ΕΠΕΔΙΚΑΣΑΝΤΟ· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον.1 ἘΠΕΝΕΓΚΕΙΝ ΔΟΡΥ ΕΠΙ ΤΗΙ ΕΚΦΟΡΑΙ ΚΑΙ ΠΡΟΑΓΟΡΕΥΕΙΝ ΕΠΙ ΤΩΙ ΜΝΗΜΑΤΙ Δημοσθένης κατ’ Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ’ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα,2 διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.

“裁决” 包括主动态“裁定”与中间态“求得裁定”;德摩斯梯尼《对奥林匹奥多罗斯》。主动态是指“裁定并划拨”,中间态则是指“说服审判官将遗产划拨给自己”。 “出殡时携矛并在墓前宣发宣告”德摩斯梯尼在《对欧厄尔戈斯与姆涅西布洛斯》中针对遭遇暴力横死之人述及这些事。伊斯托罗斯在《阿提卡史料汇编》中论及普罗克里斯与刻法罗斯之后写道:“有人称,厄瑞克透斯被塑造成将长矛插在墓上、坐在一旁并标示惨状的形象,因为依照习俗,亲属需以此种方式追究凶手。”

§e.epeskepsato

ἘΠΕΣΚΗΨΑΤΟ ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ΕΠΕΣΚΗΨΕΝ ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν.

“申告控告” 代替“就伪证提起控告”。偶尔罕见地亦用于“就谋杀提起控告”,如安提丰在《论政变》中所述。至于主动态形式,代替“他吩咐、指示”,见于伊赛奥斯《为欧马特斯维护自由身份之诉》。而第一人称“吩咐/发誓要求”代替“以神明之名言说”,即“发誓叮嘱”,见于安多基得斯《论秘仪》与吕西亚斯《为克忒西亚尔科斯辩护辞》。

§e.epibates

ἘΠΙΒΑΤΗΣ Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας,3 ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ’ ἐξεκολύμβησ̓ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον.

“船上卫士” 德摩斯梯尼《论分担三列桨座战船装备费》。他们将随三列桨座战船出征者中不划桨、仅适合战斗的人称为此名。阿里斯托芬《巴比伦人》:“船上卫士灵巧地游出,去将缆绳拖上岸。”

§e.epibaetas

ἘΠΙΒΛΗΤΑΣ Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, εἰ γνήσιος. ἐπιβλής ἐστιν, ὡς μὲν Τιμαχίδας φησὶ. δοκὸς, ὡς δέ φησι Κλείταρχος ὁ γλωσσογράφος, ποιά τις δοκός.

“横木” 吕西亚斯《对米基诺斯的谋杀控诉》,如果该篇属实。依照蒂马基达斯之说,它是横梁;而据古训诂学者克莱塔尔科斯之说,它指某种特定的梁木。

§e.epiboion

ἘΠΙΒΟΙΟΝ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ’ ἐν β φησὶν οὕτως· ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον. ὁμοίως καὶ Στάφυλος ἐν α τῶν περὶ Ἀθηνῶν.

“随牛之祭” 吕库古《论女祭司》。菲洛科罗斯在第二卷中如此叙述:“若有人向雅典娜献祭一头牛,则必须同时向潘多拉献祭一只羊,这一祭品被称为随牛之祭。”斯塔费洛斯在《论雅典》第一卷中亦作同样说明。

§e.epibole

ἘΠΙΒΟΛΗ ἡ ζημία. πολὺ τοὔνομα παρ’ αὐτοῖς, ὡς καὶ παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Νικομάχου, εἰ γνήσιος ὁ λόγος.

“罚金” 罚款。该词在他们那里极常用,吕西亚斯在《对尼科马科斯》中亦有使用,如果该篇属实。

§e.epignomonas

ἘΠΙΓΝΩΜΟΝΑΣ ἀντὶ τοῦ ἐπισκόπους Λυσίας ἐν τῷ περὶ τοῦ σηκοῦ.

“监督员” 代替“督察官”;吕西亚斯《论神圣橄榄树桩》。

§e.epigrafeas

ἘΠΙΓΡΑΦΕΑΣ τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ὁπόσον ὀφείλουσιν εἰσφέρειν εἰς τὸ δημόσιον· Λυσίας ἐν τῷ περὶ τῆς εἰσφορᾶς.

“税额登记官” 负责登记各人应当向国库缴纳多少财产税的官员;吕西亚斯《论财产税》。

§e.epiguion

ἘΠΙΓΥΙΟΝ Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνήσιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν.

“系缆” 吕西亚斯《对安多基得斯的弃籍诉讼》,如果属实。他们把船尾的缆绳称为系缆。古喜剧诗人们亦曾使用该词;阿里斯托芬《货船》。

§e.epidekaton

ἘΠΙΔΕΚΑΤΟΝ τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. καὶ ΕΠΙΠΕΜΠΤΟΝ εἰώθασι λέγειν ΕΠΙΠΕΜΠΤΟΝ εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ.

“十分之一” 十分之一;伊赛奥斯《对埃尔帕戈拉斯》。他们亦习惯将五分之一说成此种衍生词形式,正如欧波利斯在《奥托吕科斯》中所示。

§e.epi_delfinioi

ἘΠΙ ΔΕΛΦΙΝΙΩΙ δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

“在德尔菲尼翁法庭” 雅典一座依此命名的法庭。那些承认杀了人但声称自己是正当行事的人在此接受审判,德摩斯梯尼在《对阿里斯托克拉特斯》中对此有所阐述,亚里士多德在《雅典政制》中亦有记载。

语法注3 条
  1. e.epedikaseτὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον

    此处说明了主动态 ἐπεδίκασεν 与中间态 ἐπεδικάσαντο 的语法功能差异。主动态表示审判者作出裁决划拨财产,而间接/使役中间态则表示为自身利益而促使法官将财产判归自己(故以 ἔπεισαν... προσνεῖμαι 来释义)。

  2. e.mnematiτινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα

    由 φασί 支配的“宾格加不定词”结构:宾格主语为 τὸν Ἐρεχθέα,不定词 πεποιῆσθαι 为完成被动态(“被塑造成/描绘成”)。完成能动态分词 καταπεπηχότα 在此作及物用法(以 δόρυ 为宾语,意为“插上长矛”),与 παρακαθήμενον 和 σημαίνοντα 一同作修饰主语 τὸν Ἐρεχθέα 的补足分词。

  3. e.epibatesτῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας

    属格短语 τῶν... στρατευομένων 作表示整体的部分属格,限定动词 ἐκάλουν 的直接宾格宾语 τοὺς μὴ κωπηλατοῦντας(“不划桨的人”),构成“在战船服役的人当中,把那些不划桨的人称为……”的句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.epaktrokeles-e.epi_delfinioi