- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.epikrates-e.episitia
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁通过援引诸演说家及亚里士多德的文献,辨析了同名的埃庇克拉忒斯等人,解释了候补中签者、秘仪与贸易监督官的职责,考释了月祭、帕拉狄昂法庭与普律塔内翁法庭的渊源与管辖权,并训释了“五分之一”、“动产”等法律及日常词汇。
ἘΠΙΚΡΑΤΗΣ Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ’ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ’ ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ’ αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ’ Αἰσχίνου.
“埃庇克拉忒斯” 伊赛奥斯《论在马其顿之言论》。此人即雅典被称为“荷盾者”的民众领袖,德摩斯梯尼在《论假使节》中亦曾提及。另有一位埃庇克拉忒斯,吕库古在《论财政管理》中提及他,称因关于青年军训团(厄斐波)的法令而为他树立了铜像,据说他拥有六百塔兰同的家产。还有一位埃庇克拉忒斯是演说家埃斯基涅斯的姻亲,正如埃斯基涅斯本人在《使节辩白辞》中所表明;然而此人绰号为“糠袋”,正如德摩斯梯尼在《对埃斯基涅斯》中所述。
ἘΠΙΛΑΧΩΝ Αἰσχίνης κατὰ Κτησιφῶντος οὔτε λαχὼν οὔτ’ ἐπιλαχὼν, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν’ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ.
“候补中签者” 埃斯基涅斯《对客忒西丰》: “既非正选抽中,亦非候补抽中,而是通过钻营买下官职”。 实际情形似乎如下:凡渴望担任议员或官职者进行抽签,随后为每个抽中者另选一名候补抽签人,以便若首位中签者在资格审查中被淘汰或去世,其候补者便可代替他成为议员。这些情况在柏拉图的《许佩耳波洛斯》中有所暗示。
ἘΠΙΜΕΛΗΤΗΣ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ παρ’ Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, β μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ’ ἐξ Εὐμολπιδῶν, ἕνα δ’ ἐκ Κηρύκων.
“秘仪监督官” 雅典人中所谓的“王官”;德摩斯梯尼《对梅狄亚斯》。亚里士多德在《雅典政制》中如是说: “王官首先与监督官共同主持秘仪,这些监督官由民众举手表决选出:两名来自全体雅典人,一名来自欧摩尔波斯家族,一名来自克律克斯家族。”
ἘΠΙΜΕΛΗΤΗΣ ΕΜΠΟΡΙΟΥ Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Ἀριστοτέλης ἐμπορίου δ’ ἐπιμελητὰς ι κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ β μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.
“市场监督官” 狄纳尔科斯《对皮忒阿斯》。亚里士多德: “他们抽签选出十名市场监督官;赋予定规由他们监管商贾,并强令商贾将运入阿提卡贸易港的谷物的三分之二运往城内。”
ἘΠΙΜΗΝΙΑ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ’ ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα.
“月祭” 吕库古《论女祭司》。月祭似乎是指每月所献的祭品,或者是为整个月份一次性献祭的牺牲。
ἘΠΙΟΡΚΗΣΑΝΤΑ Λυσίας κατὰ Θεομνήστου ἐξηγήσατο ὅτι τὸ ἐπιορκήσαντα ὀμόσαντα ἐστίν.
“伪誓者/发誓者” 吕西亚斯在《对塞奥姆涅斯托斯》中解释道,“伪誓者”即“发过誓者”。
ἘΠΙ ΠΑΛΛΑΔΙΩΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. δικαστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως1 οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίου ἐπωνυμίαν καὶ οἱ δικασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπάζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δικαστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παρ’ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως.2
“在帕拉狄昂法庭” 德摩斯梯尼《对阿里斯托克拉忒斯》。这是如此命名的法庭,正如亚里士多德在《雅典政制》中所说,在此处特审官裁决过失杀人和谋杀预谋案。该法庭得帕拉狄昂之名、法官得特审官(埃斐泰)之名乃出于如下渊源:阿伽门农与阿尔戈斯人携帕拉狄昂神像自特洛伊漂抵雅典时,得摩丰强夺了神像并杀死了许多追赶之人。阿伽门农愤而向夺取者索要公道,遂设立了一个由五十名雅典人和五十名阿尔戈斯人组成的法庭,他们被称为埃斐泰,乃因裁判权由双方托付(ephethenai)给他们。
ἘΠΙΠΕΜΠΤΟΝ Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.3
“五分之一” 吕西亚斯在《对克里托得摩斯》以及柏拉图用该词代替单纯的“五分之一”。阿里斯托芬《食客》: “他绝分不到五分之一,就让他哭去吧”。
ἜΠΙΠΛΟΝ Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζεσθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι.
“动产/家具” 伊赛奥斯《对狄奥克勒斯》。人们将屋内的器具称为动产,指那种可以说是浮表的、能够搬移的财产。索福克勒斯《阿塔玛斯》。
ἘΠΙ ΠΡΥΤΑΝΕΙΩΙ δικαστήριόν ἐστι καὶ τοῦτο φονικὸν, δικάζει δὲ ἄν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινὰ, τοῦτο δ’ ἐστὶν ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον.
“在普律塔内翁法庭” 这也是一种命案法庭,如果无生命之物坠落致人死亡,便由它审理;即若是石头、木块、铁器或类似之物致死,虽然抛掷者不明,但造成杀戮的原物已知并被控制。
ἘΠΙΣΗΜΑΙΝΕΣΘΑΙ ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ.
“赞同/封印” 伊索克拉底在《泛雅典娜节献词》中用来代替称赞以及我们在日常用语中所说的喝彩;而伊赛奥斯在《卡吕冬对哈格诺塞奥斯之侵占物返还之诉答辩辞》中用来代替盖印封存。
ἘΠΙΣΙΤΙΑ τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα· Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. ταῦτα δὲ ἐνίοτε ἐκάλουν καὶ σιτίον.
“口粮津贴” 用于营养与进食所发给之物;吕西亚斯《对德摩斯梯尼监护案》。这些有时亦称为“食粮”。
- e.epi_palladioiἀκουσίου φόνου καὶ βουλεύσεως
由动词 δικάζουσιν 所支配的表示罪名/诉因的宾格性属格。ἀκουσίου φόνου(过失杀人)与 βουλεύσεως(预谋/教唆谋杀)并列作为该法庭审理的案件类型。
- e.epi_palladioiδιὰ τὸ παρ’ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως
由介词 διά 连同带冠词不定式 τὸ ... ἐφεθῆναι 构成的因果短语,用以说明“特审官(ἐφέται)”一词的民间词源。不定式 ἐφεθῆναι 为 ἐφίημι 的不定过去时被动态,其主语为中性复数短语 τὰ τῆς κρίσεως(裁决权/裁判事项),与格 αὐτοῖς 为间接宾语(“向他们托付”),托付的来源由 παρ’ ἀμφοτέρων(来自双方)表示。
- e.epipemptonοὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω
由强否定词组 οὐ μή 后接虚拟语气(μεταλάβῃ)构成的句式,表示对将来的强烈否定(“他绝不会领受这五分之一份额”),后接第三人称祈使语气 κλαέτω(“就让他哭去吧/倒霉去吧”)。这是旧喜剧中典型的口语化表达。
