- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.epidiatithesthai-e.epi_korres
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节结合阿提卡演说家的引例,解释以字母epi-开头的若干法律、历史与修辞词条(订立附托合约、德利翁之战、法定成年用语“成年后满二年”、女继承人的身份分类、指代墓碑的惯用语、追加节日与追加诉讼、悬赏通告、遣使和谈以及掌掴面颊)。
ἘΠΙΔΙΑΤΙΘΕΣΘΑΙ Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπιλόγῳ. ἐπιδιατίθεσθαί ἐστι τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους τι ῥητὸν ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων,1 ὅσπερ ἐγγυᾶται ἑκατέρῳ ὥστε, εἰ ἡ πρᾶξις γένοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. τὸ δὲ πρᾶγμα αὐτὸ λέγεται ΕΠΙΔΙΑΘΗΚΗ, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ ὑπὲρ Νησοκλέους δηλοῖ.
“订立附托合约” 吕西亚斯《对塞奥佩忒斯监护案结辩辞》。“订立附托合约”是指在双方之间充当中介的人那里寄存一定数目的款项而达成某种协议,该中介人向双方保证,一旦事务达成,必定将约定款项支付给另一方。该行为本身被称为“附托约据”,同一演说家在《为涅索克勒斯辩护辞》中亦对此有所阐明。
ἘΠΙ ΔΗΛΙΩΙ ΜΑΧΗ Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δ.
“德利翁之战” 吕库古《对吕西克勒斯》。德利翁是维奥蒂亚的一处地方;在此处,雅典人在交战中被维奥蒂亚人击败,正如修昔底德在第四卷中所述。
ἘΠΙΔΙΕΤΕΣ ΗΒΗΣΑΙ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ις ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἔστιν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη β, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν.2
“成年后满二年” 德摩斯梯尼《对斯特法诺斯》。迪杜摩斯称,该语代替“若他们年满十六岁”;因为达到青春期止于十四岁。但雅典人是在十八岁时成为青年军训公民(厄斐波),并在军训团中停留二年,然后登记入户籍册,正如许珀里得斯在《对卡瑞斯的监护诉讼辞》中所述: “当我完成登记,且法律准予追回留给我母亲的财产时——该法律命令,当儿子们成年满二年时,即成为女继承人及其全部财产的主人——” “待判继承女”与“女继承人”
ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΙΤΙΣ· ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ ʽἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτισ̓· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι.3 ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν.
与“附带嫁妆之女” “待判继承女”与“女继承人”与“附带嫁妆之女”以及“继承女子”。“女继承人”是指在没有兄弟的情况下留守全宗遗产的孤女(同一身份亦称“继承女子”);“附带嫁妆之女”是指在有兄弟的情况下,为获得嫁妆而留守宗产一部分的女儿;“待判继承女”则是指在应嫁予何人上存在争议的女继承人。这些在伊赛奥斯《对萨图罗斯为女继承人辩护辞》以及狄纳尔科斯题为如下的演说中得以阐明: 《关于阿里斯托丰之女非待判继承女的反向誓证》;在该演说中亦表明,最近的亲属在嫁出贫困少女时会附赠五明纳作为资助。此外,伊赛奥斯在《对吕西比奥斯》中将女继承人称为“继承女子”。
ἘΠΙ ΘΡΑΣΥΛΛΩΙ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ φησὶ τὸ ἐπὶ Θρασύλλῳ. Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρασύλλου μνήματι.
“在斯拉叙罗斯碑处” 德摩斯梯尼在《对潘泰涅托斯的抗辩》中说: “在斯拉叙罗斯处”。 这是雅典习惯用语,代替“在斯拉叙罗斯的墓碑处”。
ἘΠΙΘΕΤΟΥΣ ΕΟΡΤΑΣ Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ’ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ’ ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ’ ἐν Τροφωνίῳ * * * * ἘΠΙΚΕΚΗΡΥΧΕΝΑΙ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα, καθάπερ Ξέρξῃ ἐπεκήρυξαν4 οἱ Ἕλληνες, εἴ τις ἢ ζῶντα ἢ νεκρὸν κατάγοι Ἀθήναζε, δώσειν ρ τάλαντα.
“追加节日” 伊索克拉底《阿利奥帕戈斯演说》。他们把非祖传的、而是后来通过投票追加设立的节日称为“追加节日”。在他们那里,其他一些事物亦被称为“追加的”,即阿利奥帕戈斯议事会所审理的、凡不属于祖传习俗的诉讼,正如吕西亚斯在《对米克西德摩斯控告的答辩》中所阐明。吕西亚斯在《对斯拉叙布洛斯》中还将某些信件称为“托送书信”,他指的应是交给某些人以便转交的书信;因为习惯上常说: “把信件加托于某人”以代替“交付书信”,正如德摩斯梯尼在《为克律西波斯辩护对福尔弥昂的抗辩》中所用。克拉提诺斯在《特罗佛尼奥斯》中…… “悬赏通告” 德摩斯梯尼《论假使节》。每当城邦或执政官希望除掉不在自己管辖之下的某人时,便通告若有人除掉他将给予金钱若干;正如希腊人针对薛西斯悬赏通告,若有人将其活捉或死尸带到雅典,将发给一百塔兰同。
ἘΠΙΚΗΡΥΚΕΙΑ τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· Δημοσθένης Φιλιππικῶν ε.
“遣使交涉” 就友好与和解事宜派遣使者;德摩斯梯尼《反腓力演说》第五篇(实为第四篇)。
ἘΠΙ ΚΟΡΡΗΣ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλλως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωροθέου, προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων ἔπειτα Ἱππόνικος ὑπ’ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, ἐγὼ δ’ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.
“击打脸颊” 德摩斯梯尼《对梅狄亚斯》。他人各有解释,但更好的是理解为“击打脸颊”是指打在下颌上,即我们在日常生活中所称的掌掴。至少许珀里得斯(或菲利诺斯)在《对多罗塞奥斯》中,先前提到掌掴希波尼科斯脸颊之人被控犯有暴行罪,在紧接着的部分仿佛解释该词一般说道: “随后希波尼科斯只是被奥托克勒斯打在脸颊上,而我却被这些人扯着头发,挨了老拳。”
- e.epidiatithesthaiτῶν μεταξὺ γινομένων
现在分词的名词化用法,意为“处于中间的人”,指充当中介、调解人或第三者公证人(受托人),合约双方均将款项暂存于其处。
- e.epidietes_ebesaiἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν
由连词 ἐπειδάν 引出并搭配虚拟式 ἡβῶσιν 的普遍条件从句。复合宾格副词 ἐπιδιετές 作状语,表示“历时两年的期间”,意指自达到成年军训年龄起整整过去两年。
- e.epidikos_kai_epikleros_kai_epiproikosὅτῳ χρὴ αὐτὴν γαμηθῆναι
由与格疑问代词/关系词 ὅτῳ 引出的间接疑问从句,作为修饰分词 ἀμφισβητουμένη 的内容补足语,表明诉讼争论的核心在于“她应当嫁予何人”。
- e.epikekeruchenaiΞέρξῃ ἐπεκήρυξαν
动词 ἐπικηρύττω 意为“张贴告示悬赏”。此处与格 Ξέρξῃ 为受损与格(不利与格),意为“针对薛西斯悬赏/在薛西斯首级上悬赏”。
