← 哈尔伯克拉提昂

十演说家词汇集

§e.episkopos-e.eponia

从监督官到交易税的词条

哈尔波克拉提翁释读了以字母E开头的从“埃庇斯科波斯”至“埃波尼亚”的十四个词条,结合阿提卡演说家的用例,解释了涉及官职、祭礼、军事筑垒、司法仲裁、利息计算与税制等术语的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.episkopos

ἘΠΙΣΚΟΠΟΣ Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παῤ ἑκάστοις. Θεόφραστος γοῦν ἐν α τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν,ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι.1

“视察官(埃庇斯科波斯)” 安提丰《论林多斯人的贡金》及《对莱斯波狄亚斯》。似乎曾有一些人由雅典人派遣至属邦城市,视察各邦的内部事务。特奥弗拉斯托斯在《应时政治学》第一卷中便如是说: “因为至少在名称的确立上好得多,正如斯巴达人声称派往各邦的是调停官(哈尔摩斯忒斯),而非如雅典人那样称为视察官或戍卫官。”

§e.epistates

ἘΠΙΣΤΑΤΗΣ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ’ ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν.

“主持官(埃庇斯塔忒斯)” 伊赛奥斯《对埃尔帕戈拉斯与德摩法涅斯》。受任命的主持官有两位:一位由当值议员(普律塔尼斯)中抽签产生,另一位由主席团(普罗埃德洛斯)中抽签产生;亚里士多德在《雅典政制》中已阐明他们各自掌管何种政务。在公共事务中,主持任何事务的人亦被称为埃庇斯塔忒斯,正如许佩赖得斯在《对德摩斯梯尼》中以及埃斯基涅斯在《对客忒西丰》中所表明的那样。

§e.epistathmos

ἘΠΙΣΤΑΘΜΟΣ Ἰσοκράτης Πανηγυρικῷ Ἑκατόμνως ὁ Καρίας ἐπίσταθμος, ὃ οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος.

“代理总督(埃庇斯塔特摩斯)” 伊索克拉底《泛希腊集会辞》: “卡里亚的代理总督赫卡托谟诺斯”,这指的正是总督辖区体制下卡里亚的统治者。

§e.epiteleoun

ἘΠΙΤΕΛΕΟΥΝ ἘΠΙΤΕΛΕΟΥΝ καὶ ΕΠΙΤΕΛΕΩΜΑ· ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων.

“圆满献祭(埃庇特莱温/埃庇特莱奥玛)” “举行圆满祭(埃庇特莱温)”与“圆满祭品(埃庇特莱奥玛)”:这两个词频繁出现在吕库古的《论女祭司》中;埃庇特莱奥玛似乎是指在所有祭品之后献上的牺牲,以使先前的祭祀完全生效。这位演说家本人在演说中便说道: “他还说,这些牺牲是在最后献上的,是对其他祭品的圆满奉献。”

§e.epitimetas

ἘΠΙΤΙΜΗΤΑΣ οἱ μὲν τὸ πρῶτον τιμώμενοί τι τιμηταὶ ἐκαλοῦντο, οἱ δὲ τοῖς ἑξῆς ἔτεσι τὰ αὐτὰ τιμώμενοι ἐπιτιμηταί· Λυσίας ἐν τῷ κατὰ Διογένους.

“复估官(埃庇提墨塔斯)” 初次评估某物者被称为估价官(提墨泰),而在随后的各年份对同类事物进行估价者则被称为复估官;吕西亚斯《对狄奥革涅斯》。

§e.epiteichisma

ἘΠΙΤΕΙΧΙΣΜΑ τὸ τειχιζόμενον κατά τινων χωρίον, ὅθεν ὁρμώμενοι οἱ τειχίσαντες κακῶς δυνήσονται ποιεῖν τοὺς ἐπιτειχισθέντας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμὸν ὀνομάζουσιν, ὥσπερ ἐν ταὐτῷ λόγῳ ἐστίν.

“据点要塞(埃庇泰基斯玛)” 针对某些敌对者而设防的据点,筑垒者以此为基地便能对受其要塞威胁者施加打击;德摩斯梯尼《论冠冕》。人们亦将此种筑垒行为本身称为“要塞筑垒(埃庇泰基斯摩斯)”,正如在同一演说中所见。

§e.epitrepein

ἘΠΙΤΡΕΠΕΙΝ Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου α οὕτως ἤρξατο εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ’ ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων ἐπέτρεψεν εἶπεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν.

“托付/交付仲裁(埃庇特雷佩因)” 德摩斯梯尼在《对阿福博斯第一诉状》中如此开篇: “审判官阁下,如果阿福博斯愿意在我们争议的事情上行事公正,并托付给亲属”,此处的用法代替了“选择他们为仲裁人”;米南德的喜剧《仲裁(埃庇特雷蓬忒斯)》之名亦由此而来。而吕西亚斯在《对博翁诸子之监护人》中说: “他托付给诸男子”,则是代替“指定他们为监护人”。

§e.epitritais

ἘΠΙΤΡΙΤΑΙΣ Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις2 ἀντὶ τοῦ ἐπὶ η ὀβολοῖς, κατὰ τὸ τρίτον εἶναι μέρος τοὺς η ὀβολοὺς τοῦ τετραδράχμου.

“三分之一利息(埃庇特里泰斯)” 伊赛奥斯《对卡利丰》: “附加三分之一利息的六百德拉克马”,意指“以八个奥波尔的利息”,乃基于八个奥波尔是四德拉克马银币的三分之一部分。

§e.epichares

ἘΠΙΧΑΡΗΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον, Σικυώνιος προδότης.

“埃庇卡瑞斯” 德摩斯梯尼《论冠冕》。人名,西库昂的叛国者。

§e.epicheirotonia

ἘΠΙΧΕΙΡΟΤΟΝΙΑ ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπερείδης ἐν τῷ ὑπὲρ Σιμίου πρὸς Πυθέαν καὶ Λυκοῦργον.

“举手选任(埃庇凯罗托尼亚)” 对举手选出之官员的任命;许佩赖得斯《为西米亚斯辩护对皮忒阿斯与吕库古》。

§e.epipsefizon

ἘΠΙΨΗΦΙΖΩΝ ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν α Ἀπομνημονευμάτων.

“付诸表决/通过(埃庇普塞菲宗)” 用于代替“确认/批准”;德摩斯梯尼《对安德罗提翁》。在阿提卡作家中该词在此意义上极为常用,正如色诺芬在《回忆录》第一卷中所见。

§e.epogdoon

ἘΠΟΓΔΟΟΝ Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος. εἴη δ’ ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου.

“八分之一利息(埃波格多翁)” 德摩斯梯尼《对波吕克勒斯论垫付三列桨座战船装备款》。埃波格多翁指如此出借的款项,使得本金的八分之一作为利息支付给放贷者,例如每四德拉克马收取三个奥波尔。

§e.epobelia

ἘΠΩΒΕΛΙΑ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκοντες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν.3 ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν.

“六分之一罚金(埃波贝利亚)” 德摩斯梯尼《对斯特法诺斯》。埃波贝利亚是指诉讼标的额六分之一的罚款,若原告未能胜诉,便须付给被告。如此命名是因为每德拉克马罚一奥波尔,而每德拉克马合六奥波尔,故正合六分之一。从许多文献中均可获知此点。

§e.eponia

ἘΠΩΝΙΑ τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ’ ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς Τληπόλεμον ἀντωμοσίᾳ.

“交易税(埃波尼亚)” 在买卖交易时缴纳的税金,大概即五分之一税;伊赛奥斯《对埃尔帕戈拉斯与德摩法涅斯》以及《对特勒波勒摩斯之反宣誓抗辩辞》。

语法注3 条
  1. e.episkoposπολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν,ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι.

    该句在 πολλῷ κάλλιον(好得多)处省略了系动词(如 ἐστίν)。随后的 ὡς 引导伴随分词 φάσκοντες 的对比分句(“正如斯巴达人声称……”),与句末省略了动词(如 πέμπουσι 或 φάσκουσι)的短语 ὡς Ἀθηναῖοι(“如雅典人那样”)形成对照。

  2. e.epitritaisἑξακοσίαις δραχμαῖς ἐπιτρίταις

    形容词 ἐπίτριτος 表示“附带三分之一的”(即4:3的比例)。此处指利息为本金三分之一(33 1/3%)的借贷。后文释义指出这相当于一四德拉克马银币(合24奥波尔)收取8奥波尔利息(24的三分之一即为8),从语法和算术上论证了这一含义。

  3. e.epobeliaεἰ μὴ ἕλοιεν

    动词 αἱρέω 的不定过去时祈愿语气第三人称复数,用于表示过去的一般性条件从句(“若他们未能胜诉”),与主句中表示惯常行为的未完成过去时动词 ἐδίδοσαν(“过去常常支付”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.episkopos-e.eponia