← 哈尔伯克拉提昂

十演说家词汇集

§e.elateia-e.en_diomeiois_erakleion

埃拉特亚至狄奥梅亚的赫拉克勒斯神庙

哈尔波克拉提翁引用阿提卡演说家文句、历史记载及词汇注记,解释了从“埃拉特亚”至“狄奥梅亚的赫拉克勒斯神庙”的各个辞条。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.elateia

ἘΛΑΤΕΙΑ Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι.1 τοῦ δὲ ῥήτορος πάλιν ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος, τάδε, ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν. ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων, ἀλλ’ οὐ τρεῖς ὥσπερ ὁ Δημοσθένης, Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα.

“埃拉特亚” 德摩斯梯尼《为克忒西丰辩护》。这是福基斯人当中最大的城邦。在该演说家的《第七反腓力辞》(若是真作)中又记有:“在卡索比亚有三座城邦:潘多西亚、布凯塔与埃拉特亚”。应当指出的是,在某些抄本中带有rho(ρ)作“埃拉特雷亚”更为优越;因为泰奥彭波斯在第四十三卷中指出,卡索帕亚人的城邦有四座,而非如德摩斯梯尼所说只有三座,即“埃拉特雷亚、潘多西亚、比提亚与布凯塔”。

§e.elafrotatous

ἘΛΑΦΡΟΤΑΤΟΥΣ καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτάτους. Ἰσοκράτης Παναθηναϊκῷ σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας.

“最温和的人们” 古代人亦在褒义上使用该词,作为“最沉重者”和“最粗俗者”的反义词,代替“最温和的人们”。伊索克拉底《泛雅典娜节献词》:“向同处者展现自身尽可能最为温和且最具节制”。

§e.eleokopon

ἘΛΕΟΚΟΠΩΝ Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος. ἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας,2 τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτόν τε σέλινον παρ’ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεὸν, ὅπερ ἐστὶ σκεῦος ξύλινον, γεγένηται τοὔνομα. Ἀριστοφάνης Ἱππεῦσιν εἰ προσκαθέλοι με τοὐλεόν.

“割沼泽者/砧板制作者” 吕西亚斯在《对德摩斯梯尼关于监护权的诉讼》中提及:“与割沼泽者共同度过五个月”。演说家称割沼泽(hele)者为eleokopoi,大概是插入了字母epsilon(ε),如同荷马史诗中的“生于沼泽的香芹”。但也可能该词来源于eleon(即木制器皿、砧板)。阿里斯托芬《骑士》:“倘若砧板进一步将我拖翻”。

§e.eleutherios_zeus

ΕΛΕΥΘΕΡΙΟΣ ΖΕΥΣ Ὑπερείδης τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι3 διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος.

“自由宙斯” 许佩里德斯:“各位审判官,宙斯获得‘被称为自由者’这一称号,是因为获释奴隶们建造了靠近他的柱廊”。然而狄杜摩斯称这位演说家犯了错误;因为这是由于雅典人从波斯战争中获得解脱而被称为自由者的。关于他虽题作‘救主’但亦被称为‘自由者’一事,米南德亦曾指明。

§e.eleusinia

ἘΛΕΥΣΙΝΙΑ Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις Ἐλευσὶς ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλας αἰτίας φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια.

“厄琉息斯节” 许佩里德斯《为卡利普斯辩护》。奖品被颁给厄琉息斯竞技的胜利者。埃琉西斯城因赫尔墨斯之子埃琉西诺斯而得名。但其他人提出了其他原因,并认为厄琉息斯节纯粹是一项节日。

§e.helikteres

ἙΛΙΚΤΗΡΕΣ ἐνωτίων εἶδος· Λυσίας.

“螺旋耳环” 耳环的一种;吕西亚斯。

§e.helixos

ἝΛΙΞΟΣ εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν.

“赫利克索斯” 墨伽拉人中的显要人物之一。

§e.hellanodikai

ἙΛΛΑΝΟΔΙΚΑΙ Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος β, τὸ δὲ τελευταῖον θ. Ἀριστόδημος δ’ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ι, ἀφ’ ἑκάστης φυλῆς ἕνα.

“希腊裁判官” 许佩里德斯《为卡利普斯辩护对厄利斯人》。亚里士多德在《厄利斯政制》中说,起初厄利斯人任命了一名希腊裁判官,随着时间推移增至二人,最终为九人。然而厄利斯人阿里斯托德摩斯说,最后主持竞技会的裁判官共有十人,每个部族一人。

§e.hellenotamiai

ἙΛΛΗΝΟΤΑΜΙΑΙ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν α.

“希腊财务官” 安多基德斯在《论和平》(若是真作)中提及。希腊财务官是管理公款的官职,亚里士多德在《雅典政制》中亦有表明。修昔底德在第一卷中也提及了他们。

§e.embeblemena

ἜΜΒΕΒΛΗΜΕΝΑ ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ᾽ ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας.

“嫁接的” 代替“芽接的”;德摩斯梯尼见于《对尼科斯特拉托斯》。亚里士多德亦将此类梨称为“嫁接梨”。

§e.hembios

ἝΜΒΙΟΣ Ἀντιφῶν Ἀληθείας α καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη μηδ’ ἀποθάνοι.

“具有生命的” 安提丰《论真理》第一卷:“朽木竟成为具有生命的”,代替“在生存之中”,即活下去,不枯萎也不死亡。

§e.embrachu

ἜΜΒΡΑΧΥ ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ Ἀντιφῶν.

“简而言之” 代替“单纯地”及“概括地”;安提丰。

§e.emmenoi_dikai

ἜΜΜΗΝΟΙ ΔΙΚΑΙ αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπερείδης.

“按月审理之诉” 指商业诉讼与互助借贷(eranos)诉讼;德摩斯梯尼与许佩里德斯。

§e.empodon

ἘΜΠΟΔΩΝ Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως καὶ τοὺς ἐμποδὼν ἐκολάσατε ἀντὶ τοῦ τοὺς ἐμπεσόντας, καθὰ καὶ Ἀνδοκίδης ἐν τῷ κατ’ Ἀλκιβιάδου.

“阻碍者/落入手中者” 安提丰在《论政变》中说:“并且你们惩罚了那些在脚下的人(落入手中者)”,代替“那些落入罗网者”,正如安多基德斯在《对阿尔西比亚德斯》中所用。

§e.empousa

ἜΜΠΟΥΣΑ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φάσμα τί φασιν εἶναι τῆς Ἑκάτης, ὃ τοῖς δυστυχοῦσιν ἐφαίνετο. πλήρης δὲ τοῦ ὀνόματος ἡ κωμῳδία.

“恩普萨” 德摩斯梯尼《为克忒西丰辩护》。人们说它是赫卡忒的一种幽灵,常向不幸之人显现。喜剧中充满了这个名字。

§e.henai_archai

ἝΝΑΙ ΑΡΧΑΙ αἱ παρῳχημέναι· Δημοσθένης κατ’ Ἀριστογείτονος.

“过去的官职” 指已过期的官职;德摩斯梯尼《对阿里斯托盖顿》。

§e.endeixis

ἜΝΔΕΙΞΙΣ εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον.4 πολλοὶ μὲν οὖν εἰσὶ λόγοι ἐνδείξεως, γνωριμώτατοι δὲ οἱ κατ’ Ἀριστογείτονος Δημοσθένους.

“告发诉讼” 公众诉讼的一种形式,用于对那些受法律禁止进入特定场所或从事特定行为却未回避的人提起诉讼。此类告发诉讼的演说很多,其中最著名的是德摩斯梯尼的《对阿里斯托盖顿》。

§e.endekazontas

ἘΝΔΕΚΑΖΟΝΤΑΣ ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας, Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου.

“庆祝第十日者” 代替“在节日中庆祝”,即在同一期间举行(婴儿出生后)第十天的命名庆典;德摩斯梯尼《对泰奥克里涅斯》。

§e.en_diomeiois_erakleion

ἘΝ ΔΙΟΜΕΙΟΙΣ ἩΡΑΚΛΕΙΟΝ Ὑπερείδης κατὰ Κόνωνος. τῆς ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί.

“狄奥梅亚的赫拉克勒斯神庙” 许佩里德斯《对科农》。喜剧诗人们亦曾提及在狄奥梅亚为赫拉克勒斯举行的节日。

语法注4 条
  1. e.elateiaπόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι

    属格短语 τῶν ἐν Φωκεῦσι 作部分属格,修饰最高级 μεγίστη,意为“在福基斯的各城邦中最大的(城邦)”。

  2. e.eleokoponἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας

    这是由 λέγοι ἂν 引导的双重宾格结构:τοὺς τὰ ἕλη κόπτοντας 为直接宾格(宾语),ἐλεοκόπους 为述语宾格(补足语),意为“演说家大概把割沼泽者称为eleokopoi”。

  3. e.eleutherios_zeusτῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι

    带冠词不定词属格 τοῦ ἐλευθέριον προσαγορεύεσθαι 作同格属格或说明属格,用于阐释名词 ἡ ἐπωνυμία 的具体内容(“被称为自由者这一称号”)。

  4. e.endeixisὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον

    关系节的结构安排:ὑφ’ ἣν 指代先行词 εἶδος δίκης δημοσίας,依附于动词 ὑπῆγον(“人们将……押送至该诉讼之下”)。宾语为分词短语 τοὺς εἰργομένους,其支配表示分离与排除的属格 τινῶν ἢ τόπων ἢ πράξεων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.elateia-e.en_diomeiois_erakleion