- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.eis_eo-e.elaious
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁对从“至黎明”到“埃莱乌斯”等词条的训释,考释演说家与相关文献中的法律术语、宗教仪式、地名建筑及修辞惯用语。
ΕΙΣ ΕΩ ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου.
“至黎明” 代替“至白昼开始之时”;伊塞奥斯见于《关于基隆的遗产》。
ΕΙΣΦΡΗΣΕΙΝ ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δημοσθένης ἐν η Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ.
“准予进入” 代替“领入”、“接纳”;安提丰,以及德摩斯梯尼《第八反腓力辞》。此词在古喜剧中十分常见。
ἘΚΑΛΙΣΤΡΟΥΝ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου, εἰ γνήσιος. Ἰακὸν δ’ ἐστὶ, καὶ τάχ’ ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται.
“使翻滚” 德摩斯梯尼在《对欧厄尔戈斯与姆涅西布洛》(若是真作的话)中提及。这是伊奥尼亚方言词汇,或许出于代纳尔科斯之手;因为他也使用外来词。
ἙΚΑΤΗΣ ΝΗΣΟΣ Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν τῇ α. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν α Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα.
“赫卡忒之岛” 吕库古《对梅内赛克穆》。提洛岛前方坐落着一座小岛,某些人称之为普萨梅蒂刻,正如法诺德摩斯在第一卷中所记。塞摩斯在《提洛纪事》第一卷中说,之所以称其为普萨梅蒂刻,是因为人们用普萨梅塔(大麦祭饼)敬奉这位女神;普萨梅塔是祭饼(普赛斯顿)的一种形式。
ἙΚΑΤΟΜΒΑΙΩΝ ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φησιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι.
“赫卡托姆拜昂” 月份之名。许佩里德斯。阿摩尼奥斯指出,这是因为在该月献祭的百牛祭最多而得名。
ἙΚΑΤΟΜΝΩΣ ὄνομα κύριον.
“赫卡托谟诺斯” 专有名词(人名)。
ἙΚΑΤΟΜΠΕΔΟΝ Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ʽἀπολογισμὸς ʽὧν πεπολίτευται.ʼ ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν.
“百步殿(赫卡托姆佩顿)” 吕库古在题为《施政述职》的演说中提及。帕特农神庙因其优美和匀称,而非因其规模,被某些人称为“百步殿”,正如梅内克勒斯或卡利克拉特斯在《论雅典》中所记。
ἜΚΔΕΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Πασικλέους ἐὰν δέ τις ἔκδεια γένηται, ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου.
“亏空” 许佩里德斯在《对帕西克勒斯》中说:“若有任何亏空发生”,即“若原有的资金发生不足”。
ἘΚΔΕΞΑΜΕΝΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος ἐκδεξάμενος καὶ γράψας. ἐκδέξασθαί ἐστι τὸ παῤ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ πῶς ἔχει τὸ ἐν τῷ ε Φιλιππικῷ λεχθὲν ὑπὸ τοῦ ῥήτορος καὶ τὸ δοκεῖν ἐκδέξασθαι τῶν ἐκείναις πεπραγμένων.1
“接手者” 德摩斯梯尼在《为克忒西丰辩护》中说:“接手并起草”。“接手(ekdexasthai)”是指从他人那里接过某事,自己作为第二人继续着手进行。然而,对于这位演说家在《第五反腓力辞》中所说的“并且看似继承了那些城邦的所作所为”,其确切涵义尚待考察。
ἘΚΔΙΚΑΣΑΣΘΑΙ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι· Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην.
“经判决收回” 通过进行诉讼使旧案重审从而追回;伊塞奥斯见于《对卡利克拉特斯》。
ἜΚΔΟΣΙΣ τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις· Δημοσθένης κατ’ Ἀφόβου α.
“海上借贷” 即海事借贷,犹言“对外交付”;德摩斯梯尼《对阿福博斯》第一卷。
ἘΚΚΛΗΤΕΥΕΙΝ τὸ εἰς κρίσιν ἄγειν, ἵν’ ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ.
“强制传唤” 指押送至审判以使其必须作证;埃斯基涅斯见于《使节辩》。
ἘΚΛΟΓΕΙΣ οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ᾑρέθησαν γὰρ ἐκλογεῖς παρ’ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι. Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα.
“征税官” 收取并追索拖欠公库款项的人。安提丰在《关于萨摩斯拉克人的贡赋》中说:“因为在我们当中,那些看似拥有最多财富的人被选为征税官”。吕西亚斯在《对阿里桑德罗斯》中说:“但现在我们向贡赋征税官申报所有财产”。
ἘΚΛΩΖΕΤΕ Δημοσθένης κατὰ Μειδίου. κλωσμὸν ἔλεγον τὸν γιγνόμενον ἐν τοῖς στόμασι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων ὧν οὐχ ἡδέως ἤκουον.
“你们喝倒彩” 德摩斯梯尼《对梅狄亚斯》。人们把口中发出的声响称为klosmos,用来驱逐那些听来不悦的表演节目。
ἘΚΜΑΡΤΥΡΙΑ διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστὶν, ἡ δ’ ἐκμαρτυρία τῶν ἀπόντων. σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ κατὰ Στεφάνου καὶ Δείναρχος ἐν τῷ ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου.
“缺席证言” 与出庭证言不同,因为出庭证言属于到场者,而缺席证言属于缺席者。德摩斯梯尼在《对斯特凡诺斯》中以及代纳尔科斯在《为埃斯基涅斯辩护对代尼亚斯》中对这些进行了极为清晰的阐明。
ἘΚ ΠΕΡΙΟΥΣΙΑΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος οὗτος δ’ ἐκ περιουσίας μου κατηγορεῖ. βέλτιον οὕτως ἀκούειν, ὅτι ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δ’ ἐκ πολλοῦ τοῦ περιόντος2 μου κατηγορεῖ, οὐ περὶ χρημάτων, ὡς οἴονταί τινες.
“游刃有余地” 德摩斯梯尼在《为克忒西丰辩护》中说:“但这人却游刃有余地控告我”。这样理解更佳:即“我面临着灭顶的危险,而他却凭借巨大的安全优势来控告我”,而非如某些人所认为的那样是指金钱充裕。
ἘΚΠΛΙΝΘΕΥΣΑΣ ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους.
“拆除砖块” 代替“拆毁并移走砖块”;伊塞奥斯见于《对狄奥克勒斯》。
ἘΚΠΟΛΕΜΩΣΑΙ Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ς Ἑλληνικῶν.
“驱入战争” 德摩斯梯尼在《反腓力辞》中用此词代替“置于战争状态”,修昔底德著作中亦常有此用法。然而在阿提基安抄本中此词写作带有eta(η)的形式,在色诺芬《希腊史》第六卷中亦然。
ἘΚ ΠΡΟΑΓΩΓΗΣ ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδ’ ἁπλοϊκῶς. ἡ μεταφορὰ ἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ’ ἐκ προβολῶν προηναγκασμένων δεσμοῖς.3 Δημοσθένης κατ’ Ἀριστοκράτους.
“出于强迫” 代替“出于必然,而非出于本性,亦非单纯地”。这一比喻并非取自安坐之人,而是取自被绳索捆绑着从前线据点强行驱赶向前的人。德摩斯梯尼《对阿里斯托克拉特》。
ἘΚΦΥΛΛΟΦΟΡΗΣΑΙ εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι’ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος.
“以树叶表决除名” 如果有某位议事会成员被认为有不法行为,议事会便对其是否不应再担任议员进行表决。他们使用树叶代替投票石,每个人借此表明自己的意见。代纳尔科斯见于《对被树叶表决除名的波吕欧克托斯》。
ἘΛΑΙΟΥΣ πόλις ἐν Χερρονήσῳ τῇ Θρᾳκίᾳ.
“埃莱乌斯” 色雷斯切尔索内斯的一座城邦。
- e.ekdexamenosτῶν ἐκείναις πεπραγμένων
作为动词 ἐκδέχεσθαι 的宾语属格,或表示“部分所作所为”的部分属格。阴性与格代词 ἐκείναις 与完成时被动分词 πεπραγμένων 连用,表示施事(指向前文提及的诸城邦)。
- e.ek_periousiasἐκ πολλοῦ τοῦ περιόντος
由介词 ἐκ 加上修饰中性冠词分词 τοῦ περιόντος 的形容词 πολλοῦ 构成的副词性介词短语,意为“从充裕的余力/压倒性优势中”。作者明确指出此处并非指金钱富足,而是指起诉者身处安全占优的地位发动攻击。
- e.ek_proagogesἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ’ ἐκ προβολῶν προηναγκασμένων δεσμοῖς
对比说明比喻来源的短语。将 οὐχ ἡμένων(非安坐休息之人)与从前哨阵地(προβολαί)受束缚(δεσμοῖς)被强行驱赶向前之人(προηναγκασμένοι)相对比。
