- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.ean_tis_grapsamenos_me-e.eisepodizon
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁通过引用多位古典作家,解释了关于公诉起诉人得票不足的罚则、第七日命名礼、支架、阶层与部族、黑劳士、弹劾诉讼的三种类型以及财产开示之诉等法律与风俗词条。
ἘΑΝ ΤΙΣ γραψάμενος μὴ ἘΑΝ ΤΙΣ γραψάμενος μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων, ὀφλισκάνει χιλίας καὶ πρόσεστιν ἀτιμία τις. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν τοῖς περὶ τῶν νόμων.
“若有人提起公诉而未……” “若有人提起公诉而未能获得五分之一的票数”,他将被处以一千德拉克马的罚款,并被剥夺一定的公民权。吕西亚斯在《为反修辞家之法辩护》中论及此事,泰奥弗拉斯托斯在《论法律》中亦有论述。
ἙΒΔΟΜΕΥΟΜΕΝΟΥ Λυσίας ἐν τῷ πρὸς Ἐτεοκλέα περὶ χρημάτων, εἰ γνήσιος.1 τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς οἱ μὲν τῇ ἑβδόμῃ, ὡς καὶ ὁ ῥήτωρ λέγει, οἱ δὲ τῇ δεκάτῃ. Ἀριστοτέλης δ’ ἐν θ περὶ ζῴων ἱστορίας γράφει ταυτί· τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸ τῆς ἑβδόμης, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται ὡς πιστεύοντες ἤδη τῇ σωτηρίᾳ.
“受七日礼之人的” 吕西亚斯在《对埃忒奥克勒斯关于金钱的演说》(若是真作的话)中提及。对于新生的婴儿,人们庆祝第七日礼和第十日礼;而为他们起名,正如这位演说家所说,有人在第七日,有人在第十日。亚里士多德在《动物志》第九卷中这样写道:“大多数婴儿在第七日之前夭折,因此人们在这个时候起名,乃是因为此时才确信他们能够存活”。
ἘΓΓΥΘΗΚΗ φέρεταί τις λόγος ὡς Λυσίου ἐπιγραφόμενος ʽπερὶ ʽτῆς ἐγγυθήκης.ʼ εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον,2 ὡς Καλλίξενός τε ἐν δ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλαταιεὺς ἐν β περὶ Ἰνδικῆς.
“器皿支架” 流传着一篇署名为吕西亚斯的演说,题为《论器皿支架》。这大概是一种适于放置调酒缸、釜锅或此类器皿的用具,正如卡利克塞诺斯在《论亚历山大里亚》第四卷,以及普拉提亚的代马科斯在《印度记》第二卷中所指出的那样。
ἙΔΩΛΙΑΣΑΙ Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ʽἀπολογισμὸς ὧν ʽπεπολίτευταἰ ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἙΔΩΛΙΑ αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος α.
“使就座于长凳” 吕库古在题为《施政述职》的演说中,用此词表示“一同就座”。而hedolia是指船中的座席;希罗多德第一卷。
ἜΘΝΟΣ οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους, εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε. ἐν δὲ τῷ θ Φιλιππικῷ φησὶν ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πόλεις καὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραδαρχίας κατέστησε παρ’ αὐτοῖς, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν;
“部族/阶层” 不仅指规模庞大且人口众多的民族,而且特指城邦中的某个阶层或组成部分。德摩斯梯尼在《对阿里斯托克拉特》中说:“如果有人问你们,你们认为城邦中所有阶层里哪一个最卑鄙,你们既不会说是农民,也不会说是商人,更不会说是银矿工人,或这类人中的任何一个”。在《第九反腓力辞》中他说:“但是色萨利的境况如何?他难道没有剥夺他们的城邦和政体,并在他们当中设立四头政制,以便他们不仅按城邦而且按部族被奴役吗?”
ΕΙΛΩΤΕΥΕΙΝ τὸ δουλεύειν Ἰσοκράτης Πανηγυρικῷ· εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ’ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἑλλάνικος ἐν τῇ α.
“为黑劳士服役” 即作为奴隶服役。伊索克拉底《泛希腊集会辞》:因为黑劳士并非生来就是拉刻代蒙人的奴隶,而是在居住于赫洛斯城的人中最早被征服的,正如许多其他人所证实的那样,赫拉尼科斯在第一卷中亦然。
ΕΙΣΑΓΓΕΛΙΑ δημοσίας τινὸς δίκης ὄνομά ἐστι, τρία δ’ ἐστὶν εἴδη εἰσαγγελιῶν. ἡ μὲν γὰρ ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ ἐπιδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται, καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῷ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ ε μέρος τῶν ψήφων μὴ μεταλάβῃ·3 τότε γὰρ χιλίας ἐκτίνει· τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν· αὗται δ’ εἰσὶ πρὸς τὸν ἄρχοντα, καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν· εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθείη, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστὰς, καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ Ἁγνίου κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν.
“弹劾诉讼” 这是一种公诉的名称,弹劾共有三种形式。其一针对的是极其重大且刻不容缓的侵害公共利益的罪行,对此既没有指定专管的长官,也没有给长官订立据以引入〔法庭〕的法律,而是向议事会或公民大会提出最初的申诉;在此类诉讼中,被告如果被定罪,将面临极重的刑罚;而起诉者即使败诉,只要获得了五分之一的票数,便不受任何惩罚;若未获得五分之一票数,则要缴纳一千德拉克马的罚金;而在古代,这些起诉者受到的惩罚还要严重。另一种弹劾是指虐待案中的弹劾;这些是由执政官受领的,且原告不受任何罚金风险,即使未获得五分之一的票数亦然。还有一种弹劾是针对公断人的:如果有人被公断人侵害,便获准向陪审法官弹劾该公断人,公断人一旦被定罪即丧失公民权。然而伊塞奥斯在《关于哈格尼亚斯的遗产》中将同一事物既称为弹劾,又称为公诉。
ΕΙΣ ΕΜΦΑΝΩΝ ΚΑΤΑΣΤΑΣΙΝ ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμφισβητήσιμα εἶναι ἐν φανερῷ· Ἰσαῖος ἐν τῷ περὶ τοῦ Φιλοκτήμονος κλήρου. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρχοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίνοντα εἰσάγειν εἰς τὸ δικαστήριον.
“要求查明财物之诉” 这是为了使争议之物公开显现而设立的诉讼名称;伊塞奥斯见于《关于菲洛克特蒙的遗产》。亚里士多德在《雅典政制》中说,此类诉讼由执政官受理抽签,并由其进行预审后引入法庭。
ΕΙΣ ΕΝ ΗΛΘΕΝ ἀντὶ τοῦ ὡμονόησεν.
“归于一” 代替“达成一致”。
ΕΙΣΕΠΟΔΙΖΟΝ ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας.
“踏入其中” 代替“踏入该地产的边界”;伊塞奥斯见于《对奥尔格翁人》。
- e.hebdomeuomenouεἰ γνήσιος
省略了系动词 ἐστί(以及主语 ὁ λόγος)的条件从句,为古代词典学家用来保留演说篇章真伪判断的固定表达(“如果该篇确为真作”)。
- e.egguthekeεἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον
主句核心为带有 ἄν 的潜在希求法(εἴη ἄν)及表语短语 σκεῦός τι ... ἐπιτήδειον(“一种适于……的器具”)。中间插入了由介词 πρὸς 引导的带冠词不定式结构(πρὸς τὸ ... ἐπικεῖσθαι)以表达用途,其后接的不定式主语为宾格短语 κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον。
- e.eisaggeliaπλὴν ἐὰν τὸ ε μέρος τῶν ψήφων μὴ μεταλάβῃ
连词短语 πλὴν ἐάν(“除非/除……之外”)引导前句 οὐδὲν ζημιοῦται(“不受惩罚”)的例外从句,接虚拟法否定形式 μὴ μεταλάβῃ,表示假设的例外条件。
