← 哈尔伯克拉提昂

十演说家词汇集

§d.diagoreuon-d.diapsefisis

从diagoreuon到diapsephisis的词条解释

本节汇释了演说家著作中以dia-开头的诸复合词(如diagoreuon、diagramma、diathesis、diamemetremene hemera及diapsephisis等)的特殊词义及其制度背景(如法庭水钟与村区公民资格审查)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§d.diagoreuon

ΔΙΑΓΟΡΕΥΩΝ Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παρ’ αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρεσθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν.

异词而说/说不同的话伊赛奥斯在《反狄奥克利斯》中特异地使用了“异词而说(διαγορεύων)”,以代指“说出不同的话而非相同的话”。因为在他们看来,持异议而说(διαγορεύειν)与一致陈述(συναγορεύειν)是相反的,正如赞同与分歧、共同参政与在政治上对立、合奏与不和之声互为对立一样。

§d.diagramma

ΔΙΑΓΡΑΜΜΑ Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς συμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ διαγράμματος. ΔΙΑΓΡΑΦΕΥΣ μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου.

估税清册/份额分派表许佩里德斯《对埃庇克利斯的申辩》。指在征税组合(辛摩里亚)中规定每个人应当缴纳的数额。所摊派的数额并非人人相同,而是依照财产估价而定。关于这些事宜,许佩里德斯在《反波吕欧克托斯:论估税清册》中阐述得最为明晰。而“估税官(διαγραφεύς)”则是指在征税组合中被设立用以裁定每人当缴多少数额的官员,正如该演说家再次在《反波吕欧克托斯》中所表明的那样。

§d.diagrafe

ΔΙΑΓΡΑΦΗ ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, δηλοῦσα διὰ γραμμάτων ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται.

矿山出售注册册指出售矿山的规格图式,通过文书表明该矿区自何种边界起点售至何处终点。

§d.diagrapsasthai

ΔΙΑΓΡΑΨΑΣΘΑΙ Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος, ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα.

撤销指控 吕西亚斯《反尼客达斯》(若属真作),用以代指撤回罪名指控。

§d.diadoseis

ΔΙΑΔΟΣΕΙΣ τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις Λυσίας.

配额分派 指按均等分割而落于各人名下的份额;吕西亚斯。

§d.diakechremenon

ΔΙΑΚΕΧΡΗΜΕΝΟΝ ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον Δημοσθένης κατ’ Ἀφόβου.

分批借入的 德摩斯梯尼《反阿福博斯》,用以代指分批分期借入。

§d.diastasis

ΔΙΑΣΤΑΣΙΣ Ἀντιφῶν Ἀληθείας β περὶ τῆς νῦν κρατούσης διαστάσεως ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.

构形/分离状态安提丰《论真理》第二卷:“关于现今占主导地位的构形”,用以代指整个宇宙的秩序建构。

§d.diagrapsantos

ΔΙΑΓΡΑΨΑΝΤΟΣ Δείναρχος κατὰ Λυκούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

付清之后 代纳库斯《反吕库尔戈斯》。或许代指交付清讫或存入款项。但有人认为是指通过银行结算支付,正如我们在日常用语中所说的那样。

§d.diathesis

ΔΙΑΘΕΣΙΣ ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα ΔΙΕΘΕΜΕΘΑ εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας α γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους.

出售/处置;管理/缔约伊索克拉底《布西里斯》中用以代指“出售”。安提丰在《针对卡利亚斯告发的申辩》中以“我们处置了(διεθέμεθα)”代替“我们出售了”;而在《论同心》中他又以“处置”代替“管理”: “然而他们知晓其治理状况而倾听。” 弗律尼科斯在《悲剧演员》中称: “依诗行之布局。” 事实上人们亦使用动词“处置(διαθέσθαι)”表示“管理”之意;安提丰《论真理》第一卷: “若被剥夺资财资源,便会将许多美好的事物处置得极差。” 许佩里德斯在《反德摩斯梯尼》中用“处置(διαθέσθαι)”代替“订立契约”。

§d.dialexis

ΔΙΑΛΗΞΙΣ διαλαγχάνειν τὸ κλήρῳ διαιρεῖσθαι, διάληξις δὲ τὸ πρᾶγμα· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου.

抽签分割遗产 “按抽签分割”称为“διαλαγχάνειν”,而该行为本身则称为“抽签分割(διάληξις)”;安提丰《反菲利诺斯》。

§d.dia_mesou_teichous

ΔΙΑ ΜΕΣΟΥ ΤΕΙΧΟΥΣ Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παῤ ἑκάτερα1 ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ.

在夹墙之间(经由中墙)安提丰《对尼科克利斯的申辩》。阿提卡共有三道城墙,正如阿里斯托芬在《三阳物人》中所述,即北墙、南墙和法勒隆墙;而在两旁各墙之间的南墙被称为“中墙”,柏拉图在《高尔吉亚》中亦提及此墙。

§d.diacheirotonia

ΔΙΑΧΕΙΡΟΤΟΝΙΑ διάκρισις τῆς χειροτονίας ἐν πλήθει γινομένης· Δημοσθένης ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ κατ’ Ἀνδροτίωνος.

举手表决的分辨(分离表决)指在众人当中所举行的举手投票的区分判别;德摩斯梯尼见于《反提摩克拉特斯》与《反安德罗提翁》。

§d.diamemetremene_emera

ΔΙΑΜΕΜΕΤΡΗΜΕΝΗ ΗΜΕΡΑ μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ,2 τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας3 ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ.

按水计量的整日指对应于计量的一整日时间间隔而流动的一定水量;此水在波塞冬月进行计量。正是依照此时限,审理最重大的诉讼与涉及最重要事务的争端。水被分为三部分,一份归原告,一份归被告,第三份归审判官。演说家们自身最清楚地表明了这些,正如埃斯基涅斯在《反克特西丰》中所述;亚里士多德在《雅典政制》中亦对此有所教授。然而必须考究伊赛奥斯在《反埃尔帕戈拉斯与德摩法涅斯》中的说法:何以在整日皆经计量的情况下,他却称有时审判不计时流水,有时却依据流水审理。

§d.diametron

ΔΙΑΜΕΤΡΟΝ τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ.

度量短缺额 指相比于依法公道计量之数所欠缺的不足额;代纳库斯《对卡利斯梯尼的弹劾诉状》。

§d.diaskeuasasthai

ΔΙΑΣΚΕΥΑΣΑΣΘΑΙ ἀντὶ τοῦ σκευάσασθαι Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην.

整饬/准备伊赛奥斯《对卡利克拉特的申辩》,用以代指收拾准备。

§d.diaseistous

ΔΙΑΣΕΙΣΤΟΥΣ Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν’ ἀκακούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις.

摇过的骰子 埃斯基涅斯《反提马科斯》。此名似乎源于投掷前先被晃动摇匀,随后再掷出,以便更无可作弊;米南德《待售之人》。

§d.diapsefisis

ΔΙΑΨΗΦΙΣΙΣ ἰδίως λέγεται ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίγνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστὶν ἢ παρεγγέγραπται ξένος ὤν· Αἰσχίνης κατὰ Τιμάρχου. ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῇ Ἀτθίδι καὶ Φιλόχορος ἐν ς τῆς Ἀτθίδος.

区民资格审查 特指在各村区中进行的审查,针对每一位登记的区民考察其是否确系公民兼区民,抑或身为异邦人却被冒名混入登记;埃斯基涅斯《反提马科斯》。关于阿尔基阿斯任执政官时所举行的资格审查,安德罗提翁在《阿提卡史》中以及菲洛科罗斯在《阿提卡史》第六卷中皆作了极为完备的论述。

语法注3 条
  1. d.dia_mesou_teichousδιὰ μέσου τῶν παῤ ἑκάτερα

    表示空间方位的介词短语。διὰ μέσου支配属格短语τῶν παῤ ἑκάτερα(两旁各墙),意为“处于两旁墙体之间的墙”。它直接修饰主语τὸ νότιον(南墙),用以指明南墙作为介于北墙与法勒隆墙之间的“中墙”的空间位置。

  2. d.diamemetremene_emeraδιενέμετο δὲ τρία μέρη τὸ ὕδωρ

    在被动语态动词διενέμετο(“被分配/划分”)之后,τρία μέρη(“三个部分”)作副词性对格或同源对格(表示分割的结果或方式),而语法主语则是τὸ ὕδωρ(“水”)。

  3. d.diamemetremene_emeraμεμετρημένης τῆς ἡμέρας

    属格独立结构。根据后文ὁτὲ μέν... ὁτὲ δέ...(有时……有时……)的语境,此处自然当理解为让步含义(“尽管整日皆已经计量”),作者借此对为何在存在计量日制度下却仍有审判不依水钟进行的现象提出疑问。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:d.diagoreuon-d.diapsefisis