- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:d.diamarturia-d.diipoleia
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁词条,阐释雅典法庭术语“形式异议(diamartyria)”的诉讼制度与程序、公断人(diaitetai)的职责,以及阿提卡演说家文辞中的罕见用例(如指称剧作家的“didaskalos”、以铃验试、任满职分等)与迪伊波利亚节日。
ΔΙΑΜΑΡΤΥΡΙΑ ΔΙΑΜΑΡΤΥΡΙΑ καὶ ΔΙΑΜΑΡΤΥΡΕΙΝ· τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι1 οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα,2 οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν3 καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος δ’ ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀρισταγόρας ἀπροστασίου β φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ’ οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ’ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας.
形式异议(正式抗辩证词)“形式异议(διαμαρτυρία)”与“提起形式异议(διαμαρτυρεῖν)”。形式异议是诉讼驳回抗辩(paragraphe)的一种形式;因为在诉讼被引入法庭审理之前,任何愿意的人均可正式作证以宣称该诉讼是可受理的抑或是不可受理的。它与通常的抗辩(paragraphe)不同之处在于,形式异议不仅由被告提出,亦可由原告提出。原告原可预先推举某人作证该诉讼符合受理事由,且关于此事,起初的判决是针对提出异议作证的证人本人进行的,而非针对最初诉讼的当事人;如果原告未推举证人,则被告有权传引某人作证该诉讼不符合受理事由,诉讼再次针对提出异议作证者展开。此外,正如针对普通证词一样,人们亦可以作伪证之罪对形式异议提出控告;吕西亚斯《针对阿里斯托德摩斯的形式异议》(若属真作)中有此体现。然而伊赛奥斯在《针对皮同的脱离旧主诉讼》中称,异邦人不可能提出形式异议;而许佩里德斯在《反阿里斯塔戈拉无监护人案(第二篇)》中则称,法律命令在无监护人案(aprostasion)的控告中,凡愿意者,异邦人与本地人同等皆可提出形式异议。因此,或许在脱离旧主案(apostasion)中异邦人被禁止提出形式异议,但在无监护人案中则未被禁止。不过,代纳库斯在《关于阿里斯托丰之女非待嗣继承女的形式异议》中,将“提起形式异议(διαμαρτυρῆσαι)”并非用于作证者本人,而是用于推举出提供形式异议证人的人。这位演说家在《反赫杜勒》中亦描绘了形式异议的程序。
ΔΙΑΙΤΗΤΑΙ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἰσὶ δὲ οἱ διαιτηταὶ ἕτεροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων4 τοῖς κρινομένοις διῄτων. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
仲裁人 德摩斯梯尼《反迈狄阿斯》。仲裁人不同于公堂法官;因为后者在指定的法庭中审判,并裁决由仲裁人移送的上诉案件,而仲裁人此前由抽签选任,或在争议当事人向其托付仲裁后,为当事人进行裁断。若诉讼双方均表赞成,案件即行了结;若不然,仲裁人将控诉文书、传讯令、证词,以及法律文件与双方的其他证据一并投入陶罐(kadiskoi)中予以封印,移交给导入案件的官员。亚里士多德在《雅典政制》中论及他们。
ΔΙΑΣΤΗΣΑΙ ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· Μένανδρος Χήρᾳ βοῶν ποιείτω τὴν πόλιν διάστατον.
扰乱/瓦解安提丰在《论政变》中用以代指扰乱并使其如同不可能。米南德《寡妇》:“让他呼喊着使城邦陷于分裂。”
ΔΙΔΑΣΚΑΛΟΣ ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ ἔλαχον φησὶ Παντακλέα διδάσκαλον· ὅτι γὰρ ὁ Παντακλῆς ποιητὴς, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις. πολὺ δ’ ἐστὶ κἀν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου.
教师/剧作家·合唱队指导者人们特异地称呼狄苏朗博斯赞歌、喜剧或悲剧的剧作家为“教师(διδάσκαλος)”。安提丰在《论合唱队员》中称: “我抽签分得了潘塔克利斯作为教师”;因为潘塔克利斯是诗人,亚里士多德在《剧作编年录》中已予以阐明。在古喜剧中此词用于该意义亦甚多见。
ΔΙΕΓΓΥΗΣΙΝ ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν Δημοσθένης κατὰ Τιμοκράτους. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶ διεγγυηθεῖσα ὑπὸ τοῦ Στεφάνου.
提供保人 德摩斯梯尼《反提摩克拉特斯》中代指设立保人。在《反涅埃拉》(若属真作)中称: “由斯特法诺斯提供保人保释”。
ΔΙΕΚΩΔΩΝΙΣΕ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μεταφορὰ ἤτοι ἀπὸ τῶν περιπολούντων σὺν κώδωσι νυκτὸς τὰς φυλακὰς, ὡς Εὐριπίδης Παλαμήδει, ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος, ὡς Ἀρίσταρχος.
以铃试验/严加审验德摩斯梯尼在《论使节失职》中用以代指试探与审验。该比喻或出自夜间手持铃铛巡视守卫哨所的巡夜人,如欧里庇得斯在《帕拉墨得斯》中所述;或出自根据铃声试验善斗鹌鹑之人,如阿里斯塔克所言。
δι’ ΕΝΙΑΥΤΟΥ ἀντὶ τοῦ δι’ ὅλου τοῦ ἐνιαυτοῦ Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. Τηλεκλείδης δ’ ἐν τοῖς Πρυτάνεσι δι’ ΗΜΕΡΑΣ εἶπεν ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας.
经年/整年安提丰《论林多斯人的贡金》中用以代指“终年/贯穿整年”。特勒克利德斯在《议事会主席们》中以“整日(δι’ ἡμέρας)”代指“贯穿整日”。
ΔΙΕΣΠΕΥΣΑΜΗΝ ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην, ἢ ἀντὶ τοῦ διεπραξάμην Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης.
速办/办成伊赛奥斯在《对赫尔蒙论保人》中用以代指“热切从事”,或代指“办成/实现”。
ΔΙΕΣΚΑΡΙΦΗΣΑΜΕΘΑ Ἰσοκράτης Ἀρεοπαγιτικῷ. σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν.
粗略勾勒/草率敷衍伊索克拉底《阿利奥帕戈斯篇》。粗略勾勒(σκαριφήσασθαι)是指草率从事某事而未达到应有的精确度。
ΔΙΕΤΕΙΝΑΝΤΟ ἰδίως Ἀντιφῶν τοῦτ’ ἔταξεν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου, ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο.
极力否认/坚持抗辩安提丰在《论赫罗德斯谋杀案》中特异地使用该词,用以代指“以极度紧迫之势予以否认”。
ΔΙΗΛΛΑΞΕΝ ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας.
辞世/身故吕库尔戈斯《论女祭司》中用以代指去世、终亡。
ΔΙΗΡΞΑ ἀντὶ τοῦ διὰ τέλους ἦρξα Λυσίας ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ.
任满执政官之职吕西亚斯在《针对米克西德摩斯控告的申辩》中用以代指“任职至终”。
ΔΙΙΠΟΛΕΙΑ ἑορτή τις Ἀθήνησι τὰ Διιπόλεια· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ.
迪伊波利亚节 雅典的一种节日,即迪伊波利亚节;安提丰《论合唱队员》。
- d.diamarturiaδιαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι
与格短语 τῷ... γίνεσθαι 为表示差异程度或方面的关涉与格(dative of respect / measure of difference),引导带冠词的不定式短语以阐明 διαμαρτυρία 与 παραγραφή 的区别所在。
- d.diamarturiaοὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ’ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα
介词 ἐπί 接属格表示适用对象或事例(“用于……的情况”)。在此指出代纳库斯并非将动词 διαμαρτυρῆσαι 用于作证者本人,而是用于使役性地提供异议证人的诉讼当事人。
- d.diamarturiaἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν
中动态动词 ἐπεσκήπτοντο 支配指控罪名的属格 ψευδομαρτυριῶν 以及被指控程序/文书的与格 ταῖς διαμαρτυρίαις,表示“就形式异议陈述提出伪证罪指控”。
- d.diaitetaiκλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων
与主语 οἱ δὲ διαιτηταί 一致的阳性复数主格分词 λαχόντες 在连词 ἤ 之后转换为独立属格结构(ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων),构成了句式更迭(anacoluthon),兼指由抽签任命的公断人与当事人委托的私断人。
