← 哈尔伯克拉提昂

十演说家词汇集

§d.dekateuein-d.demofanes

从十日献税到德谟法涅斯的词条释义

本节阐释阿提卡演说家演说中出现的词汇(涉及什一税与奉献的词汇、德尔菲尼翁、兽皮所得、村区长、公奴、公费祭礼等)的词源、法律背景及民俗用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§d.dekateuein

ΔΕΚΑΤΕΥΕΙΝ Δημοσθένης κατ’ Ἀνδροτίωνος οὐ γὰρ αὐτοὺς δεκατεύοντες ἀντὶ τοῦ τὴν δεκάτην εἰσπραττόμενοι καὶ οἷον λαφυραγωγοῦντες· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκάτευον τοῖς θεοῖς. Δημοσθένους δ’ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως1 οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. δεκατεῦσαι μέντοι, φησὶν, κυρίως ἐλέγετο τὸ καθιερῶσαι, ἐπειδήπερ ἔθος ἦν Ἑλληνικὸν τὰς δεκάτας τῶν περιγινομένων τοῖς θεοῖς καθιεροῦν. ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκετίδες ἤρκτευον.

征收什一税/奉献十分之一德摩斯梯尼《反安德罗提翁》:“因为并非向他们征收什一税”;用以代指征收十分之一税,并如同掠取战利品一般;因为人们习惯将从敌人那里掳获之物的十分之一献给诸神。然而德摩斯梯尼在《反墨冬》中谈及某位少女时如此说道: “既未让其供奉十分之一之职,亦未令其入密仪”,学者狄迪莫斯就此撰写专著称,吕西亚斯在《论弗律尼科斯之女》中将“供奉十分之一之职”称为“服熊役”。不过他又说,本义上的“供献十分之一”是指奉献之意,因为希腊人的习俗是将收益赢余的十分之一献给诸神。或许演说家之所以将“服熊役”称为“供奉十分之一之职”,是因为十岁的幼女服此熊役。

§d.dekateutas

ΔΕΚΑΤΕΥΤΑΣ ἀντὶ τοῦ τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ ἦν τελώνιον ἡ δεκάτη δεδήλωκε Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν.

什一税承包征收官用以代指征收什一税的包税人;安提丰《对德摩斯梯尼起诉的申辩》。德摩斯梯尼在《论免税权》中阐明了什一税是一种税收。

§d.dekatelogous

ΔΕΚΑΤΗΛΟΓΟΥΣ τοὺς τὴν δεκάτην ἐκλέγοντας ταυτὸν ἄρα τοῖς δεκατευταῖς. Δημοσθένης κατὰ Ἀριστοκράτους.

什一税征收人 征收什一税的人,因此与什一税承包征收官相同。德摩斯梯尼《反阿里斯托克拉特斯》。

§d.dekeleikos

ΔΕΚΕΛΕΙΚΟΣ ὁ Πελοποννησιακὸς πόλεμος, ἀπὸ μέρους τοῦ τελευταίου.

德凯利亚的 指伯罗奔尼撒战争,以其最后阶段的战事命名。

§d.delfinion

ΔΕΛΦΙΝΙΟΝ χωρίον ἐν Χίῳ, ὡς Θουκυδίδης ἐν τῇ η. ἕτερον δ’ ἐστὶ Δελφίνιον Ἀθήνησιν ἱερὸν Ἀπόλλωνος, ἔνθα ἦν καὶ τὸ ἐν Δελφινίῳ δικαστήριον· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν.

德尔菲尼翁 希俄斯岛的一处地点,正如修昔底德在第八卷中所述。雅典另有一处德尔菲尼翁,乃阿波罗圣所,德尔菲尼翁法庭亦设于彼处;德摩斯梯尼《反波伊奥托斯》。

§d.derkulidas

ΔΕΡΚΥΛΙΔΑΣ Λακεδαιμονίων βασιλεύς.

德尔基利达斯 斯巴达人的国王。

§d.dermatikon

ΔΕΡΜΑΤΙΚΟΝ Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολίτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον.

皮税/兽皮所得吕库尔戈斯在题为《施政述职》的演说中提及。演说家所说的“兽皮所得”,当指从售出皮张中所获之金钱。

§d.dermestes

ΔΕΡΜΗΣΤΗΣ Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀποδίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζ τῆς ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς,2 ὡς ὑποσημαίνεται καὶ ἐν ς Μιλησιακῶν Ἀριστείδου.

食皮虫 吕西亚斯《反欧佩特斯》。狄迪莫斯在《难字解》第七卷中解释称,索福克勒斯在《尼俄伯》中将蛆虫如此称呼;但阿里斯塔库斯在注释索福克勒斯之文时将其解释为蛇。然而,食皮之物或许更应被称为德尔梅斯特斯,正如阿里斯忒得斯《米利都故事》第六卷中所暗指的那样。

§d.deusopoios

ΔΕΥΣΟΠΟΙΟΣ κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν δ Πολιτείας. Δίφιλος Συντρόφοις ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν̓ ἀποδέδειχεν.

不易褪色的/深染的本义指具有持久且洗不褪的染料华彩的紫袍;引申而言,古人亦用“不易褪色”指代所有具有持久且经久耐用色彩之物,正如柏拉图在《理想国》第四卷中所阐明的那样。狄菲鲁斯《同乳兄弟》:“这婴儿骨子里是个好染工;他把我们这些襁褓布彻底染得洗不掉了。”

§d.demainetos

ΔΗΜΑΙΝΕΤΟΣ ὄνομα κύριον.

德迈内托斯 专有名词。

§d.deliastai

ΔΗΛΙΑΣΤΑΙ οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος κατὰ Μενεσαίχμου.

赴提洛圣使 前往提洛岛的朝圣使团成员;吕库尔戈斯《反墨涅赛克穆斯》。

§d.demarchos

ΔΗΜΑΡΧΟΣ Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δήμαρχος· οὗτοι δὲ τὰς ἀπογραφάς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις.3 ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις.

村区长 吕西亚斯《反莫斯库斯》。村区长是一种长官;他们负责登记各村区内的土地清册。此外,区民名簿亦由他们掌管,他们于必要时召集村区大会,并让村民投票。亚里士多德在《雅典政制》中称,这些官员由克里斯提尼所设,具有与早先诺克拉罗斯相同的职权。阿里斯托芬在《占领帐篷的妇女》中表明,村区长们曾行使扣押财产之权。

§d.demokoinos

ΔΗΜΟΚΟΙΝΟΣ ὁ δημόσιος βασανιστής. Ἰσοκράτης ἐν τῷ Τραπεζιτικῷ σχεδὸν ἐξηγήσατο τοὔνομα.

公职拷问官 公共审讯拷问人。伊索克拉底在《论银行》中几乎对该名称作了阐释。

§d.demopoietos

ΔΗΜΟΠΟΙΗΤΟΣ ὁ ξένος μὲν ὢν τῇ φύσει, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγενημένος. ὃν δὲ τρόπον γίνονταί τινες δημοποίητοι δεδήλωκε Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος.

归化公民 生而为外邦人,却被民众会授予公民权者。关于某些人如何成为归化公民,德摩斯梯尼在《反涅埃拉》(若属真作)中有所阐明。

§d.demosios

ΔΗΜΟΣΙΟΣ Δημοσθένης Φιλιππικοῖς. δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους. Αἰσχίνης κατὰ Τιμάρχου ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως.

公奴/公差德摩斯梯尼《反腓力辞》。他们将城邦的奴隶称为公奴。埃斯基涅斯《反提马科斯》:“一个公奴,城邦的家奴。”

§d.demotele

ΔΗΜΟΤΕΛΗ ΔΗΜΟΤΕΛΗ καὶ ΔΗΜΟΤΙΚΑ ΙΕΡΑ· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὡς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στεφάνου.

公费祭礼 公费祭礼与村区祭礼;二者彼此有别,亦有别于社团祭礼及氏族祭礼,正如代纳库斯在《反斯特法诺斯》中所表明的那样。

§d.demoteuomenos

ΔΗΜΟΤΕΥΟΜΕΝΟΣ δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος.

登记为区民/享有区民权登记为区民意为归属于某特定村区并以其名义处理事务;安提丰《对腓力的申辩》(若属真作)。

§d.demofanes

ΔΗΜΟΦΑΝΗΣ ὄνομα κύριον.

德摩法涅斯 专有名词。

语法注3 条
  1. d.dekateueinΔημοσθένους δ’ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως

    属格独立结构,引出后续主句主语“学者狄迪莫斯”(Δίδυμος ὁ γραμματικὸς)予以评论和回应的前提背景。

  2. d.dermestesμήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς

    μήποτε 与带 ἄν 的希求式(潜在希求式)结合的惯用句型,表达委婉的异议或审慎的推测,意为“难道不更有可能是……吗?”

  3. d.demarchosτὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις

    τοῖς πρότερον ναυκράροις 是与表示同一性或相似性的形容词(τὴν αὐτήν)连用的比较/伴随与格,意为“具有与先前的诺克拉罗斯相同的职权”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:d.dekateuein-d.demofanes