← 哈尔伯克拉提昂

十演说家词汇集

§d.daidalou_poiemata-d.dekadarchia

代达罗斯作品至十人统治条目

哈尔波克拉提翁词典希腊字母Δ项节选,解释了大流克金币的词源与面值、财产分割诉讼(达泰斯泰)、城邑达托斯的语法性属、指代法庭行贿的“德卡宗”的来源、三十僭主之后的十人统治机构及斯巴达的十人统治(德卡达尔基亚)等词义与文献例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§d.daidalou_poiemata

ΔΑΙΔΑΛΟΥ ΠΟΙΗΜΑΤΑ ΔΑΕΙΡΑ ὄνομα κύριον.

代达罗斯的作品达埃拉 专有名词。

§d.damon

ΔΑΜΩΝ ὄνομα κύριον, διδάσκαλος Περικλέους.

达蒙 专有名词;伯里克利的老师。

§d.daochos

ΔΑΟΧΟΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.

达奥科斯 德摩斯梯尼《论冠冕》。此人是将色萨利事务出卖给腓力的叛徒之一。

§d.dareikos

ΔΑΡΕΙΚΟΣ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους ἑνὸς τῶν λ. εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ Δαρεικοὶ, ἠδύνατο δὲ ὁ εἷς ταὐτὸ1 ὅπερ καὶ ὁ χρυσοῦς παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος. ἐκλήθησαν δὲ Δαρεικοὶ οὐχ ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιοτέρου βασιλέως. λέγουσι δέ τινες δύνασθαι τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κ, ὡς τοὺς ε Δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου.

大流克金币 吕西亚斯《反三十僭主之一厄拉托斯梯尼》。大流克金币是金斯塔特币,每一枚与雅典人所称的金币具有相同价值。它们被称为大流克,并非如大多数人所认为的源于薛西斯之父大流士,而是源于另一位更古老的君王。有人说,一枚大流克相当于二十银德拉克马,因此五枚大流克相当于一银明那。

§d.dateisthai

ΔΑΤΕΙΣΘΑΙ τὸ μερίζεσθαι, οἱ δὲ ΔΑΤΗΤΑΙ οἱονεὶ μερισταί. τὸ δὲ ΕΙΣ ΔΑΤΗΤΩΝ ΑΙΡΕΣΙΝ εἰδός τι δίκης ἐστίν· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινὰ, οἱ δὲ μὴ, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν·2 Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον, εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

分割(达泰斯泰)即瓜分之意;而“达泰泰”意为财产分割人。“申请选任财产分割人”是一种诉讼形式;因为当数人共有某项财产,一方希望分割共有物而另一方不愿时,愿意分割者便向不愿者提起诉讼,传讯其共同选任财产分割人。吕西亚斯《反亚历克西德摩斯》(若属真作)以及亚里士多德《雅典政制》中皆有记载。

§d.datos

ΔΑΤΟΣ πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δ· ἅπαξ δ’ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ ε.

达托斯 色雷斯的一座极其繁庶的城邑;由此曾产生一句谚语:“百福之达托斯”。著作家们在记载该城及邻近区域时,有时用中性形式称其为“托·达通”,有时用阴性形式称其为“黑·达托斯”(如厄福罗斯在第四卷中一贯所为);但泰奥彭波斯在《腓力史》第三卷中曾有一次用阳性形式称其为“通·达通”。然而,当马其顿国王腓力攻占此城后,达托斯人的城邑被改名为腓立比,正如厄福罗斯以及菲洛科罗斯在第五卷中所言。

§d.deeseis

ΔΕΗΣΕΙΣ ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ.

匮缺(德埃塞伊斯)代替匮乏(恩得伊阿斯);安提丰《论真理》第一卷。

§d.deigma

ΔΕΙΓΜΑ κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμένων· ἤδη δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, οὕτως ἐκαλεῖτο. ἔστι δὲ τὸ ἔθος Ἀττικὸν, τὸ σημαίνειν ἀπὸ τῶν ἐν τῷ τόπῳ τοὺς τόπους αὐτούς. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος καὶ Λυσίας.

样品、展样所(得伊格玛)本义指每种待售货物中取出的陈列样品;后来雅典商埠中存放样品的特定场所亦获此名称。根据一处的物产或事物来命名该场所本身,乃是阿提卡的习惯。德摩斯梯尼《论三列桨座战船统领金冠》及吕西亚斯皆用此词。

§d.deipnoforos

ΔΕΙΠΝΟΦΟΡΟΣ Ὑπερείδης ἐν τῷ κατὰ Δημέου. λέγεται δὲ καὶ τὰς δειπνοφόρους καταλέγεσθαι νῦν, ὅτι αἱ τῶν κατακεκλειμένων παίδων μητέρες εἰσέπεμπον καθ’ ἡμέραν αὐτοῖς τροφὴν εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν, ἐν ᾧ διῃτῶντο, καὶ αὐταὶ συνῄεσαν ἀσπασόμεναι τοὺς ἑαυτῶν.

送餐妇(得伊普诺波罗斯)许珀赖得斯《反德梅阿斯》。据说如今仍有送餐妇被选任,这是因为被幽闭男孩的母亲们每天都将食物送入雅典娜圣所(孩子们居于其中),母亲们自己亦齐集探视子嗣。

§d.deiradiotes

ΔΕΙΡΑΔΙΩΤΗΣ δῆμος τῆς Λεοντίδος Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειραδιώτης.

得伊拉狄亚人 莱昂提斯部落的得伊拉得斯村区;该村区的村民被称为得伊拉狄亚人。

§d.deinoi

ΔΕΙΝΩΙ ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας β.

漩涡、旋转(得伊诺伊)代替旋转(得伊涅塞伊);安提丰《论真理》第二卷。

§d.dekazon

ΔΕΚΑΖΩΝ Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ’ ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων Λύκος ἐστὶν ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ί γιγνόμενοι3 ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου δεκάς. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια.

以十人组行贿者、陪审法庭收买者(德卡宗)伊索克拉底《论和平》。此词究竟何意对众人皆一目了然;但厄拉托斯梯尼在《论古喜剧》中阐明了该词由何而来,说道:“雅典法庭附近立有英雄吕科斯的雕像,具野兽形态,收受贿赂者常以十人为一组聚集于其周围,故有‘吕科斯之十人组’之称。”亚里士多德在《雅典政制》中则称,阿纽托斯首创了贿赂法庭的恶例。

§d.deka

ΔΕΚΑ ΔΕΚΑ καὶ ΔΕΚΑΔΟΥΧΟΣ· Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ ἦρχον μὲν γὰρ οἱ ί οἱ μετὰ τοὺς λ καταστάντες. περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν λ Ἀθήνησι χειροτονηθέντων ἀνδρῶν ι καὶ τῶν ἑξῆς εἴρηκεν Ἀνδροτίων ἐν τῇ γ. ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δῆλον ποιεῖ Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου.

十(德卡)“十”与“十人官”;伊索克拉底《反卡利马科斯的抗辩》:“因在三十僭主之后设立的十人官执掌统治。”关于三十僭主被推翻后雅典选出的十名男子及其后续事项,安德罗提翁在第三卷中有所论述。然而,这些长官中的每一位都被称为“德卡杜科斯”,正如吕西亚斯在《论狄奥革涅斯的遗产》中所表明的那样。

§d.dekadarchia

ΔΕΚΑΔΑΡΧΙΑ Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ι μόνον ἄνδρας κυρίους ἑκάστης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρχίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ς Φιλιππικῷ Δημοσθένους, ἀλλὰ τετραρχίαν.

十人统治(德卡达尔基亚)伊索克拉底。历史学家们屡次提到斯巴达人在各城建立的十人统治政权,而伊索克拉底在《泛雅典娜节献辞》中对该名称作了某种解释:他说斯巴达人仅让十名男子成为各邦的主宰。然而,腓力在色萨利人中并未设立十人统治(如德摩斯梯尼《第六篇反腓力辞》所载),而是设立了四人统治(特特拉尔基亚)。

语法注3 条
  1. d.dareikosἠδύνατο δὲ ὁ εἷς ταὐτὸ

    动词 δύναμαι 与中性宾格 ταὐτό 连用,表示货币或度量衡的等价关系(“具有与……相同的价值”)。主语为 ὁ εἷς(一枚大流克金币)。下文中的 δύνασθαι τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κ 亦同,在宾格不定式结构中以宾格(ἀργυρᾶς δραχμὰς κ)表示等价的价值量。

  2. d.dateisthaiἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν

    中动式动词 ἐδικάζοντο 接与格 τοῖς μὴ βουλομένοις,意为“向不愿分割者提起诉讼”。分词 προκαλούμενοι 与主语 οἱ βουλόμενοι 一致,作伴随分词,表示提起诉讼的具体诉讼程序方式(“传讯/要求他们参与选任分割人”)。

  3. d.dekazonκατὰ ί γιγνόμενοι

    介词 κατά 接数词 ί(十)的宾格,具有分配性含义,意为“以十人为一组”或“按十个”。与分词 γιγνόμενοι 连用,描述受贿者“结成十人一伙”聚拢的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:d.daidalou_poiemata-d.dekadarchia