- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.harmostai-a.astathmetotaton
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节辑录自“哈尔摩斯特”至“极难捉摸的”诸词条,征引演说家及史家著作,考释雅典制度、历史人物、成语俗谚与词义用法。
ἉΡΜΟΣΤΑΙ οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος.
哈尔摩斯特(军政官)指拉刻代蒙人派遣到属邦的执政官,正如埃拉托斯特尼在《论善与恶》中所述;德摩斯梯尼《为克忒西丰辩护》。
ἈΡΡΗΦΟΡΕΙΝ Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι’ εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ᾽ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο.
行奉圣之礼(阿耳瑞福雷因)代纳尔科斯《反皮忒阿斯》。有四名少女因出身高贵经举手表决选为奉圣使女,其中两人入选,主管圣袍的纺织及与其相关的其他事宜。她们身穿白色服饰;如果佩戴金饰,这些金饰便归神庙所有。
ἈΡΤΕΜΙΣΙΑ Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ’ ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν.
阿尔忒弥西亚 德摩斯梯尼《论罗得岛人的自由》。有两位以此为名的女性,皆为卡里亚族人且同为女王。前者生活在希波战争时期,是吕格达米斯之女,希罗多德亦提及过她。德摩斯梯尼所指的则是后者,她是赫卡托谟诺斯之女,亦是摩索拉斯的妻子兼妹妹;塞奥彭普斯称,她因悼念丈夫兼兄长摩索拉斯过度悲痛,罹患痨病而亡。
ἈΡΤΕΜΙΣΙΟΝ ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος.
阿尔忒弥西翁 本义指阿尔忒弥斯的雕像;绪佩里德斯《得罗斯演说》。它亦指优卑亚岛的一处海岬,正如德摩斯梯尼在《为克忒西丰辩护》中所言。
ἈΡΥΒΒΑΣ Ἀλκέτου μὲν υἱὸς, Μολοττῶν δὲ βασιλεύς· Δημοσθένης Φιλιππικοῖς.
阿里巴斯 阿尔刻塔斯之子,莫洛索伊人的国王;德摩斯梯尼《腓力言说集》。
ἈΡΧΑΙΡΕΣΙΑΖΕΙΝ τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.
竞选官职(阿尔开瑞西亚泽因)自认为配得上当选为执政官;代纳尔科斯《反波吕欧克托斯》。
ἈΡΧΑΙΩΣ Ἰσοκράτης Πανηγυρικῷ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος ἐν τῇ α τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν καθ’ ἡμᾶς γεγενημένων φησὶ τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων.1 Δημοσθένης δ’ ἐν Φιλιππικοῖς φησὶν οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς2 ἀντὶ τοῦ ἁπλῶς.
古雅地、古朴地(阿尔凯奥斯)伊索克拉底《泛希腊集会演说》: “以新颖的方式叙述古事,并以古雅的风格评说近事。” 有人称该词意为“以古法”,即“使用更古老的词汇”。埃福罗斯在《历史》第一卷中作了某种解释;他说年轻的史家们详述古代事务: “因为关于我们时代发生的事情,”他说,“我们认为叙述最为精确者最可信赖,但对于古代的事情,我们却认为如此详加叙述者最不可信,因为我们料想经过如此久远的时间,所有的行迹或大多数言论不可能都被人记取。” 德摩斯梯尼在《腓力言说集》中说: “他们曾是如此古朴,或者说具有公民精神,”此处用以代替“纯朴地”。
ἈΡΧΗ ΑΝΔΡΑ ΔΕΙΧΝΥΣΙ Δημοσθένης προοιμίοις δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δ’ ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος.
官职验人、掌权显其为人(阿尔凯·安德拉·代克纽西)德摩斯梯尼《公民大会发言绪论集》。索福克勒斯在哀歌中称此语为梭伦的格言,而塞奥弗拉斯托斯在《谚语集》中以及亚里士多德则归于庇阿斯。
ἈΡΧΗΝ ΙΑΣΘΑΙ ΠΟΛΥ ΛΩΙΟΝ ΗΕ ΤΕΛΕΥΤΗΝ ἄλλη παροιμία. δηλοῖ δὲ ὡς ἀρχόμενα τὰ δεινὰ δεῖ μᾶλλον πειρᾶσθαι κωλύειν ἢ ἀκμάσαντα καὶ τελειωθέντα.
医治开端远胜于医治结局(阿尔肯·伊阿斯泰·波吕·洛伊昂·埃·特劳滕)另一句谚语。表明在灾祸初起之时设法加以阻遏,远好于在灾祸达到顶峰并告终结时再去应对。
ἈΡΧΙΔΑΜΕΙΟΣ ΠΟΛΕΜΟΣ Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν.
阿基达谟斯战争吕西亚斯《反安德罗提翁》及代纳尔科斯《反皮忒阿斯外邦人嫌疑案》。伯罗奔尼撒战争最初的十年被称为阿基达谟斯战争,据推测是因为阿基达谟斯入侵阿提卡,正如修昔底德、埃福罗斯与阿那克西美尼所言。
ἈΣΗΜΑΝΤΑ τὰ ὑφ’ ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου.
未封印的(阿塞曼塔)即我们所说的未加封条之物;古人称印章为塞梅亚;绪佩里德斯《反安提阿斯》。
ἈΣΠΑΣΙΑ Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, οὗ διάλογος ἐπιγραφόμενος Ἀσπασία. μνημονεύουσι δ’ αὐτῆς πολλάκις καὶ οἱ ἄλλοι Σωκρατικοὶ, καὶ Πλάτων ἐν τῷ Μενεξένῳ τὸν Σωκράτην παρ’ αὐτῆς φησὶ μαθεῖν τὰ πολιτικά. ἦν δὲ τὸ μὲν γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους· Περικλέους δέ φασιν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι ὁ Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμφαίνει καὶ Εὔπολις ἐν τοῖς Δήμοις. Λυσικλεῖ δὲ τῷ δημαγωγῷ συνοικήσασα Πορίστην ἔσχεν, ὡς ὁ Σωκρατικὸς Αἰσχίνης φησίν.
阿斯帕齐娅 吕西亚斯《对苏格拉底门徒埃斯基涅斯》,后者著有题为《阿斯帕齐娅》的对话录。其他苏格拉底学派学者亦屡次提及她,柏拉图在《墨涅克塞诺斯》中称苏格拉底曾向她学习政治技艺。她出身于米利都,精通言辞辩论;据说她既是伯里克利的老师又是其情人。人们认为她是萨摩斯战争和伯罗奔尼撒战争这两场战争的起因,这可从萨摩斯人杜里斯、塞奥弗拉斯托斯《政治学》第四卷以及阿里斯托芬的《阿卡奈人》中知悉。人们还认为伯里克利与她生下了同名的私生子伯里克利,欧波利斯在《德谟斯》中亦暗示了这一点。苏格拉底门徒埃斯基涅斯称,她后来与煽惑家吕西克勒斯同居,生下了波里斯忒斯。
ἈΣΤΑΘΜΗΤΟΤΑΤΟΝ περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι τί ποτε διανοεῖται ἢ τί πράξει· Δημοσθένης ἐν τῷ παραπρεσβείας.
极难捉摸的、极不可测的(阿斯塔特梅托塔顿)指无人能够推测或估量其究竟作何盘算或将有何作为的对象;德摩斯梯尼《使节舞弊演说》。
- a.archaiosδιὰ τοσούτων
省略了表示时间的复数名词(χρόνων 或 ἐτῶν)的介词短语,意为“历经如此久远的时间”。介词 διά 接属格表示度过的漫长时间跨度。
- a.archaiosοὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς
动词 ἔχω 搭配副词(ἀρχαίως、πολιτικῶς)表示主语处于某种状态(相当于 εἰμί 加形容词)。正如正文随即指出的 ἀντὶ τοῦ ἁπλῶς,此处指“他们带着古风的性情”,即朴实、纯真。
