- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.aproton-a.arkuoros
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
考释演说家著作中自“阿普罗通”至“看网人”各词条,阐明词义、人地名源流、相关制度及文献出处。
ἈΠΡΟΤΩΝ Δείναρχος ἐν τῷ κατὰ Πυθέου ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον.1 μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἐν τισὶ δὲ γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ’ οἱ πάρνοπες εἶδος ἀκρίδος.
阿普罗通(字义不明)代纳尔科斯在《反皮忒阿斯》中写道: “当演说家们如阿普罗通般闯入商埠时。” 这或许是抄写之误,应当作: “如同海盗(莱斯特斯)一般。” 而在某些抄本中则写作: “如同飞蝗(帕尔诺佩斯)一般”;帕尔诺佩斯是蝗虫的一种。
ἈΡΑΦΗΝΙΟΣ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος.
阿拉斐尼奥斯(阿拉芬区人)伊赛奥斯《对埃尔帕戈拉斯与德摩法涅斯》。属于埃盖伊斯部落的一个德谟(村区)。
ἈΡΓΑΣ Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ’ Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν,2 ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες.3 καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον.
阿尔加斯(蛇)埃斯基涅斯《论归还》。更有说服力的说法是,多利斯人,特别是阿尔戈斯人将蛇称为阿尔加斯,正如阿凯奥斯在《阿德剌斯托斯》中所用。但罗得岛的提马基达斯说,蛇被称为阿尔加斯并非方言用词,而是阿尔加斯本就是蛇的一种;因此,德摩斯梯尼在就监护权起诉监护人时,因其凶残而被称为蛇,实属合情合理。他本人在《反阿里斯托革顿》中也将此类人比作蛇。然而在阿提基亚诺斯诸抄本中,曾写作“掠夺者(哈尔帕克斯)”。亦有人认为阿尔加斯是长蛇(德拉孔)的别名。
ἌΡΓΟΥΡΑ Δημοσθένης κατὰ Μειδίου. ἔστι δὲ πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη, ὡς Ἀριστοτέλης ὁ Χαλκιδεὺς ἐν τῷ περὶ Εὐβοίας.
阿尔古拉 德摩斯梯尼《反迈狄阿斯》。它是位于哈尔基狄克地区的一座优卑亚岛城镇,正如哈尔基斯人亚里士多德在《论优卑亚》中所述。
ἈΡΓΥΡΙΟΘΗΚΗ Δείναρχος ἐν τῷ κατὰ Προξένου βλάβης. διττὰ ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα καὶ δίθυρα.
钱匣、金库(阿尔居里奥泰凯)代纳尔科斯《对普罗克塞诺斯损害赔偿之诉》。雅典人使用的书写板有两类:一类仅用于在其上记字,另一类亦可存放少量银钱,他们亦将后者称为小木箱(基博提昂),而将另一种亦称为双扇板(狄提隆)。
ἈΡΓΥΡΙΤΙΣ ΓΗ ἈΡΓΥΡΙΤΙΣ ΓΗ καὶ ΧΡΥΣΙΤΙΣ· ἡ ἐργαζομένη χρυσὸν καὶ ἄργυρον.
含银之土、银矿地(阿尔居里蒂斯·格)“阿尔居里蒂斯·格”与“克吕西蒂斯(金矿地)”:出产金银的土地。
ἈΡΓΥΡΟΚΟΠΕΙΟΝ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν.
造币厂(阿尔居罗科佩翁)安提丰《对尼科克勒斯》。铸造钱币的场所;如今有些人称之为印记所(塞曼泰里翁)。
ἈΡΓΙΝΟΥΣΑΙ νῆσοι κείμεναι ἔναντι τῆς Λέσβου, ἀπὸ Ἀργίνου τινός.
阿尔吉努赛 位于莱斯博斯岛对面的群岛,得名于某个名为阿尔吉诺斯的人。
ἈΡΓΥΡΟΠΟΥΣ ΔΙΦΡΟΣ ὁ Ξέρξου, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο, ἐφ’ οὗ καθεζόμενος ἐθεώρει τὴν ναυμαχίαν. ἀνέκειτο δὲ εἰς τὸν παρθενῶνα τῆς Ἀθηνᾶς.
银足折凳(阿尔居罗普斯·狄弗罗斯)薛西斯之物,被称为“战利品”,他曾端坐其上观摩海战。此物被献纳于雅典娜帕特农神庙中。
ἈΡΓΑΙΟΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ α τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν.
阿尔盖奥斯 德摩斯梯尼《反阿里斯托克拉特斯》。关于此人,塞奥彭普斯在《腓力史》第一卷中亦言: “他们将阿尔克拉奥斯既称为阿尔盖奥斯,又称为保萨尼亚斯。”
ἈΡΙΟΒΑΡΖΑΝΗΣ σατράπης Φρυγίας ἀποδειχθεὶς οὗτος παρὰ Ἀρταξέρξου ἀπέστη, ὃς καὶ ἀποστείλας λαὸν τοὺς πολεμήσοντας αὐτῷ καὶ χειρωσάμενος ἐσταύρωσεν.4
阿里奥巴尔赞 受任为弗里吉亚总督后背叛了阿尔塔薛西斯;国王派遣军队向他开战,将其制服并处以十字架钉刑。
ἈΡΔΗΤΤΟΣ Λυσίας ἐν τῷ πρὸς Ἐλπίνην. τόπος Ἀθήνησιν ὑπὲρ τὸ στάδιον τὸ Παναθηναϊκὸν, πρὸς τῷ δήμῳ τῷ ὑπένερθεν Ἀγρυλέων. ἐν τούτῳ, φασὶ, δημοσίᾳ πάντες ὤμνυον Ἀθηναῖοι τὸν ὅρκον τὸν ἡλιαστικόν. ὠνομάσθη δὲ ἀπὸ Ἀρδήττου ἥρωος ἀρχαίου, ὃς Ἀθηναίους πρῶτος ἐξώρκισεν. Θεόφραστος δ’ ἐν τοῖς περὶ νόμων δηλοῖ ὡς κατελέλυτο τὸ ἔθος τοῦτο.
阿尔德托斯 吕西亚斯《对埃尔皮涅斯》。雅典城中位于泛雅典娜体育场上方、靠近下阿格吕勒区的一处地点。据说,所有雅典人曾公开在此宣读民众法庭誓词。它得名于古代英雄阿尔德托斯,他最早让雅典人立下誓言。但塞奥弗拉斯托斯在《论法律》中表明该习俗已被废止。
ἈΡΕΤΗ ἀντὶ τοῦ εὐδοξία Ἀνδοκίδης καὶ Θουκυδίδης ἐν α.
美德、美名(阿雷泰)用来代替“美名、声誉(欧多克西亚)”;安多基德斯,以及修昔底德第一卷中见此用法。
ἌΡΘΜΙΟΣ ὄνομα κύριον, δοῦλός τινος βασιλέως.
阿尔特米奥斯 专有名词,某位国王的奴隶。
ἈΡΙΣΤΕΥΣ ὄνομα καὶ τοῦτο κύριον.
阿里斯透斯 这也是一个专有名词。
ἈΡΙΣΤΥΛΛΑ Ἀριστογείτονος ἦν ἀδελφή.
阿里斯蒂拉 阿里斯托革顿的姐妹。
ἈΡΙΣΤΙΩΝ Ὑπερείδης κατὰ Δημοσθένους. οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν ε τῶν περὶ Ἀλέξανδρον.
阿里斯提翁 绪佩里德斯《反德摩斯梯尼》。据狄伊洛斯说,此人是萨摩斯人或普拉提亚人,自少年时代起便是德摩斯梯尼的同伴,并由其派往赫费斯提翁处求和,正如马耳绪阿斯在《亚历山大事迹》第五卷中所述。
ἈΡΚΤΕΥΣΑΙ Λυσίας ἐν τῷ ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι5 τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ τὰ δὲ συντείνοντα εἰς τὸ προκείμενον εἴρηται παρά τε ἄλλοις καὶ Κρατερῷ ἐν τοῖς Ψηφίσμασιν. ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίαις καὶ Λυσιστράτῃ.
服侍神熊、行熊礼(阿尔克特伊赛)吕西亚斯《为弗律尼科斯之女辩护》(若属真作):指处女在婚前被奉献给穆尼基亚或布劳隆的阿耳忒弥斯女神。关于这一主题的相关事项,除其他人外,克拉特罗斯在《法令集》中亦有论及。至于服侍神熊的处女被称为“熊(阿尔克托伊)”,欧里庇得斯在《许普西皮勒》、阿里斯托芬在《利姆诺斯妇女》和《吕西斯特拉忒》中均有提及。
ἈΡΚΤΟΥΡΟΣ ἈΡΚΤΟΥΡΟΣ καὶ ἈΡΚΤΟΦΥΛΑΞ· ὁ Βοώτης ὀνομαζόμενος· Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ· Ἄρατος καὶ Ἡσίοδος Ἔργοις δηλοῦσιν.
大角星、牧夫座(阿尔克图罗斯)“阿尔克图罗斯”与“阿尔克托菲拉克(守熊者)”:被称为牧夫座的星座;吕西亚斯《对腓力监护诉讼》。然而严格来说是指其腰带下方的那颗星;阿拉托斯以及赫西俄德在《工作与时日》中说明了这一点。
ἈΡΚΥΩΡΟΣ Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις.
看网人(阿尔库奥罗斯)吕库尔戈斯《对墨涅塞克穆斯的弹劾案》。看守网罟(阿尔屈埃斯),即麻网的人。而“阿尔屈斯”指一切用于狩猎的麻网;色诺芬在《狩猎篇》、克拉提诺斯在《色雷斯妇女》中均有使用。
- a.aprotonἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον
由完成时分词 ἐμπεπηδηκότων 构成的属格独立结构。由于是引文片段,缺乏主句谓语,作状语表背景或时间(“当演说家们闯入商埠时”)。比较副词 ὥσπερ 之后的疑难词 ἀπρότων 采用属格复数形式,在语法上与分词主语 τῶν ῥητόρων 的格保持一致。
- a.argasπιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ’ Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν
非人称结构 πιθανώτερόν ἐστι(“……是更可信的”)后接不定式 λέγειν 作为主语,并由 ὅτι 引导的名词从句作其宾语。在 ὅτι 从句内部,τὸν ὄφιν 为直接宾语,ἀργᾶν 作宾语补足语,构成双重宾格结构。
- a.argasλέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες
形容词 εἰκός(省略系词 ἐστί,意为“合情合理的”)支配带宾格的不定式结构:τὸν Δημοσθένην 为不定式 λέγεσθαι 的逻辑主语,ὄφιν 作宾语补足语(“被称为蛇”)。现在分词 λαγχάνοντα 修饰 τὸν Δημοσθένην,属格 ἐπιτροπῆς 表诉讼性质(“监护之诉”),修饰宾语 δίκας。
- a.ariobarzanesὃς καὶ ἀποστείλας λαὸν τοὺς πολεμήσοντας αὐτῷ καὶ χειρωσάμενος ἐσταύρωσεν
关系代词 ὃς 的先行词为国王阿尔塔薛西斯。将来时分词 τοὺς πολεμήσοντας 表示目的(“为了与他交战的人/军队”),限定修饰宾语 λαόν。过去时分词 ἀποστείλας 与 χειρωσάμενος 表示主动词 ἐσταύρωσεν(“钉十字架处死”)之前的先后动作。
- a.arkteusaiτὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι
带冠词不定式 τὸ καθιερωθῆναι 名词化,用以界定词条 ἀρκτεῦσαι 的含义。被动不定式的逻辑主语为宾格 τὰς παρθένους,与格 τῇ Ἀρτέμιδι 表示奉献的对象(间接宾语)。
