- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.astikton_chorion-a.auuodikein
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者结合演说家与史家的用例,解释了无抵押地产、市政官、无须估罚之诉、法外不受保护者以及阿提卡文字等词语的词义与制度背景。
ἌΣΤΙΚΤΟΝ ΧΩΡΙΟΝ τὸ μὴ ὑποκείμενον δανειστῇ· ὅταν γὰρ ὑποκέηται, εἴωθεν ὁ δανείσας αὐτὸ τοῦτο δηλοῦν διὰ γραμμάτων ἐπόντων τῷ χωρίῳ. τὸ δ’ αὐτὸ καὶ ἐπ’ οἰκίας γίνεται· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικόν.
无抵押地产(阿斯蒂克顿·霍里翁)指未质押给债权人的地产;因为一旦被质押,出借人通常会通过立于该地产上的文字告示表明这一点。房屋的处理亦是如此;吕西亚斯《对苏格拉底门徒埃斯基涅斯》。
ἈΣΤΡΑΒΗ ἡ ἡμίονος· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. μήποτε δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ’ οὗ ἄνθρωποι ὀχοῦνται, οὕτως ἐκαλεῖτο.
驮兽·安有座鞍的牲畜(阿斯特拉贝)指母骡;德摩斯梯尼《反迈狄亚斯》。或许人们骑乘的一切驮兽亦曾如此称呼。
ἈΣΤΥΝΟΜΟΣ Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ’ ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων.
市政官(阿斯图诺莫斯)德摩斯梯尼《反提摩克拉忒斯》。亚里士多德在《雅典政制》中称市政官有十人,五人在比雷埃夫斯,五人在城区。他指出这些人主管吹笛女、奏瑟女、清运粪便者及类似事务。
ἈΣΥΝΘΕΤΩΤΑΤΟΝ Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπ’ ὄχλου ἔταξε τοὔνομα, ἤτοι ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις οὐ τιθέμενον διὰ τὸ ἀβέβαιον, ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον, ὅπερ ἐστὶν ἀνοητότατον. ἢ ἀντὶ τοῦ ὃν μάλιστα οὐκ ἂν δύναιτό τις συνιέναι τί ποτε φρονεῖ· Ὅμηρος σὺ δὲ σύνθεο καί μευ ἄκουσον.
极无定规的·极难捉摸的(阿逊塞托塔顿)德摩斯梯尼在《使节舞弊演说》中将此词加于民众,或者用来代替“最不可信赖、最无常、且因其无常而不守信用者”,或者意为“不相合、不一致”(因为盟约即是协定);或者用来代替“最缺乏理解力的”,即“最愚蠢的”;或者用来代替“人们最难以理解其究竟作何盘算者”——正如荷马所云:“你当留心听取我的话。”
ἈΤΑΡΝΕΥΣ πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ς.
阿塔耳纽斯 坐落在莱斯博斯岛正对面的一座小城;伊索克拉底《泛希腊集会演说》,希罗多德第六卷。
ἈΤΕΧΝΩΣ περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης.1
全无技巧地·绝然地(阿特克诺斯)若发扬抑音,则用来代替“明确地”或“坚定地”或“安全地”或“公然地”;若倒数第二音节发锐音,则用来代替“草率地”以及“缺乏技巧地”。
ἈΤΙΜΗΤΟΣ ΑΓΩΝ ἈΤΙΜΗΤΟΣ ΑΓΩΝ καὶ ΤΙΜΗΤΟΣ· ὁ μὲν τιμητὸς ἐφ’ ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶσθαι ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι·2 ὁ δὲ ἀτίμητος τοὐναντίον ᾧ πρόσεστιν ἐκ τῶν νόμων ὡρισμένον τίμημα, ὡς μηδὲν δεῖν τοὺς δικαστὰς διατιμῆσαι. Αἰσχίνης κατὰ Κτησιφῶντος, Δημοσθένης κατὰ Μειδίου.
无须估罚之诉(阿蒂梅托斯·阿贡)无须估罚之诉与须估罚之诉。须估罚之诉是指法律未明文规定固定惩罚,而须由裁判官裁定被告应当承受何种惩处或赔付何种数额的诉讼;反之,无须估罚之诉则是法律已规定了明确惩罚,致使裁判官完全无须再作估定的诉讼。埃斯基涅斯《反克忒西丰》,德摩斯梯尼《反迈狄亚斯》。
ἌΤΙΜΟΣ τοῦτο ἰδίως ἔταξε Δημοσθένης Φιλιππικοῖς, ἤγουν ὃν ἄν τις ἀποκτείνας οὐχ ὑπόκειται ἐπιτιμίῳ. φησὶ γὰρ περὶ Ἀρθμίου λέγων ὅτι ἐψηφίσαντο Ἀθηναῖοι ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἄτιμον εἶναι· εἶτ’ ἐπιφέρει ὥσπερ ἐξηγούμενος τοῦτο δ’ ἐστὶν οὐχ ἣν οὕτω τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλ’ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ δίκην φόνου δικάσασθαι,3 καὶ ἄτιμος, φησὶ, τεθνάτω. τοῦτο δὴ λέγει καθαρὸν τὸν τούτων τινὰ ἀποκτείναντα εἶναι.
剥夺公权者·不受法律保护者(阿蒂莫斯)德摩斯梯尼在《腓力言说集》中特异地使用了此词,即指“某人若将其杀害,凶手并不受罚之人”。因为他在论及阿尔特米奥斯时称,雅典人经表决宣布他及其族人皆为雅典人民及其盟友的公敌与仇敌,并将之处以阿蒂莫斯之刑;随后他仿佛释义般补充道:“这并不是人们寻常所说的那种剥夺公权;因为倘若他将不能享有雅典的公共权益,这对那位泽勒亚人又有何相干?然而在谋杀律法中,针对那些不可为其提起谋杀诉讼者规定:‘让他作为阿蒂莫斯而死。’这话正是指,杀死这些人中的任何一人,都是清白无罪的。”
ἌΤΤΑ ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποιά τινα Δημοσθένης Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα.
某些·若干(阿塔)用来代替“凡……那些”或“无论什么”,见于安提丰《论林多斯人的贡金》;用来代替“某些事物”或“某种事物”,见于德摩斯梯尼《腓力言说集》。在某些地方,阿塔乃是赘词。
ἌΤΤΗΣ Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ Ἄττης παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος.
阿提斯 德摩斯梯尼《为克忒西丰辩护》。阿提斯在弗里吉亚人中极受尊崇,被奉为诸神之母的侍从。关于他的事迹,内安忒斯已作揭示;而其教义则是秘仪性的。
ἈΤΤΙΚΟΙΣ ΓΡΑΜΜΑΣΙΝ Δημοσθένης κατὰ Νεαίρας ἀντὶ τοῦ παλαιοῖς· τὴν γὰρ τῶν κδ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. Θεόπομπος δ’ ἐν τῇ κέ τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων.4
以阿提卡文字 德摩斯梯尼《反涅埃拉》;用以代替“以古文字”;因为包含二十四个字母的文字体系很晚才在爱奥尼亚人中被发明。塞奥彭普斯在《腓力史》第二十五卷中称,与蛮族的条约乃是伪造的,该条约并非用阿提卡文字、而是用爱奥尼亚人的文字镌刻在石碑上的。
ΑΥΘΕΝΤΗΣ Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Ἐρατοσθένους. ἐν τῷ πρὸς Ἰσόδημον ἰδίως ἔταξεν ἐπὶ τῶν λ, οἳ δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους· ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα δηλοῖ.
凶犯·亲自动手者(奥森忒斯)吕西亚斯《为埃拉托斯特尼辩护》。在《反伊索德谟斯》中,他特异地将此词用于假借他人之手实施杀戮的三十僭主;因为本义上的自作者向来指亲手行凶之人。
ΑΥΛΕΙΟΣ ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας, ὡς δηλοῖ Μένανδρος.
通往中庭的大门(奥莱奥斯)指从街道通入屋内的第一扇门,正如米南德所表明的那样。
ΑΥΛΙΑ Λυσίας ἐν τῇ κατὰ Διοδότου καὶ Αἰσχίνης κατὰ Κτησιφῶντος ἤτοι ἀντὶ τοῦ ἐπαύλεις, ἢ ἀντὶ τοῦ μικρὰς αὐλάς.
庄舍·小庭院(奥利亚)吕西亚斯《反狄奥多托斯》及埃斯基涅斯《反克忒西丰》;或者用来代替“庄园田舍”,或者用来代替“小庭院”。
ΑΥΛΙΖΟΜΕΝΟΙ ἀντὶ τοῦ κοιμώμενοι Ἀντιφῶν περὶ ὁμονοίας.
宿营·露宿(奥利佐梅诺伊)用来代替“睡眠”;安提丰《论同心》。
ΑΥΤΟΔΙΚΕΙΝ ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν Δείναρχος ἐν τῷ κατὰ Κλεομέδοντος.
擅断裁判(奥托迪凯因)用来代替“自行裁定曲直”;代纳尔科斯《反克勒奥墨冬》。
- a.atechnosπερισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης
基于重音位置的词义辨析:“περισπωμένως”(末音节带扬抑音,即 ἀτεχνῶς)表示“完全、断然、显然”;而“παροξυτόνως”(倒数第二音节带锐音,即 ἀτέχνως)则是形容词 ἄτεχνος 的副词形式,意为“缺乏技巧地、拙劣地”。
- a.atimetos_agonἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶσθαι ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι
间接疑问从句“ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι”(应当承受何种惩处或赔付何种罚金)作不定式“τιμᾶσθαι”的宾语。这是雅典法律中界定“须估罚之诉”(timetos agon)的标准公式。
- a.atimosὑπὲρ ὧν ἂν μὴ διδῷ δίκην φόνου δικάσασθαι
“διδῷ”的主语为法律(或司法官/城邦),支配法律习语“δίκην δικάσασθαι”(提起诉讼),意为准予提起诉讼。关系代词“ὧν”为复数属格,指代被杀害之人,由介词“ὑπέρ”支配,意为“为之/关于这些人”。
- a.attikois_grammasinἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων
由“λέγει”引出的对格与不定式结构的一部分。关系从句中采用不定式“ἐστηλιτεῦσθαι”,系间接引语在从属从句中的语法同化,延续了塞奥彭普斯的间接陈述。
