- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.autokleides-a.acharistein
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈尔波克拉提翁释读了从“奥托克雷德斯”至“不施恩惠”的一系列词目,阐释了法庭演说与喜剧中的用例、法律术语、俗语及历史背景。
ΑΥΤΟΚΛΕΙΔΗΣ Αἰσχίνης κατὰ Τιμάρχου Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. οὗτοι παιδερασταὶ σφοδροὶ, ὡς καὶ Ἀριστογείτων κατὰ Τιμάρχου.
奥托克雷德斯 埃斯基涅斯《反蒂马科斯》:“凯多尼得斯、奥托克雷德斯与塞尔桑德罗斯。”这些人是狂热的娈童者,正如阿里斯托革顿在《反蒂马科斯》中所指明的那样。
ΑΥ Δημοσθένης ἀντὶ τοῦ πάλιν ἐν τῷ κατ’ Ἀφόβου α.
再次(阿乌)德摩斯梯尼在《反阿福博斯之一》中用它来代替“再次”。
ΑΥΤΟΛΗΚΥΘΟΙ Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους, ἢ αὐτουργοὺς, ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔν τε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ· ὅτι δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μένανδρος Τροφωνίῳ.
自携油瓶者、好勇斗狠者(奥托莱库索伊)德摩斯梯尼《反科农》。或是用来代替“轻装便行、随时准备做出任何事并承受一切之人”,或是用来代替“贫民且除油瓶外别无长物之人”,或是指“亲手劳作之人”,或是用来代替“准备动武、好施殴打、鞭笞与暴行之人”。又或者它可能指那些随手掏出金钱、随时准备交媾之人;因为他们把钱装在油瓶里。这一词亦见于米南德的《驭者》与《指环》。关于他们有时把钱放在油瓶里,狄菲洛斯在《跳车者》中指明;关于他们解开油瓶并用皮带施行鞭打,米南德在《特洛佛尼俄斯》中指明。
ΑΥΤΟΛΥΚΟΣ Λυκούργου λόγος ἐστὶ κατ’ Αὐτολύκου τοῦ Ἀρεοπαγίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς1 ἑάλω, καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς ὁ αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους.
奥托吕科斯 吕库尔戈斯有控告阿雷奥帕古斯裁判官奥托吕科斯的演说。此人在喀罗尼亚战乱时私自将家人转移至国外因而被定罪,裁判官们投票判决他有罪,正如同一演说家在《反莱奥克拉忒斯》中所揭示的那样。
ΑΥΤΟΜΑΧΕΙΝ τὸ δι’ ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ δι’ ἑτέρου, οἷον ἐάν τις εἰς πρατῆρα ἀνάγῃ,2 πρὸς ἐκεῖνον ἀποφαίνει τὴν δίκην οὖσαν· καὶ ἐάν τις παρέχῃ τὸν διαμαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, αὐτὸς μὲν οὐκέτι ἀγωνίζεται, πρὸς δὲ τὸν διαμαρτυρήσαντα ὁ ἀγών ἐστι. Λυσίας ἐν τῷ κατ’ Εὐκλέους χωρίου ἐξούλης.
亲自诉讼(奥托马凯因)指亲自进行诉讼,而非假手他人;例如某人若将案件归结于卖主,即表明诉讼是针对该卖主的;某人若出示证人宣誓证明该诉讼不可受理,他自己便不再争讼,争讼则是针对宣誓证明人的。吕西亚斯《反欧克勒斯侵占地产案》。
ΑΥΤΟΧΘΟΝΕΣ οἱ Ἀθηναῖοι. Δημοσθένης ἐν τῷ παραπρεσβείας μόνοι γὰρ τῶν πάντων αὐτόχθονες ὑμεῖς ἐστέ. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν κληθῆναί φησιν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο· οἱ δὲ διὰ τὸ μὴ εἶναι ἐπήλυδας. ὁ δὲ Πίνδαρος καὶ ὁ τὴν Δαναΐδα πεποιηκώς φασιν Ἐριχθόνιον καὶ Ἥφαιστον ἐκ γῆς φανῆναι. αὐτόχθονες δὲ καὶ Ἀρκάδες ἦσαν, ὡς Ἑλλάνικός φησι, καὶ Αἰγινῆται καὶ Θηβαῖοι.
土生者、本土居民(奥托克托涅斯)指雅典人。德摩斯梯尼在《使节舞弊演说》中称:“因为在所有人之中,唯有你们是土生者。”阿波罗多洛斯在《论诸神》中称,他们之所以被称为土生者,是因为这片土地曾经荒芜,而他们是最先开垦大地即土地的人;另有人称是因为他们并非外来移民。品达与《达奈斯之歌》的作者称厄里克托尼俄斯与赫淮斯托斯是从大地中出现的。阿尔卡狄亚人也是土生者,如赫拉尼科斯所说,埃癸娜人与底比斯人亦然。
ἈΦΑΙΡΕΣΙΣ ἰδίως λέγεται ἡ εἰς ἈΦΑΙΡΕΣΙΣ ἰδίως λέγεται ἡ εἰς ἐλευθερίαν· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας.
释放为自由人(阿派瑞西斯)特异地将“解救进入自由状态”称为阿派瑞西斯;许佩里得斯《反阿里斯塔戈拉》。
ἈΦΑΡΕΥΣ οὗτος Ἱππίου μὲν ἦν υἱὸς, ἐνομίζετο δὲ Ἰσοκράτους.
阿法柔斯 此人是希庇亚斯之子,但被视为伊索克拉底之子。
ἈΦΑΝΗΣ ΟΥΣΙΑ ΚΑΙ ΦΑΝΕΡΑ ἀφανὴς μὲν ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος· Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην.
无形财产与有形财产(阿帕涅斯·乌西亚·凯·帕内拉)无形财产是指由金钱、奴隶与器具构成的财产,而有形财产则是地产;吕西亚斯《反希波塞尔塞斯》。
ἈΦΕΙΣ ἈΦΕΙΣ καὶ ἈΠΑΛΛΑΞΑΣ· τὸ μὲν ἀφείς, ὅταν ἀπολύσῃ τίς τινα τῶν ἐγκλημάτων ὧν ἐνεκάλει αὐτῷ, τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἀφίησι μέν τις αὐτῶν μόνων ὧν ἂν ἐγκαλῇ, ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ λόγον ὑπολίπηται ἑαυτῷ πρὸς τὸν ἐγκαλούμενον. Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ ἵν’ ἀπαλλαγή τις αὐτῷ γένηται παρ’ ὑμῶν κυρία.
放免与和解(阿佩斯)“放免”与“和解”。“放免”是指某人免除自己针对他人所提起的指控;“和解”是指某人说服控告者撤回诉求并不再控告;德摩斯梯尼《为福尔弥昂作抗辩》。亦可如此表述:人们仅就实际控告的事项放免他人,但当某人不再对自己针对被控者保留任何其他要求时,便达成了和解。德摩斯梯尼《为福尔弥昂作抗辩》:“以便你们那里能为他达成具有约束力的和解。”
ἈΦΕΙΣ ΤΗΝ ΥΠΕΡΑΝ ΤΟΝ ΠΟΔΑ ΔΙΩΚΕΙ Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους α. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας.
松开帆桁索而追逐帆脚索(阿佩斯·滕·许佩兰·通·波达·迪奥凯)许佩里得斯《论腌鱼之一》。这是一句谚语,用于比喻那些弃置更重要之事而纠缠于微不足道之事的人。帆桁索是用来转动帆桁的船用绳索。
Ἀφ’ ἙΣΤΙΑΣ ΜΥΕΙΣΘΑΙ Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. ὁ ἀφ’ Ἑστίας μυούμενος Ἀθηναῖος ἦν πάντως. κλήρῳ δὲ λαχὼν ἐμυεῖτο.
自灶台受秘仪(阿普·赫斯蒂亚斯·缪伊斯泰)伊赛奥斯《反卡吕冬》。从灶台受秘仪者毫无例外必须是雅典人;且他是抽签中选后才接受秘仪的。
ἈΦΟΡΜΗ ὅταν τις ἀργύριον δῷ ἐνθήκην, ἀφορμὴ καλεῖται ἰδίως παρὰ τοῖς Ἀττικοῖς.
本金、起业资本(阿波尔梅)当有人出资作为经营投入时,在阿提卡人中特异地称之为阿波尔梅。
ἈΦΟΣΙΩ ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω Αἰσχίνης κατὰ Κτησιφῶντος. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ ὥσπερ ὁσίας ἕνεκεν, ἀφοσιώσασθαι3 εἶπεν Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα.
净化、虚应故事(阿珀西奥)用来代替“我洁净”、“我圣化”;埃斯基涅斯《反克忒西丰》。而若不是彻底地去做某事,而仅仅是为了应付规矩,伊赛奥斯在《反赫尔蒙》中称之为“虚应故事”。
ἈΦΡΟΔΙΣΙΟΝ ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος.
阿佛洛狄忒神庙(阿佛罗狄西翁)特异地指阿佛洛狄忒的神庙。
ἈΦΥΑΣ Ὑπερείδης κατ’ Ἀρισταγόρας. ἔστι δὲ καὶ ὄνομα ἑταιρῶν γυναικῶν ἀδελφῶν β.
小杂鱼(阿菲亚斯)许佩里得斯《反阿里斯塔戈拉》。它也是一对为娼妓的女姊妹的名字。
ἈΧΑΡΙΣΤΕΙΝ ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν.
不施恩惠、拒绝(阿卡里斯泰因)用来代替“不施与恩惠”。安提丰如此使用。
- a.auuolukosἐν τοῖς Χαιρωνικοῖς
中性复数形容词加冠词名词化,用以表示时间情境,意为“在喀罗尼亚战事/事件期间”(暗含事务或战局之意)。
- a.automacheinεἰς πρατῆρα ἀνάγῃ
阿提卡法庭诉讼术语。指被告将涉案财产的争议转移追溯至原出卖人(担保人),使诉讼直接向出卖人进行的抗辩程序。
- a.afosioἀφοσιώσασθαι
动词 ἀφοσιόω 的不定式中动语态。其能动态意为“净除”、“圣化”,而中动态在此表示“为了履行义务或形式而敷衍行事”、“虚应故事以尽义务”。
