- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.akte-a.alogian
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节汇编了解释字母alpha开头的地名、赛会、器物、人名及世族名称等词条,并引述了古典雅典演说家等文献中的用例。
ἈΚΤΗ ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικὴν οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι.
阿克忒 特指阿提卡沿海地区的一部分;见许佩里德斯《论腌鱼》;由此亦有“阿克忒石”之称。但有些人也称整个阿提卡为阿克忒,一部分人说得名于某位阿克泰翁国王,另一部分人则说因该地大部分滨海。
ἌΚΤΙΑ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων.
阿克提亚赛会 见许佩里德斯《论波吕欧克托斯任将军》。阿克提亚赛会是古老的竞技比赛,如卡利马科斯在《论竞技赛会》中所阐明的。
ἈΛΑΒΑΣΤΟΘΗΚΑΙ αἱ θῆκαι τῶν ἀλαβάστων, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσι· Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἀλάβαστοι δ’ εἰσὶ λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα.1
雪花石膏盒 装雪花石膏香油瓶的盒子,习惯用语中称为香油盒;见德摩斯梯尼《反不法使节》。雪花石膏瓶是一种因其表面光滑而无法抓握的细颈油瓶。
ἉΛΑΙΕΥΣ ὄνομα δήμου.
哈莱人 德谟(区)名。
ἈΛΑΣΤΩΡ οὗ μηδέποτ’ ἄν τις ἐπιλάθοιτο·2 Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. ἉΛΕΑΣ· Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἔστι δὲ πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἁλεῖς.
阿剌斯托尔(复仇怨灵/难忘之人)指决不会被任何人遗忘之人;见德摩斯梯尼《论冠冕》。此名在悲剧篇章中屡见不鲜。哈莱亚斯:见德摩斯梯尼《反不法使节》。这是一座色萨利城市,其公民称为哈莱人。
ἈΛΕΞΑΝΔΡΟΣ Δημοσθένης ἐν ς Φιλιππικῶν Φησὶν ἡνίκα ἦλθεν Ἀλέξανδρος ὁ τούτων πρόγονος περὶ τούτων κῆρυξ. οὗτός ἐστιν ὁ ἐπικαλούμενος Φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ’ οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν πρὸς Ἀθηναίους· οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν.3 ἕτερος δ’ ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ καίτοι τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος Ἀπολλοφάνης. ἄλλος δ’ ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους τί δ’ Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν; οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ’ αὐτῷ Ἀθηναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παρ’ αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος ὁ λόγος.
亚历山大 德摩斯梯尼在《腓力演说》第六卷中说:“当这些人的先祖亚历山大就这些事作为使者前来时。”此人即被称为“亲希腊者”的亚历山大,系阿明塔斯之子,佩尔狄卡斯之父,曾随马尔多尼奥斯出征,并被他派往雅典人处索求水与土;但雅典人非但未加理会,反而严加恐吓后将其遣返。另有一位亚历山大,自身亦是马其顿人之王,系腓力之兄,德摩斯梯尼在《反不法使节》中谈及他说:“然而在杀害腓力之兄亚历山大的人当中,便有这位阿波罗法涅斯。”又有另一位色萨利人亚历山大,德摩斯梯尼在《反阿里斯托克拉特斯》中再次谈及:“关于那位色萨利人亚历山大又当如何?”他是费赖人,在珀罗皮达斯遭其囚禁期间,雅典人曾与他结盟对抗底比斯人。另有一位莫洛西亚人亚历山大,系腓力之妻奥林匹娅斯之兄,德摩斯梯尼在《腓力演说》第七卷中再次提及(若该演说为真作)。
ἉΛΙΠΕΔΟΝ τινες ἉΛΙΠΕΔΟΝ τινες τὸν Πειραιᾶ φασίν. ἔστι δὲ καὶ κοινῶς τόπος ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ πεδίον ἐγένετο. διὸ καὶ δασύνεται ἡ πρώτη· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. ἤτοι ὁμαλὸν πεδίον καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον, ὡς Ἀριστοφάνης Δαιταλεῦσιν διὰ ψιλοῦ ἐν ἀλιπέδῳ. ἔνιοι δὲ φασιν ὅτι τὸ παραθαλάσσιον πεδίον οὕτω λέγεται. τινὲς δέ φασι παρὰ τὸ ἀλινδεῖσθαι ἵππους ἐν αὐτῷ δύνασθαι, ὅ ἐστι κονίσασθαι, οὕτως ὀνομασθῆναι.
海平原 有些人称比雷埃夫斯为“海平原”。通常亦指古时曾为海洋、后化为平原之地。因此词首发粗气音,因其意如“海之平原”。或者指平整、被踏实且如被研磨过的平原,正如阿里斯托芬在《食客》中作不送气音说:“在平原中”。但也有人说滨海平原被称为此名。还有人说因马匹能在此中打滚(即沾满灰尘)而得名。
ἉΛΙΜΟΥΣΙΟΙ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι.
哈利穆斯人 见德摩斯梯尼《反尤布利得斯申诉案》。哈利穆斯是莱昂提斯部落的德谟,其德谟成员称为哈利穆斯人。
ἉΛΙΡΡΟΘΙΟΣ ὄνομα κύριον, υἱὸς Ποσειδῶνος· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.
哈利罗提奥斯 专有名词,波塞冬之子;见德摩斯梯尼《反阿里斯托克拉特斯》。
ἈΛΚΕΤΑΣ Μολοττῶν βασιλεύς· Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου.
阿尔克塔斯 莫洛西亚人之王;见伊赛奥斯《论在马其顿之言论》。另有一位亚历山大的部将阿尔克塔斯。
ἈΛΚΙΒΙΑΔΗΣ ὁ Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ’ Ἀλκιβιάδου λιποταξίου, εἰ γνήσιος ὁ λόγος, αὐτόν τε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ· μνημονεύουσι δ’ αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγούσιος, Ἀλκιβιάδου ξένος.
阿尔喀比亚德 克勒尼亚斯之子。但另有一位阿尔喀比亚德,乃前述人物的曾祖父,吕西亚斯在《反阿尔喀比亚德逃兵案》(若为真作)中称他本人及父亲的外祖父曾两度遭到陶片放逐。另有一位阿尔喀比亚德,安提丰在《辩护德摩斯梯尼之起诉》中提及他;其他部分演说家及喜剧诗人亦曾提及。他是费古斯人,阿尔喀比亚德的宾友。
ἈΛΚΙΜΑΧΟΣ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. Ἀναξιμένης δὲ ἐν τῇ β τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην.
阿尔基马科斯 见德摩斯梯尼《反欧埃尔戈斯与姆涅西布洛斯》。他是一位将军,出自阿那吉罗斯德谟,在对腓力的战争中担任过将军。另有一位马其顿人阿尔基马科斯,许佩里德斯在《反德马得斯》中提及他说:“我们将阿尔基马科斯与安提帕特确立为雅典人及代理领事。”阿那克西墨涅斯在《亚历山大志》第二卷中记载了他的一篇公众演说,并称德摩斯梯尼曾发表演说予以反驳。
ἈΛΚΜΑΙΩΝΙΔΑΙ γένος ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμαίωνος.
阿尔克迈翁家族雅典显赫门第,始自阿尔克迈翁。
ἈΛΟΓΙΑΝ τὸ μηδένα ἔχειν λόγον, ἀλλ’ ἀλογιστὶ πράττειν Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Πλάτων.
无理、妄为指毫无道理,盲目妄动;见德摩斯梯尼《反阿里斯托克拉特斯》与柏拉图。
- a.alabastothekaiὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα
无人称动词 ἔστι(意为“可能、可以”)后接不定式 λαβέσθαι,表示“不可抓握”。中间位动词 λαμβάνομαι 支配属格以表示抓住某物的局部,因此关系代词 ὧν 采用属格形式。
- a.alastorοὗ μηδέποτ’ ἄν τις ἐπιλάθοιτο
关系节中使用 ἄν 加上祈愿语气,构成潜在/可能性表达(“任何人皆绝不可能忘怀之人”)。此句作为词条 ἀλάστωρ 的民间词源学定义,动词 ἐπιλανθάνομαι 支配属格关系代词 οὗ。
- a.alexandrosοὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν
习语结构 οὐχ ὅπως ... ἀλλὰ καί ...(“非但不……,反而甚至……”)。前一个分句否定了 προσέσχον τὸν νοῦν(“留心、理睬”),后一个分句由 ἀλλὰ καί 引出程度更深的对比动作(严加恐吓后遣返)。
