← 哈尔伯克拉提昂

十演说家词汇集

§a.halogoi_eranistai-a.amfiktuones

从未入册会友到近邻同盟的词条释义

哈尔波克拉提翁引证诸家典籍,释读阿提卡演说中的“未入册会友”、“哈隆涅索斯”、“并马步兵”、“近邻同盟”等语词的词源及历史制度背景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§a.halogoi_eranistai

ἍΛΟΓΟΙ ΕΡΑΝΙΣΤΑΙ μήποτε οἱ μήπω ἐξειλεχότες1 τὸ ἐπιβάλλον ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων τῶν εἰς τὸν ἔρανον ἐκφερομένων. Δείναρχος ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων ἐρανικῷ.

未入册会友(阿罗戈伊·埃拉尼斯泰)或许是指那些尚未按照列入会费名册的名字轮流顺序交纳(或收取)自己份额的人?见代纳尔科斯《反帕特罗克勒斯诸子之会费诉讼》。

§a.halonnesos

ἉΛΟΝΝΗΣΟΣ νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δ τῶν Εὐβοϊκῶν. μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν.

哈隆涅索斯 爱琴海中的小岛;见埃斯基涅斯《反克忒西丰》,阿尔刻马科斯在《优卑亚纪事》第四卷中亦提及。关于哈隆涅索斯的争端,泰奥彭波斯在第四卷中、阿那克西墨涅斯在《腓力史》第四卷中均曾提及。

§a.alope

ἈΛΟΠΗ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικός τε ἐν β Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δράματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων.

阿罗佩 见吕库古《论女祭司》。凯尔库翁之女,她与波塞冬生下希波索昂,即希波索昂提斯部落的得名英雄;此见于赫拉尼科斯《阿提卡史》第二卷、欧里庇得斯同名戏剧以及代纳尔科斯《帕勒隆区民权益裁定案》。

§a.halourgopolike

ἉΛΟΥΡΓΟΠΩΛΙΚΗ ἡ πορφυροπωλικὴ ὑφ’ ἡμῶν λεγομένη· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους.

紫袍业(哈卢尔戈波利克)即我们现今所说的紫袍商贸;见伊索斯《反埃尔帕戈拉斯与德摩法涅斯》。

§a.haloa

ἉΛΩΑ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῷ περὶ ἑορτῶν Ποσειδεῶνος μηνός.

哈洛阿节 见德摩斯梯尼《反涅埃拉》。哈洛阿节是阿提卡的节日,斐洛科罗斯称其得名于当时人们在打谷场(哈洛斯)周围消磨时光;他在《论节日》中称该节日在波赛代翁月举行。

§a.alopeke

ἈΛΩΠΕΚΗ δῆμος τῆς Ἀντιοχίδος· ὁ δὲ δημότης Ἀλωπεκεύς καὶ Ἀλωπεκῆθεν. πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ.

阿洛佩克 安提奥基斯部落的德谟;其德谟成员称为阿洛佩克人或“来自阿洛佩克者”。其名称来源斐洛科罗斯在第三卷中作了阐明。

§a.alopekonnesos

ἈΛΩΠΕΚΟΝΝΗΣΟΣ πόλις τῶν ἐν Χερρονήσῳ.

阿洛佩康涅索斯切尔索尼斯半岛上的城市。

§a.amadokos

ἈΜΑΔΟΚΟΣ Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ια τῶν Φιλιππικῶν.

阿马多科斯 见伊索克拉特斯《致腓力》。有父子同名的两人,其子曾出兵与腓力结盟,参与对抗刻尔索布勒普忒斯的战争。泰奥彭波斯在《腓力史》第十一卷中提及了这两人。

§a.amazoneion

ἈΜΑΖΟΝΕΙΟΝ Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. περὶ τῆς Ἀμαζόνων ἀφιερώσεως Ἀθήνησιν Ἀμμώνιος διείλεκται ἐν τῷ περὶ βωμῶν καὶ θυσιῶν. ἔστι δὲ ἱερὸν ὃ Ἀμαζόνες ἱδρύσαντο.

亚马逊祠(阿马佐内翁)见伊索斯《对狄奥克勒斯》。关于亚马逊人在雅典的奉安,阿摩尼奥斯在《论祭坛与祭祀》中有所论述。这是亚马逊人所建立的圣所。

§a.hamaxanteia

ἉΜΑΞΑΝΤΕΙΑ δῆμος τῆς Ἱπποθωντίδος φυλῆς. ὁ δημότης Ἁμαξαντεύς.

哈马桑泰亚 希波索昂提斯部落的德谟;其德谟成员称为哈马桑泰亚人。

§a.amblothridion

ἈΜΒΛΩΘΡΙΔΙΟΝ τὸ ἀμβλωθὲν βρέφος.

堕胎儿(安布罗特里迪翁)流产或堕胎之胎儿。

§a.ambrakia

ἈΜΒΡΑΚΙΑ πόλις ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων.

安布拉基亚 安布拉基亚湾的城市,系科林斯人之殖民地。

§a.hamippoi

ἍΜΙΠΠΟΙ Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ’ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ’ ἔστι τὸ παρ’ Ὁμήρῳ θρώσκων ἄλλοτ̓ ἐπ’ ἄλλον. πεζοὶ δ’ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ις φησὶ καὶ προδρόμους.

并马步兵(哈米波伊)见伊索斯《圣域诉讼》。与马一同出战的人。但有些人说,有数匹单骑马匹被系在一起,驭马者牵引其中一匹,而骑乘在另一匹上;这些马被称为哈米波伊。这就是荷马所说的“忽而跃上这一匹,忽而跃上那一匹”。但哈米波伊实为步兵,这从修昔底德的记载以及色诺芬《希腊史》第七卷中显而易见。或许他们是编在骑兵身旁的某种前锋;斐洛科罗斯在第十六卷中确实也称他们为前锋。

§a.ammonis

ἈΜΜΩΝΙΣ ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου.

阿蒙号 献给阿蒙神的圣三列桨座战船;见代纳尔科斯《反希墨赖欧斯》。

§a.amorges

ἈΜΟΡΓΗΣ Πισσούθνου νόθος υἱός ἐστιν.

阿摩耳革斯 庇苏特涅斯的私生子。

§a.amorgos

ἈΜΟΡΓΟΣ ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν.

阿摩耳戈斯麻 一种类似于细麻布的织物;见埃斯基涅斯《反提马科斯》。喜剧诗人们频繁提及阿摩耳戈斯麻织衣物,如阿里斯托芬在《吕西斯特拉忒》及欧波利斯在《城邦》中所示。

§a.amfignoein

ἈΜΦΙΓΝΟΕΙΝ ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν περὶ τῆς γνώσεως, ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος ὁ λόγος.

踌躇不知、心怀疑虑(阿姆菲格诺埃因)用来代替不知(阿格诺埃因),或者表示对知晓之事心存犹疑;见吕西亚斯《反埃西昂盗书案》(若该演说为真作)。

§a.amfideai

ἈΜΦΙΔΕΑΙ εἰσὶ περισκελίδες τινές· Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησὶν οὐ δυνάμενος δ’ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας.2

环饰、门闩箍(阿姆菲代艾)一种脚环;见阿里斯托芬《地母节妇女》。但吕西亚斯在《反欧梯狄科斯》中作特殊用法说:“由于门扉被铁箍(阿姆菲代艾)锁系,无法破门而入。”

§a.amfidromia

ἈΜΦΙΔΡΟΜΙΑ Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος ὁ λόγος. ἡμέρα τις ἤγετο ἐπὶ τοῖς νεογνοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες, καὶ ὑπὸ τῶν οἰκείων καὶ φίλων πουλύποδας καὶ σηπίας ἐλάμβανον.

洗礼绕火节(阿姆菲德罗米亚)见吕西亚斯《论堕胎》(若该演说为真作)。这是为新生婴儿举行的节日,在那一天人们抱着婴儿绕着火炉奔跑,并从亲友处接受章鱼和乌贼。

§a.amfiktuones

ἈΜΦΙΚΤΥΟΝΕΣ συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η ʽταῦτα δ’ ἦν ιβ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖσ̓, ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας,3 ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν.

近邻同盟(阿姆菲克堤翁诸部)在温泉关聚会的泛希腊议事会。其得名或源于丢卡利翁之子阿姆菲克堤翁,因他为王时召集了诸部族,如泰奥彭波斯在第八卷中所述(共有十二部族:爱奥尼亚人、多利安人、珀赖比人、波奥提亚人、马格内西亚人、阿开亚人、珀提亚人、马里斯人、多洛佩斯人、艾尼亚尼斯人、德尔斐人、福基斯人);或源于聚集者皆为德尔斐周边的居民(珀利奥伊科伊),如阿那克西墨涅斯在《希腊史》第一卷中所述。

语法注3 条
  1. a.halogoi_eranistaiμήποτε οἱ μήπω ἐξειλεχότες

    独立使用的 μήποτε 在希腊化时期的注释家与辞书中为习惯用法,用于引出试探性的推测或释义(“或许是指……”)。随后的分词短语 οἱ μήπω ἐξειλεχότες 作表语,用于界定词条 ἅλογοι ἐρανισταί 的含义。

  2. a.amfideaiοὐ δυνάμενος δ’ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας

    介词 διά 接带冠词的完成时被动不定式 τὸ δεδέσθαι,构成表原因的结构。不定式的逻辑主语为宾格 τὰς θύρας,ἀμφιδέαις 作方式/手段与格。不定式 ἐκβαλεῖν 在此处具有“强行推开/破开”门扉之意。

  3. a.amfiktuonesἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας

    由介词 ἀπό 引导的带冠词不定式短语(ἀπὸ τοῦ ... εἶναι),表起因/词源,与前文的 ὠνομάσθη ἤτοι ἀπὸ Ἀμφικτύονος 相对称。不定式 εἶναι 的逻辑主语是带冠词分词 τοὺς συναχθέντας(聚集之人),宾格 περιοίκους 作表语补足语,属格 τῶν Δελφῶν 修饰 περιοίκους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.halogoi_eranistai-a.amfiktuones